Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.670-1.753

玛利亚走向十字架与基督托付母亲和约翰

第 10 段,共 32 段 · 希腊语

内容简介

使者报告了基督在十字架上受难的情景,促使玛利亚和妇女们决心走向群众见证其结局,随后描绘了基督在十字架上将玛利亚与约翰相互托付,以及玛利亚的深切哀悼。

§1.670χολῇ κεκραμένου δ’ ἀνῆγον ἐς στόμα, §1.671οἵδ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι, §1.672οὔτ᾿ εἶδον, οἷ’ ἔρεξε θαύματ’ ἐν βροτοῖς, §1.673ἄλλως διῆγον καὶ διήνεγκαν Κᾶρας §1.674καὶ στέρν’ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ.
他们用海绵将调和了胆汁的酸酒送到祂口中,而那些耳中未能听清声音的人,既未看见祂在凡人中所行的奇迹,只是徒然度日,并摇着头,在愚昧无知中捶胸顿足。
§1.675Ἐγὼ δὲ πόρρω, Δεσπότῃ γὰρ εἱπόμην,) §1.676πρῶτον μὲν εἰς χλοηρὸν ἷζον που νάπος §1.677τά τ᾿ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο §1.678ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος §1.679ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ· §1.680σέ τ᾿ αὐ δακρυχέουσαν ἑστῶσαν ἰδὼν §1.681ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα.
而我跟随着主,却是在远处;首先,我坐在绿油油的山谷深处,保持足音静默,也闭口不言,如此我能看见祂,而我自己不被看见,免得被那作恶且嗜杀的群众发现;如今又看见你泪流满面地伫立,我便前来告知这不幸的遭遇。
§1.682Ἰώ μοι, ἰώ·
呜呼,呜呼!
§1.683Αἲ αἲ, τί δράσω;
哀哉,哀哉,我该如何是好?
καρδία γὰρ οἴχεται.
因为我的心已碎。
§1.684Πῶς πῶς δ’ ἔτι ζώ καὶ φέρω ταῦτα κλύειν;
我该如何,如何才能继续活下去,并忍受听闻这些?
§1.685ἰδεῖν δὲ ταῦτα πῶς ποτ᾿ οἴσω παντλάμων;
面对这些景象,万分痛苦的我又该如何忍受目睹?
§1.686Ἴτ’, ὦ γυναῖκες, τῆς Γαλιλαίας τέκνα, §1.687προσείπατ᾿ καὶ προπέμψατε χθονός.
去吧,女人们,加利利的孩子们,向祂致意,并护送祂离开尘世。
§1.688Ὠ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν δέος.
噢,快来吧,朋友们,快来,让我们抛弃恐惧。
§1.689Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς;
你要逃离群众,是为了不遭受什么伤害呢?
§1.690Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω;
而我此后又何必害怕这群众?
§1.691Ἴωμεν οὖν, ἴωμεν, ἀπέστω φόβος· §1.692τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε;
让我们走吧,走吧,让恐惧远去;因为我们在此继续苟活还有何益?
§1.693Ἀλλ’ ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη.
让我们离去,好让我目睹我儿的受难。
§1.694Ἰώ μοι, ἰώ·
呜呼,呜呼!
§1.695Γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ τέκνου· §1.696χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον.
女人们,我没有看到我儿那昔日晴朗的面容;因为祂改变了容颜,失去了那奇异的美丽。
§1.697Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον τέκνου, §1.698ποθῶ τεθνάναι, ζῆν δ’ ἔτ᾿ οὐδαμῶς στέγω.
女人们,当我看见我儿那忧郁的眼神,我渴望死去,再也无法忍受活下去。
§1.699χωρεῖτε χωρεῖτ’, οὐκέτι τὸ ζῆν φέρω.
走吧,走吧,我再也无法忍受活着。
§1.700Ὠ κοινὸν ὠφέλημα θνητοῖσιν φανεὶς, §1.701Τέκνον ποθεινὸν, τοῦ δίκην πάσχεις τάδε;
噢,作为凡人共同的救星而现身的那位,亲爱的孩子,你承受这一切是为了什么?
§1.702ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
你又在为怎样的罪过偿还惩罚?
§1.703ἁγνὰς γὰρ, ἁγνὰς χεῖρας αἱμάτων φέρεις §1.704ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα, §1.705ψυχὴν πάναγνον ἄδολον τε καρδίαν.
因为你有一双清白、未染鲜血的手,清洁的嘴唇,全身所有的肢体和口,极纯洁的灵魂和毫无诡诈的心。
§1.706Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον;
那我怎会看见你与强盗们被一同悬挂?
§1.707οὐδ’ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς, §1.708φίλος δ’ ἀπόλλυσ’ οὐκ ἄκονθ’ ἑκουσίως §1.709μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις §1.710φειδεύμενος τάλανος, ὡς φύγῃ κακὸν, §1.711κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι.
这并非源于敌人强加的祸害,而是朋友将你毁灭——祂非不情愿,而是自愿地—— 一位入仪者,你曾用饼将他向你的朋友们指明,这个可怜的人为了逃避灾祸而保全自己,却陷于罗网之中而全然不知。
§1.712Τίνος δ’ ἕκητι γῆς ἀποστέλλει Πατὴρ, §1.713τί σ’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι,.
父是为了什么缘故而让你离开这尘世,为何愿意让你如此屈辱地死去?
§1.714Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω
不幸的我啊,我如今看到了何等,何等惨痛的事!
§1.715οὐ τλητὸν οὐδὲ λεκτὸν, ἀλλ’ ἀπωλόμην.
无法忍受,无法言表,我已毁灭。
§1.716Αἲ αἵ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων·
哀哉,哀哉,孩子,你那全然不公的惨遭屠戮!
§1.717αἰ αἰ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι, §1.718οὐκ ἐξαμαρτὼν αὐτὸς, ἀλλ’ ἁμαρτίας §1.719πρώτης γυναικὸς ἐξιώμενος βλάβην
哀哉,哀哉,再次,你竟如此凄惨地灭亡,你自己并未犯错,而是为了医治那最初的女人的堕落所带来的伤害。
§1.720Οἰδ᾿ οἶδα μὲν τάδ’, οἶδα δ’ οὐχ, ὅπως φράσω.
我知道,我的确知道这些,却不知该如何表达。
§1.721καὶ συνιῶ μὲν, οἷα ταῦτ’ ἔσται τάχει.
我也明白,这些事情很快会带来什么。
§1.722ἄλγος δ’ ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων.
但痛苦沉沉地压在我所有的希望之上。
§1.723στένω τε πυκνὰ συμφορᾷ νικωμένη, §1.724δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται· §1.725ἀεὶ γάρ ἐστι τῶν γυναικείων φῦλον §1.726πολύστονον τε καὶ πολύδακρυ πλέον.
我因被灾祸征服而频频呻吟,滚烫的泪水浸湿了我的眼睑;因为女人的天性总是充满叹息,且更容易流泪。
§1.727Ἴδ’, ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων, §1.728ὁ παρθένος πάρεστιν υἱός σοι νέος, §1.729ἰδοὺ δὲ καὶ σοὶ, μύστα, μήτηρ παρθένος.
看啊,万妇中最杰出的母亲,这位童贞在身旁,是你新的儿子,看啊,入仪者啊,对你而言,也有了一位童贞的母亲。
§1.730Τί γοῦν, τί, γύναι, δακρύοις τέγγεις κόρας;
那么,妇人啊,你为何用泪水浸湿双眼?
§1.731τί δ’ αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς §1.732καὶ συγχυθεῖσ’ ἕστηκας, ἡνίκ’ εὐτυχεῖς, §1.733κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ τρόπον;
你为何又低垂眼帘,泪流不止,在你蒙福之时,你却神色慌乱地伫立,难道不乐意从我这里接受这种安排吗?
§1.734Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις, §1.735οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα.
这些事与先前的预言相合,那些是我自己以及先知之口所说的话。
§1.736Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην.
如今正是地生之物的仇敌接受惩罚的时刻。
§1.737Τί δῆτα λοιπὸν σῷ γ’ ἐπιστένεις Τέκνῳ;
那么,你为何还要为你儿子哀哭呢?
§1.738Οὐδέν· λαοῦ τοῦδ’ ἐννοουμένη πέρι §1.739ἔγωγ᾿ ἐμαυτῇ πρὸς λόγους ἀφικόμην §1.740καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη §1.741ᾤμωξα θ’, οἷον ἔργον ἔστ᾿ εἰργαστέον §1.742τοὐντεῦθεν αὐτοῖς, οἵ σ’ ἀνήρτησαν, Τέκνον, §1.743καραδοκῶ τε πάνθ’, ὅπη προβήσεται.
没什么;只是由于思考着这群百姓,我自己陷入了沉思,被灾祸征服,并为他们哀哭,我也为他们此后将面临的后果而悲叹,那些将你悬挂起来的人啊,我的孩子,我在等候着一切,看它们将如何发展。
§1.744λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
但悲哀依然强过那确凿的希望。
§1.745Τον μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα §1.746ῥᾷον κτενεῖς σὺ καὶ καταβάλῃς μόρον §1.747θᾶττόν τ’ ἀνιὼν τοὺς ἀλάστορας τίσεις· §1.748γυνη δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ· §1.749ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη §1.750κέντροις ἀνίας ἡ τλάμων ὀδύρομαι.
因为对于那成为我们仇敌的家伙,你将轻易地杀死并践踏死亡,且会迅速复活,惩罚那些复仇之灵;但女人天生软弱且易流泪;因此我也在叹息中,被痛苦的刺所击中,在这不幸中悲悼。
§1.751Εἴμ’ εὐκλεὴς μὲν, ἀλλ’ ὅμως ἀπόλλυμαι §1.752στερουμένη σῆς θεσπεσίας μοι θέας.
我虽满载荣耀,但依然走向毁灭,因被剥夺了瞻仰你神圣容颜的机会。
§1.753Ως γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε
因为,随着这意想不到的惨剧降临……

