Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.2109-1.2194

复活的喜悦与向门徒传报的准备

第 27 段,共 32 段 · 希腊语

内容简介

遇到复活耶稣的妇女们怀着敬畏与喜悦,准备赶往门徒处。守卫们整夜看守的事实被揭示,从而证实了耶稣逃脱哈得斯并已复活的传闻。

§1.2109ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως·
那优雅的黎明如今是如何升起!
§1.2110ὠ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων, §1.2111ὠ χάρμα παγκόσμιον, ὦ θυμηδία, §1.2112ὠ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα, §1.2113πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ §1.2114ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;
噢,光芒射线那无法言表的灿烂,噢,普世的喜悦,噢,欢欣,噢,令人振奋的快乐,噢,伟大的喜乐,人们究竟该如何诉说,该如何用言语宣告我此时心中的狂喜?
§1.2115Ἀλλ’ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη.
但让我们离去吧,正如主人所说。
§1.2116Ἐγγὺς ἰδοὺ, δέσποινα, φίλαι σοι κόραι §1.2117ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων §1.2118πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν, §1.2119τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ’ ἔτι.
看啊,女主人,在近处有你亲爱的少女们,以及所有其他加利利的造物,正奔向坟墓去膏抹遗体,她们至今还不知道他的复活。
§1.2120Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον· §1.2121οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν.
因此,让我们与她们一起再次前往坟墓;因为观看奇妙之事是永远不会厌倦的。
§1.2122Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι §1.2123ἐν τοῖς ἀγητοῖς λίχνος οὖσ’ ἁλίσκεται §1.2124ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται.
因为那渴望知晓一切的心,在对奇妙之事的贪求中被捕获,并且常常渴望去凝视这些。
§1.2125Ἀλλ’ ὤ· τίς ἐστιν εὐπρεπὴς νεανίας, §1.2126ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου;
但是,噢,那个端庄的青年是谁,他身穿白衣,坐在坟墓的右侧?
§1.2127Θάμβος μ’ ἔχει βλέπουσαν ἀστραπὴν θέας.
看着他那如闪电般惊艳的容颜,我满心惊叹。
§1.2128Μὴ δὴ θροεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
你们切莫惊慌,愿你们毫无畏惧。
§1.2129Τὸν Ναζαρηνὸν, οἶδ’, Ἰησοῦν, ὦ κόραι, §1.2130ζητεῖθ’· ὅδ’ ιὐκέτ’ ἐν τάφῳ μένων, §1.2131ἀλλ’ ἐξανέστη, καὶ κενὸς τόπος μένει.
我知道,少女们,你们正在寻找那纳匝肋人耶稣;他已不再留在墓中,而是已经复活,空出的地方正保留着。
§1.2132Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ §1.2133ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι τάχει.
因此,快去吧,告诉门徒们和彼得,让他速速在加利利向他们显现。
§1.2134Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη §1.2135πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους, §1.2136εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν. §1.2137ὁ γὰρ φανεὶς ςἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
我浑身颤抖,被恐惧所支配,现在要去往彼得和其余的朋友那里,再次带去大好的喜讯;因为显现的那位曾说也要告诉彼得。
§1.2138Άμμες δὲ θάμβει καταπλαγεῖσαι, κόραι, §1.2139ἔκστασιν ἐκστᾶσαί τε τῇ καινῇ θέᾳ §1.2140φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ, §1.2141σιγῇ φέρουσαι πᾶν ὅραμ’ ἄκουσμά τε, §1.2142καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα.
但我们,少女们啊,被惊愕所压倒,因这崭新的景象而陷入了极度的惊诧,让我们在战栗中以最快的速度逃离坟墓,在静默中带走所见所闻的一切,并且不要对任何人泄露半点。
§1.2143Μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων §1.2144φοβούμεναι τε τῶν βρόχων τὴν ἀγχόνην §1.2145νεκροπρεπές θ’ ὡς μνῆμα τόν γ’ αὐτοῦ τρόπον. §1.2146τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον, §1.2147φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω §1.2148καὶ δυσμενεῖ μὲν μηδὲν ἐξεγνωσμένων §1.2149εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις· §1.2150κακὸν γὰρ οὐδὲν οὐδενὶ, ξυνὸν δέ τι §1.2151πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων· §1.2152καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ’ οὐ φίλον, §1.2153νεκροφρόνων φρόνημα φυγούσαις καλῶς §1.2154καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ, §1.2155ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως.
记住那出卖言语者的诡计,恐惧着绞索的吊死,以及像他那种结局的如尸体般的坟墓;因着那在仇敌中间行了神秘游戏之人的缘故,让我们逃离,让我们走出阴暗的想法,我们对敌人切莫透露半点已知之事,除了只对亲爱的门徒们;因为这对任何人都不是坏事,而是某些共通的关乎至真至善的好消息;而且毫无虚假;虚假于我们而言并不讨喜,我们已成功避开了死人般的想法,并在敬畏中体验了极美的出神,借此,人人皆能敬虔地避开邪恶。
