Humanitext Reader

欧几里得 · 几何原本 §8.prop.21-8.prop.22

两个比例中项与相似立体数及连比例中的平方数

第 144 段,共 316 段 · 希腊语

内容简介

在第8卷命题21中,证明了如果两个数之间有两个数连续成比例地插入,那么这些数将是相似的立体数。在命题22中,证明了如果三个数连续成比例且第一个数是平方数,那么第三个数也将是平方数。

§8.prop.21ἐὰν δύο ἀριθμῶν δύο μέσοι ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅμοιοι στερεοί εἰσιν οἱ ἀριθμοί.
如果两个数之间有两个数连续成比例地插入,那么这些数将是相似的立体数。
δύο γὰρ ἀριθμῶν τῶν Α, Β δύο μέσοι ἀνάλογον ἐμπιπτέτωσαν ἀριθμοὶ οἱ Γ, Δ· λέγω, ὅτι οἱ Α, Β ὅμοιοι στερεοί εἰσιν.
因为设在两个数 Α、Β 之间有两个数 Γ、Δ 连续成比例地插入;我声称,Α、Β 是相似的立体数。
εἰλήφθωσαν γὰρ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Γ, Δ τρεῖς οἱ Ε, Ζ, Η· οἱ ἄρα ἄκροι αὐτῶν οἱ Ε, Η πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
因为设取与 Α、Γ、Δ 具有相同比的三个数中最小的数 Ε、Ζ、Η;因此它们的两端 Ε、Η 互质。
καὶ ἐπεὶ τῶν Ε, Η εἷς μέσος ἀνάλογον ἐμπέπτωκεν ἀριθμὸς ὁ Ζ, οἱ Ε, Η ἄρα ἀριθμοὶ ὅμοιοι ἐπίπεδοί εἰσιν.
又由于在 Ε、Η 之间有一个数 Ζ 连续成比例地插入,因此数 Ε、Η 是相似的平面数。
ἔστωσαν οὖν τοῦ μὲν Ε πλευραὶ οἱ Θ, Κ, τοῦ δὲ Η οἱ Λ, Μ. φανερὸν ἄρα ἐστὶν ἐκ τοῦ πρὸ τούτου, ὅτι οἱ Ε, Ζ, Η ἑξῆς εἰσιν ἀνάλογον ἔν τε τῷ τοῦ Θ πρὸς τὸν Λ λόγῳ καὶ τῷ τοῦ Κ πρὸς τὸν Μ. καὶ ἐπεὶ οἱ Ε, Ζ, Η ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Γ, Δ, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Ε, Ζ, Η τῷ πλήθει τῶν Α, Γ, Δ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Ε πρὸς τὸν Η, οὕτως ὁ Α πρὸς τὸν Δ. οἱ δὲ Ε, Η πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα, τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· ἰσάκις ἄρα ὁ Ε τὸν Α μετρεῖ καὶ ὁ Η τὸν Δ. ὁσάκις δὴ ὁ Ε τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ν. ὁ Ν ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Α πεποίηκεν.
设 Ε 的边为 Θ、K,而 Η 的边为 Λ、M。 因此由前一命题显然可知,Ε、Ζ、Η 在 Θ 对 Λ 的比以及 K 对 M 的比中是连续成比例的。 由于 Ε、Ζ、Η 是与 Α、Γ、Δ 具有相同比的数中最小的,并且 Ε、Ζ、Η 的个数与 Α、Γ、Δ 的个数相等,因此由等比定理,Ε 对 Η 就像 Α 对 Δ。 而 Ε、Η 互质,且互质的数也是最小的,而最小的数以相同的次数度量与它们具有相同比的数,较大者度量较大者,较小者度量较小者,即前件度量前件,后件度量后件;因此 Ε 度量 Α 的次数与 Η 度量 Δ 的次数相同。 那么,设在 Ν 中的单位个数与 Ε 度量 Α 的次数相同;因此 Ν 乘以 Ε 生成了 Α。
ὁ δὲ Ε ἐστιν ὁ ἐκ τῶν Θ, Κ· ὁ Ν ἄρα τὸν ἐκ τῶν Θ, Κ πολλαπλασιάσας τὸν Α πεποίηκεν.
而 Ε 是由 Θ、K 相乘所得之积;因此 Ν 乘以 Θ、K 之积生成了 Α。
στερεὸς ἄρα ἐστὶν ὁ Α, πλευραὶ δὲ αὐτοῦ εἰσιν οἱ Θ, Κ, Ν. πάλιν, ἐπεὶ οἱ Ε, Ζ, Η ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Γ, Δ, Β, ἰσάκις ἄρα ὁ Ε τὸν Γ μετρεῖ καὶ ὁ Η τὸν Β. ὁσάκις δὴ ὁ Ε τὸν Γ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ξ. ὁ Η ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν τῷ Ξ μονάδας· ὁ Ξ ἄρα τὸν Η πολλαπλασιάσας τὸν Β πεποίηκεν.
