Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1940-1.2024

黎明前探访坟墓与对第三日的期盼

第 25 段,共 32 段 · 希腊语

内容简介

玛利亚和同行的妇女(抹大拉的玛利亚)决定在黎明前冒着危险前往坟墓侦察。沉睡中的妇女们也纷纷醒来站立,玛利亚则对耶稣所预言的“第三日”的到来寄予了厚望与切实的企盼。

§1.1940μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει.
但他们正以蛮横的大胆追捕着门徒们。
§1.1941Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω §1.1942ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν· §1.1943ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’, ὡς ἔχει, §1.1944ἥξω πρὸς ὑμᾶς, πρὶν φάος μολεῖν χθόνα· §1.1945ἥξω δὲ θᾶττον.
我愿替你们冒此危险,前去作为神圣墓穴的侦察者;在从那里确切查明一切情况之后,在大地迎来光明之前,我就会回到你们身边;而且我会尽快回来。
Τόνδ’ ὑφίσταμαι πόνον §1.1946ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν· §1.1947κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα §1.1948αὐτὸς παράσχῃ νεκρὸς, οὐ νεκρὸς δ’ ἐμοὶ.
我承受这劳苦,是为了我已被解救脱离的那诸多恶行;并且由此,或许那死者自身会赐予更荣耀的礼物——对我而言他并非死者。
§1.1949Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.
看来应当歇息了,而黑暗于我依然留存。
§1.1950Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἔως, §1.1951ἣν εἴθ᾿ ἴδοιμι τάχιον γε, Παντάναξ· §1.1952ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος· §1.1953ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω, §1.1954αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον· §1.1955πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ §1.1956ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.
那么让我们睡吧,睡吧;黎明已然不远,万物的君王啊,但愿我能尽快见到它;不过一到黎明,我就会像飞快的跑者一样出发;或许我还会遇到一同奔跑的姐妹们,她们选择留守并注视着坟墓;因为她们所有人当时都与我心意一致地急切,要在今夜坚守,以便为死者涂上香料。
§1.1957Ἄπιθ᾿ ἄπιθι· προδραμοῦσα τί μάθοις, §1.1958ἀνδρώαν εἰσφέρουσα τὴν τολμηρίαν;
去吧,去吧;你若独自抢先跑去,能探知些什么呢,凭着你那男儿般的大胆?
§1.1959Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ Κόρῃ §1.1960ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων· §1.1961πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον, §1.1962ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων.
而我们则将与这位少女自身一起在后跟随,还有加利利羊群中的其他许多妇女;因为我认为所有人都会与你一同奔往坟墓,渴望能亲眼看见所期盼之事的结局。
§1.1963Μικρὸν δ’ ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο.
让我们稍稍歇息片刻吧,黎明并不遥远。
§1.1964Σφοδρῶς πονεῖν με χρὴ, πονοῦσαν δ’ ἄξιον §1.1965μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον §1.1966ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν, §1.1967ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω.
我必须加倍努力,而对辛劳付出的人而言,理当展望其回报;因为呈现在所有人面前的工作赏赐,都会孕育出双重的恩典,这恩典我已经满溢地领受,且将再次获得。
§1.1968Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς, §1.1969σύ τ᾿ εὖ παραινεῖς καὶ σὺ καιρίῳ,. λέγεις, §1.1970λέγεις δὲ μισθὸν καὶ χάριν, ὅσην ἔχεις,
是的,这很合宜,你的看法并无偏差,你的规劝极其妥当,你的说话也非常中肯,你谈到了赏赐和你所拥有的那般巨大的恩宠,你此前已得着了它,愿你能够再次得着;然而,除了这些之外,你还要索求什么更大的荣宠呢?
§1.1971προ τῶν λαβοῦσα, καὶ πάλιν λάβοις· §1.1972πλὴν οὐν τί μεῖζον τῶνδ’ ἀπαιτήσεις γέρας; §1.1973δώσει δ’ ὅμως σοὶ δῶρ’, ἃ καλλιστεύεται §1.1974τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγὼ, πολὺ, §1.1975μακαρία δ’ ἔπειτα κυρήσασ’ ἔσῃ.
尽管如此,他仍会赐予你那被视作最美的礼物,在如今人间的一切事物中,那件礼物远远胜出,这我很清楚,随后你便会因得着它们而成为有福之人。
§1.1976Ἰδοὺ, τὸ σόν γε προσκοπουμένη δράμω· §1.1977πρώτη δ’ ἴδοιμι τὴν ἀνάστασιν, κόρη· §1.1978μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε· §1.1979ἀθρεῖς γὰρ, ἀθρεῖς τὴν ἐμὴν προθυμίαν.
且看,我会时刻顾念着你的心意奔去;圣女啊,愿我能成为第一个亲眼看见复活的人;因为我祈求将此作为我一切辛劳的赏赐;因为你确实看见了、看见了我满腔的热枕。
§1.1980Ὅρα, κατ᾿ ὄρφναν μὴ φύλαξιν ἐντύχῃς.
当心,切莫在黑暗中遭遇了守卫。
§1.1981Φυλάξομαί τοι καὶ πόδ’ ἡσύχως βαλῶ.
我一定会小心的,而且我会悄悄地迈步。
§1.1982Ἀλλ’ εὐτυχοίην καὶ τύχοιμι δ’, ὧν ἐρᾷς· §1.1983ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει, §1.1984ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω.