词汇与语法注释

  1. 1.670χολῇ κεκραμένου — 动词 κεράννυμι(“混合”)的完成时中被动分词中性单数属格 κεκραμένου 在此处作为名词化的部分属格使用,指代被送到祂口中的“调和了胆汁的混合物”。
  2. 1.673Κᾶρας — 尽管大写的“Κᾶρας”字面上可指“卡利亚人”(常比喻异教徒或无赖),但在文脉与格律上,它极有可能是拜占庭时期将表示“头部”的 κάρα 的复数宾格形式 κάρας 产生误写或混淆的结果,意为“(嘲弄地)摇晃着脑袋”。
  3. 1.708οὐκ ἄκονθ’ ἑκουσίως — 宾格 ἄκονθ’(= ἄκοντα,“不情愿地”)并非与主语“朋友(φίλος)”一致,而是修饰作为被毁灭对象的基督(暗指的宾语)。它与副词 ἑκουσίως(“自愿地”)连用,表示基督接受毁灭“非出于不情愿,而是自愿地”。
  4. 1.732ἡνίκ’ εὐτυχεῖς — 由时间连词 ἡνίκα 引导的从句“当你蒙福之时”在受难的悲剧语境中看似矛盾,但在基督的神学阐述中起作用,将祂带来救赎的死亡视为引领即将来临之复活的“幸福契机”。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.670-1.753. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.670-1.753

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。