§1.2156Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις §1.2157ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων §1.2158μηδ’ ἐμφερούσαις μνημόσυνον εἰσέτι §1.2159νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι, §1.2160ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ §1.2161ἐπιβλέποντος πρὸς τρέμοντ’ αὐτοῦ λόγους.
对于走出坟墓的人们,如我所说,不应该向任何人透露任何此类事情,也不要再引入关于那位活着者的死人般作风的记忆,由于敬畏和极大的战栗而受到约束,面对着那注视着战栗者的祂的言语。
§1.2162Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι, §1.2163ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως. §1.2164κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις· §1.2165ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω, §1.2166καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν· §1.2167πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκρέρει;
少女们啊,让我们就这样逃离坟墓,以至于不对任何人以古怪的方式说起任何事;因为恶并没有任何实体;由此我得知,恶乃是虚无,并且对这样的人宣讲神秘之事是不合情理的;因为谁会向敌人泄露秘仪呢?
§1.2168Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον, §1.2169ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει, §1.2170ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ.
相反的事情对于美好而言显得敌对,正如夜之于昼,黑暗之于光明,虚假对立于真实的言语。
§1.2171Ἀλλ’ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους, §1.2172εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις.
但让我们更迅速地去往弟子们那里,向朋友们显明福音的喜悦。
§1.2173Ἀλλ’ ὤ·
但是,噢!
τίν’ ἀθρῶ νυκτὸς ἥκοντ’ ἐνθάδε;
我看见谁在夜间来到这里?
§1.2174Δέσποινα, μῆτερ Παιδὸς, οὐδέπων οὐδέπω §1.2175ἄλλην γυναῖκ’ ἔκλυον ἐκτεκεῖν ἐγώ.
女主人,御子之母啊,我从未,从未听说过有其他女人诞育过这样的孩子。
§1.2176Τίς εἶ σύ;
你是谁?
συμφρονῶν;
是同道之人吗?
κατ’ εὐφρόνην τε γὰρ §1.2177ἀμβλῶπες αὐγαὶ, κοὔ σε γινώσκω τορῶς
因为在夜里光线昏暗,我无法清楚地认出你。
§1.2178Εὔνους ἀεί σοι καὶ σφαγέντι σου τέκνῳ, §1.2179τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.
我始终对你及你那被杀害的孩子怀有善意,因着那些奇迹和你那善良的心。
§1.2180Νέον τί δ’ ἀγγελεῖς;
你有什么新消息要宣布?
τί;
什么?
τάχιστα φράσον.
请速速道来。
§1.2181Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω· §1.2182πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον §1.2183κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν· §1.2184ἀλλ’ οὐδὲν ἡσσον φέρω κεδνοὺς λόγους· §1.2185οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων·
女主人,愿你喜乐;这是我首先对你说的;极度喜乐者啊,愿你喜乐;因为这宣告的前奏,凡人中没有谁懂得用更美的方式来表达;但尽管如此,我带来了珍贵的言语;因为我是带了何等的消息来找你啊!
§1.2186Υἱὸν φανέντ’ ἄϊδος ἀγγελεῖς νέον;
你是要宣告那刚从哈得斯显现的御子吗?
§1.2187Ἔγνως, λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας· §1.2188ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις, §1.2189κἀν γῇ τὸν ᾄδην ἐκφυγὼν πορεύεται.
你猜到了,你使我免于说两倍多的话;祂已经来临并在场,正如传闻所言,祂已逃离哈得斯,正在地上行走。
§1.2190Τοιαῦτ’ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα.
因为我正是为了宣告这样的事而来的。
§1.2191Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ’ οἶδας πόθεν;
我们确实知道这事;但你是从哪里知道的?
§1.2192ἄγ’ εἰπὲ, πῶς φής;
来,说吧,你如何说?
πῶς λέγεις;
你如何讲述?
οἶδας δὲ πῶς;
你又是如何知道的?
§1.2193τί τ’ ἄρ’ ἐναργὲς τῶνδ’ ἐρεῖς τεκμήριον;
关于这些,你又会说出什么明证呢?
§1.2194Στρατὸς φυλάκων πᾶσαν ἀν’ ὄρφνην μένων
守卫们的军势,在整个黑暗中留守着……

词汇与语法注释

  1. §1.2117Γαλιλαίας θρεμμάτων — 意为“加利利的造物”,此处是一个诗意的属格短语,指从加利利跟随耶稣上来的妇女们。
  2. §1.2123λίχνος οὖσ’ ἁλίσκεται — 带有形容词 λíχνος(贪求的、渴望的)的分词 οὖσ’(οὖσα)与被动语态动词 ἁλíσκεται(被捕获、陷入)相结合,强调了主体因渴望而陷入某种状态。
  3. §1.2133ὀφθῆναι — 动词 ὁράω 的被动不定式,在间接引语中表示目的或结果,意为“使自己(向他们)显现”或“显现”。
  4. §1.2138Άμμες — 第一人称复数主格代词 ἡμεῖς 的多里斯及史诗方言变形,营造出一种庄严的悲剧合唱风格。
  5. §1.2139ἔκστασιν ἐκστᾶσαι — 同族宾语(cognate accusative)结构,不及物分词 ἐκστᾶσαι 与同源名词 ἔκστασιν 结合,强调“经历极度的惊愕”这一语义。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.2109-1.2194. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2109-1.2194

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。