但愿我能顺利成功,并带回你所切望的事物;因为你无论如何都渴望能尽早见到你的儿子,我正是怀着这般的渴望,才冒着生命危险奔赴前去。
§1.1985Βάθ’ ὡς τάχιστ’, ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ, §1.1986εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω.
快些去吧,对我而言,关于我所极度期盼之事,愿你成为带回佳音的使者,好让我得以如愿。
§1.1987Εἴκω κελευσθεῖσ᾿ οὖσα γάρ μοι δεσπότις §1.1988οὐκ ἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλὰ πείθομαι.
既蒙吩咐,我便顺服;因为您是我的女主人,您在此事上绝不会有错,我谨遵从。
§1.1989Ἐφέψομαι κἀγὼ δὲ σὺν σοὶ, Μαρία· §1.1990ἀλγῶ γὰρ, ἀλγῶ καὶ μένειν σοῦ κατόπιν.
玛利亚,我也要与你一同前去;因为被你落在身后,于我而言真的万分痛苦。
§1.1991Οὕτω μέλουσα πῶς ποτ’ οἴσω νῦν τλάμων;
心中如此焦虑,可怜的我如今又怎能坐得住?
§1.1992Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα· §1.1993σὲ γὰρ ἔχουσα σύνοδον χαίρω μέγα.
那么让我们出发吧,我亲爱的少女;因为有你作伴,我心中感到无比欢喜。
§1.1994Αἵδ᾿ ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο.
她们仍未将睡意从眼眸中驱散。
§1.1995Ἔγρεσθ᾿ ἔγρεσθε·
醒醒,醒醒!
τί, γυναῖκες, μέλλετε;
妇女们,你们还在迟疑什么?
§1.1996γοργωπὸν ἕδραν τῶν βλεφάρων λύσατε.
舒展开你们沉重闭合的双眼吧。
§1.1997Οὐ λεύσετ᾿ μηνάδος αἴγλην παμφαῆ;
难道你们看不见那皎洁充盈的月光吗?
§1.1998ἀὼς πέλας, ἀὼς·
黎明近了,黎明!
ὅδ’ ἀστὴρ ἔγγιος, §1.1999θέλγει δ’ ἕδραν ὄμματος ἅδιστος γ’ ὕπνος· §1.2000ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις §1.2001ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις.
这颗星辰已经临近,最甘美的睡眠却依旧迷醉着双眼的角落;那最最甜美的梦乡已经沁入了眼帘,进到了因哀伤而冰封的心灵之中。
§1.2002Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένη §1.2003ἄγρυπνον ὄμμα πᾶσαν ἀν’ ὄρφνην στρέφω.
而我则满怀忧虑,带着因哀伤而冰冷的心,在一整夜的黑暗中始终转动着清醒不眠的双眸。
§1.2004Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα, §1.2005σφοδρᾷ μελήσει καρδίας δεδηγμένη.
让我们赶快动身吧,我亲爱的少女,内心正备受那焦灼苦痛的煎熬。
§1.2006Στείχωμεν οὐν τάχιστα τοῦ τύμβου πέλας· §1.2007αἵδ’ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων §1.2008ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει.
那么让我们以最快的速度走到坟墓跟前;至于她们,一旦驱散了眼中的睡意,也会迈着轻轻的步子,尽早赶过来的。
§1.2009Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.
是的,是的,我们快走吧;愿一切皆得顺遂。
§1.2010Πέποιθα πᾶσι δ’ ἡμέραν ἐλευθέραν §1.2011ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
我深信,那徐徐升起的太阳光芒会给所有人带来得享自由的一天。
§1.2012Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν §1.2013νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι, §1.2014οἶμαι, πελείας ὠκύτητ’ οὐχ ἥσσονες §1.2015ποδῶν δράμωσι συντόνοις ὁρμήμασιν· §1.2016αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα, §1.2017σαφῆ κελευσμὸν συντρέχειν πρὸς τὸν τάφον.
走吧,走吧;而在后方的那些妇人们,此刻耳畔已隐约听到了声响,我想她们会不逊于飞鸽的神速,迈着紧凑的步伐奋力奔跑而来的;因为我将再次发出那清亮的声音,给出明晰的号令,教她们一同奔向那墓穴。
§1.2018ὀρθαὶ δ’ ἰδού γε· θαῦμ’ ἰδεῖν εὐκοσμίας.
看啊,她们已经站起身了;这般井然优美的姿态着实令人惊叹。
§1.2019Αἲ αἴ·
哀哉,痛哉!
§1.2020Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον, §1.2021τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις.
我的孩子啊,看啊,那期盼已久的第三日,已经是第三天的曙光,你友人们的希望。
§1.2022Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει.
愿这一日千万不要平白虚度,否则我还不如死去。
§1.2023Ὠ Τέκνον, ὡ φίλτατον, ω’ §1.2024πότ’ ἄρ’ ἐγώ σ’ ἢ ποῦ σ’ ἡ παντλήμων ἴδω;
噢,我的孩子,我最亲爱的,噢,究竟何时,又是在何处,我这最命苦的人才能见到你呢?

词汇与语法注释

  1. §1.1941πρὸς ὑμῶν — 介词 πρός 连用属格在此表示“代替你们”或“为了你们的利益”,强调说话者自愿承担危险的姿态。
  2. §1.1946ὧν ἀπηλλάγην — 关系代名词的格受到先行词 κακῶν 的吸引而同化为属格(关系代词吸引),这简化了由动词 ἀπαλλάσσω 所支配的分离属格结构。
  3. §1.1948οὐ νεκρὸς δ’ ἐμοὶ — 与格 ἐμοί 是关系与格,意为“对我而言并非死者”,表达了强烈的信仰宣告,与主句中的 νεκρός 形成对比,强调基督真正的生命。
  4. §1.1996γοργωπὸν ἕδραν — 直译为“眼睑的狰狞之座”。在悲剧语境中,这是一种诗意的比喻,用来形容因沉睡而沉重闭上的双眼。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1940-1.2024. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1940-1.2024

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。