Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.2025-1.2108

发现空墓与复活基督的显现

第 26 段,共 32 段 · 希腊语

内容简介

玛利亚和妇女们目睹了空空的坟墓以及天使的显现,并在得知复活的喜讯后欢欣鼓舞。此时复活的基督亲自显现,吩咐她们转告门徒在加利利相见。

§1.2025Ὠ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους· §1.2026ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας §1.2027λιπὼν, ἵν’ ᾄδης χωρὶς ᾤκισται φάους, §1.2028νῦν δ’ εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ.
噢,我的孩子,但愿你作为光速速来到我身边;但愿你到来,离开那死者的藏身处和黑暗的门户,在哈得斯那里,虽然远离光明而居,但如今因你的降下,它看见了极其伟大的光。
§1.2029Ἔλθ’ ἐλθὲ, φάνηθι, προλαβὼν ἠοῦς σέλας.
来吧,来吧,显现吧,赶在黎明的光辉之前。
§1.2030Θεὸν Θεὸν σ’ ὀλύμπιον τὰ πάντ’ ἔχει.
万物都拥戴你为天上的神,神。
§1.2031Α ἄ
啊,啊!
§1.2032Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ.
我看见守卫们的这些空床铺。
§1.2033Τί δῆτ’ ἂν εἴη;
这究竟是怎么一回事?
μῶν λόχος βέβηκέ πη;
难道他们的伏兵去往别处了?
§1.2034Ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά· §1.2035θρασὺς γὰρ ὄχλος, νῦν δ’, ἐπεὶ κρατεῖ.
或许是为了针对我们设下什么圈套;因为那群人极为猖狂,如今他们得势,更是猖狂。
θρασύς. §1.2036Τί δῆτ’, ἀδελφὴ, δρῶμεν;
姐妹啊,我们究竟该怎么办?
οὐ γὰρ εὕρομεν. §1.2037ὡς ἠλπίσαμεν, ἐλπίδων δ’ ἡμάρτομεν.
因为我们没有找到他,如我们所期望的那样,我们期望落空了。
§1.2038Πείθου, πάλιν στείχωμεν· εὖ δ’ εἴη τυχεῖν §1.2039τὸν νεκρὸν αὐτὸν καρδίαις ὡπλισμέναις· §1.2040σώζει γὰρ αὐτὸν, ὅστις εὐφρόνως Θεῷ §1.2041ἀνατίθησι· καί γε νῦν βαδιστέον.
听我的,我们回去吧;但愿能顺利地遇见那死者本人,让我们用武装起来的心去面对;因为他会拯救那明智地将自己托付给神的人;而如今我们确实必须迈步前行。
§1.2042Ἄμμιν δὲ λίθον τίς ἄρ’ ἀποκυλίσει;
但究竟有谁来为我们把石头转开呢?
§1.2043Ὀττοτοτοτοί·
痛哉,痛哉!
§1.2044Ἄναξ, Ἄναξ ἄφθιτε, τίς ὅδ’ ὁ κλόνος;
主啊,不朽的主,这震动究竟是什么?
§1.2045Πῶς δ’ ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος;
怎么这石头竟被发现突然转开了?
§1.2046κενὸς δ’ ὁρᾶται καὶ τάφος τοὗ Δεσπότου.
而主人的坟墓也显出是空空的。
§1.2047Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ §1.2048ἄρσιν νέκυος, αὖ δ’ ὑποστρέψω τάχει· §1.2049εὕροιμι δ’ ὧδε σὺν γυναιξί σ’ αὖ, κόρη.
因此我要离去,去告诉心爱的门徒们死体已被移走,我还会迅速转回;圣女啊,愿我能在此处再次遇见你与其他妇女同在。
§1.2050Εὖγ’ εὖγ’ ἐπανῆκες τάχιστα νῦν, φίλη· §1.2051ἐγὼ δὲ λίθον ἠρμένον βλέπουσ’ ἔτι §1.2052θαμβουμένη πέφρικα, πῶς ὧδ’ ἀθρόον §1.2053ὤφθη κυλισθείς τῆς θύρας πρὸ τοῦ τάφου.
好极了,好极了,朋友,你如今这么快就回来了;但我仍然凝视着那被移开的石头,惊恐得浑身发抖,不知道这石头怎么会如此突然地被发现从坟墓门前转开了。
§1.2054Ἄ ἄ·
啊,啊!
σίγα σίγα.
静音,静音。