因此 Α 是一个立体数,其边为 Θ、K、N。 再次,由于 Ε、Ζ、Η 是与 Γ、Δ、Β 具有相同比的数中最小的,因此 Ε 度量 Γ 的次数与 Η 度量 Β 的次数相同。 那么,设在 Ξ 中的单位个数与 Ε 度量 Γ 的次数相同;因此 Η 按照 Ξ 中的单位个数度量 Β;因此 Ξ 乘以 Η 生成了 Β。
ὁ δὲ Η ἐστιν ὁ ἐκ τῶν Λ, Μ· ὁ Ξ ἄρα τὸν ἐκ τῶν Λ, Μ πολλαπλασιάσας τὸν Β πεποίηκεν.
而 Η 是由 Λ、M 相乘所得之积;因此 Ξ 乘以 Λ、M 之积生成了 Β。
στερεὸς ἄρα ἐστὶν ὁ Β, πλευραὶ δὲ αὐτοῦ εἰσιν οἱ Λ, Μ, Ξ· οἱ Α, Β ἄρα στερεοί εἰσιν.
因此 Β 是一个立体数,其边为 Λ、M、Ξ;因此 Α、Β 是立体数。
λέγω, ὅτι καὶ ὅμοιοι.
现在我声称,它们也是相似的。
ἐπεὶ γὰρ οἱ Ν, Ξ τὸν Ε πολλαπλασιάσαντες τοὺς Α, Γ πεποιήκασιν, ἔστιν ἄρα ὡς ὁ Ν πρὸς τὸν Ξ, ὁ Α πρὸς τὸν Γ, τουτέστιν ὁ Ε πρὸς τὸν Ζ. ἀλλʼ ὡς ὁ Ε πρὸς τὸν Ζ, ὁ Θ πρὸς τὸν Λ καὶ ὁ Κ πρὸς τὸν Μ·
因为由于 Ν、Ξ 乘以 Ε 生成了 Α、Γ,因此,Ν 对 Ξ 就像 Α 对 Γ,即 Ε 对 Ζ。 但 Ε 对 Ζ 就像 Θ 对 Λ 且 K 对 M;因此,Θ 对 Λ 就像 K 对 M 且 Ν 对 Ξ。
καὶ ὡς ἄρα ὁ Θ πρὸς τὸν Λ, οὕτως ὁ Κ πρὸς τὸν Μ καὶ ὁ Ν πρὸς τὸν Ξ. καί εἰσιν οἱ μὲν Θ, Κ, Ν πλευραὶ τοῦ Α, οἱ δὲ Ξ, Λ, Μ πλευραὶ τοῦ Β. οἱ Α, Β ἄρα ἀριθμοὶ ὅμοιοι στερεοί εἰσιν· ὅπερ ἔδει δεῖξαι.
并且 Θ、K、N 是 Α 的边,而 Ξ、Λ、M 是 Β 的边。 因此数 Α、Β 是相似的立体数;这即是所要求证的。
§8.prop.22ἐὰν τρεῖς ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, ὁ δὲ πρῶτος τετράγωνος ᾖ, καὶ ὁ τρίτος τετράγωνος ἔσται.
如果三个数连续成比例,且第一个数是平方数,那么第三个数也将是平方数。
ἔστωσαν τρεῖς ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, ὁ δὲ πρῶτος ὁ Α τετράγωνος ἔστω· λέγω, ὅτι καὶ ὁ τρίτος ὁ Γ τετράγωνός ἐστιν.
设三个数 Α、Β、Γ 连续成比例,且第一个数 Α 是平方数;我声称,第三个数 Γ 也是平方数。
ἐπεὶ γὰρ τῶν Α, Γ εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμὸς ὁ Β, οἱ Α, Γ ἄρα ὅμοιοι ἐπίπεδοί εἰσιν.
因为由于在 Α、Γ 之间有一个数 Β 连续成比例,因此 Α、Γ 是相似的平面数。
τετράγωνος δὲ ὁ Α· τετράγωνος ἄρα καὶ ὁ Γ· ὅπερ ἔδει δεῖξαι.
而 Α 是平方数;因此 Γ 也是平方数;这即是所要求证的。

词汇与语法注释

  1. 8.prop.21τῶν τὸν αὐτὸν λόγον ἐχόντων — 部分属格。它代指“具有相同比的那些数”,说明 Ε、Ζ、Η 是在这些具有相同比的数组中取最小的。
  2. 8.prop.21ἔν τε τῷ τοῦ Θ πρὸς τὸν Λ λόγῳ καὶ τῷ τοῦ Κ πρὸς τὸν Μ — 表示基准或关系的与格短语,通过并列连词 `τε ... καί` 将两个比并列,说明其连续比例的关系。
  3. 8.prop.21ὁ ἐκ τῶν Θ, Κ — 使用介词 `ἐκ` 的数学惯用表达,表示由因子 Θ、K 相乘所得的“积”。
  4. 8.prop.22τῶν Α, Γ — 属格。受形容词 `μέσος` 支配,表示“在 Α 和 Γ 之间”。

引用这一段

欧几里得, 几何原本 §8.prop.21-8.prop.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.21-8.prop.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。