§1.2055Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ’ ἄρα, §1.2056ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου, §1.2057πανευπρεπὴς, ἐσθῆτι λευκῇ χαρίεις;
这个形如闪亮火炬的人究竟是谁,他现在坐在石头的上方,极其端庄,穿着白衣,姿态优雅?
§1.2058στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα.
因为他闪烁着光芒,就如柔和的新雪一般。
§1.2059Ἰδοὺ δὲ καὶ φύλακες ὡς νεκροὶ κάτω.
看啊,守卫们也像死人一样倒在下面。
§1.2060Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ’ ἔστω φόβος· §1.2061ζητούμενος γὰρ οὐκέτ’ ἐστὶν ἐν τάφῳ, §1.2062Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος· §1.2063ὅδ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ νεκρὸς μένων, §1.2064ἀλλ’ ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει· §1.2065ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῖν θέλει.
但你们不要惊慌,也不要害怕;因为你们所寻找的那位已不在墓中,最近被钉十字架的主耶稣;这一位已不再留在墓中作死者,而是已经复活,正赶往加利利;如他所说,他现在希望向门徒们显现。
§1.2066Κενὸν δ’ ἰοῦσαι τὸν τόπον κατίδετε.
你们去看看那空着的地方吧。
§1.2067Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν §1.2068εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ’ ἔφην· §1.2069καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ, §1.2070ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου, §1.2071τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη· §1.2072φρουροί θ’ ἅϊδος θύρετρ’ ἀνεῖσαν φόβῳ §1.2073λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα §1.2074σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεὸν· §1.2075τῷ γ’ αὐτόματα δεσμὰ πάντ’ ἀπερράγη.
快去吧,快去,把这些话对他们说清楚;因为我已经说了所有的事;并且把一切事情告诉包括彼得在内的所有人,哈得斯已经消逝,基督已从墓中复活,墓口的石头已被有力地推开;哈得斯的守卫们因恐惧而放开了门户,得以解脱,而死者们向着大地的光明雀跃,呼求拯救他们的神;因为借着他,所有的束缚都自动破裂了。
§1.2076Ὠ καλλιφεγγὲς ἡλίου σέλας τόδε·
噢,这阳光美丽的闪耀!
§1.2077πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων.
如所期望的那样,忧虑的终点已经来到。
§1.2078Πέπτωκεν ἐχθρὸς, Χριστὸς ἀνέστη τάφου.
仇敌已经倒下,基督已从墓中复活。
§1.2079Ἠοῦς παρούσης τίς ποτ’ ἄρ’ ἡδυτέρα;
随着黎明到来,还有什么能比这更甜美?
§1.2080τί δ’ ἂν ἐμοὶ γένοιτο χαριέστερον;
于我而言,又有什么能更令人欣喜?
§1.2081Πῆ γοῦν τὸν ᾄδην καμβαλὼν βαίνεις, Τέχνον;
我的孩子,你推倒了哈得斯,究竟要往哪里去?
§1.2082πη πη δ’ ἐγώ σε καὶ πότ’ ἂν ἴδω, Τέκνον;
我的孩子,我究竟在何处、在何时才能见到你?
§1.2083Ἔλθ’ ἐλθὲ καὶ φάνηθι μητρὶ σῇ τάχει.
来吧,来吧,速速向你的母亲显现。
§1.2084ὄψει γε θᾶττον, ὡς ἐγᾦμαι, πλειόνων.
我想,你一定会比许多人更早见到他。
§1.2085Ἀλλ’ ἀπίωμεν, ὡς ὁ λευχείμων ἔφη, §1.2086μύσταις φίλοις ἅπασι χάρμα μηνῦσαι.
但让我们离去吧,正如那白衣人所说,去向所有亲爱的门徒们宣告这喜讯。
§1.2087Πρῶτον δ’ ἄπειμι πρὸς Πέτρον καὶ παρθένον, §1.2088εὐάγγελον φέρουσα βάξιν τοῖς φίλοις· §1.2089ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
但我首先要到彼得和那位圣女那里去,给朋友们带去大好的喜讯;因为那显现的人说过也要告诉彼得。
§1.2090Ἄπειμι γοῦν κένωσιν εἰπεῖν τοῦ τάφου §1.2091καὶ τὴν ὅρασιν τοῦ φανέντος καὶ λόγους· §1.2092οὗτοι δ’ ὅμως ἔδραμον ἰδεῖν τὸν τάφον, §1.2093οἶμαι δὲ πάντα σφᾶς θεωρῆσαι καλῶς.
因此我要前去宣告墓穴已空的事实,以及那显现者的容貌与言语;但他们依然跑去观看墓穴,我想他们已经把一切都看得清清楚楚。
§1.2094Ἀλλ’ ὤ·
但是,噢!
τίν’ ἀθρῶ;
我看见了谁?
Δεσπότην καινῇ θέᾳ;
以崭新姿态出现的主人吗?
§1.2095Οὐκ οἶδ’ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα· §1.2096μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν τινά — §1.2097Χαίρετε.
我不太确切地知道;然而确实可以推测;因为从容貌来看,绝非凡俗之人走上前来—— 愿你们喜乐。
§1.2098Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ, §1.2099ἔσχατον ἐχθρὸν συγκατασκάψας, πότμον.
愿你喜乐,善者之善子,万物的君王与主宰,彻底摧毁了最后的敌人——死亡。
§1.2100Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, §1.2101ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ· §1.2102τοὺς γὰρ ἐπ’ οὐδας νῦν κυνοῦσαι πίτνομεν, §1.2103καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ.
主啊,不朽的主,您是伟大的神,请允许我们在敬畏中触摸您的双足;因为我们现在伏在地上,亲吻着您的脚前,心中交织着狂喜与敬畏。
§1.2104Μὴ δὴ φοβεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
切莫害怕,愿你们心中毫无畏惧。
§1.2105Ἄπιτε δ’, ἀγγείλατ’ ἀδελφοῖς μου τάχει §1.2106ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως §1.2107ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν.
去吧,速速告诉我的弟兄们,赶往加利利,在那里他们必定会以某种方式见到我,正如我对他们说过的。
§1.2108Ὠ φαιδρότης ἄρρητός ἡλίου βολῆς,
噢,这阳光无法言喻的灿烂!

词汇与语法注释

  1. §1.2025φάους — 属格形式 φάους(来自 φῶς)在此处可能起表语作用,意为“作为光”,或者反映了模仿古典悲剧语言时的格混淆。在上下文中,它表达了“愿你作为光(或带来光)来到我身边”的愿望。
  2. §1.2038τυχεῖν τὸν νεκρὸν αὐτὸν — 不定词 τυχεῖν(τυγχάνω 的第二不定过去时)在古典希腊语中通常支配属格,但在此处它直接支配宾格 τὸν νεκρὸν αὐτὸν,反映了后古典时期格支配的变化。虽然它也可以被解释为不定词句子的主语(“愿死者自身得以获得……”),但前一种解释(“愿我们能成功遇见死者本人”)更符合承接前文“让我们再次前行”的逻辑。
  3. §1.2084πλειόνων — 取决于比较级副词 θᾶττον,此处比较属格 πλειόνων 意为“比许多人(更早)”。或者,也可以补充名词理解为“比许多(其他事情/别的人更早)”。这里表示预测圣母玛利亚将比其他人更早见到基督。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.2025-1.2108. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2025-1.2108

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。