Humanitext Reader

欧几里得 · 几何原本 §8.prop.23-8.prop.27

平方数与立方数之比及相似数

第 145 段,共 316 段 · 希腊语

内容简介

这些命题探讨了连续比例数中立方数的性质以及具有平方数或立方数之比的两数性质(命题23-25),并证明了相似平面数和立体数的比分别等于平方数和立方数的比(命题26-27)。

§8.prop.23ἐὰν τέσσαρες ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, ὁ δὲ πρῶτος κύβος ᾖ, καὶ ὁ τέταρτος κύβος ἔσται.
如果四个数连续成比例,且第一个数是立方数,那么第四个数也将是立方数。
ἔστωσαν τέσσαρες ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, Δ, ὁ δὲ Α κύβος ἔστω· λέγω, ὅτι καὶ ὁ Δ κύβος ἐστίν.
设四个数 Α、Β、Γ、Δ 连续成比例,且 Α 是立方数;我声称,Δ 也是立方数。
ἐπεὶ γὰρ τῶν Α, Δ δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοὶ οἱ Β, Γ, οἱ Α, Δ ἄρα ὅμοιοί εἰσι στερεοὶ ἀριθμοί.
因为由于在 Α、Δ 之间有两个数 Β、Γ 连续成比例,因此 Α、Δ 是相似的立体数。
κύβος δὲ ὁ Α· κύβος ἄρα καὶ ὁ Δ· ὅπερ ἔδει δεῖξαι.
而 Α 是立方数;因此 Δ 也是立方数;这即是所要求证的。
§8.prop.24ἐὰν δύο ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχωσιν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, ὁ δὲ πρῶτος τετράγωνος ᾖ, καὶ ὁ δεύτερος τετράγωνος ἔσται.
如果两个数具有平方数对平方数相同的比,且第一个数是平方数,那么第二个数也将是平方数。
δύο γὰρ ἀριθμοὶ οἱ Α, Β πρὸς ἀλλήλους λόγον ἐχέτωσαν, ὃν τετράγωνος ἀριθμὸς ὁ Γ πρὸς τετράγωνον ἀριθμὸν τὸν Δ, ὁ δὲ Α τετράγωνος ἔστω· λέγω, ὅτι καὶ ὁ Β τετράγωνός ἐστιν.
因为设两个数 Α、Β 具有平方数 Γ 对平方数 Δ 相同的比,且 Α 是平方数;我声称,Β 也是平方数。
ἐπεὶ γὰρ οἱ Γ, Δ τετράγωνοί εἰσιν, οἱ Γ, Δ ἄρα ὅμοιοι ἐπίπεδοί εἰσιν.
因为由于 Γ、Δ 是平方数,因此 Γ、Δ 是相似的平面数。
τῶν Γ, Δ ἄρα εἷς μέσος ἀνάλογον ἐμπίπτει ἀριθμός.
因此有一个数连续成比例地插入 Γ、Δ 之间。
καί ἐστιν ὡς ὁ Γ πρὸς τὸν Δ, ὁ Α πρὸς τὸν Β· καὶ τῶν Α, Β ἄρα εἷς μέσος ἀνάλογον ἐμπίπτει ἀριθμός.
而 Γ 对 Δ 就像 Α 对 Β;因此在 Α、Β 之间也连续成比例地插入一个数。
καί ἐστιν ὁ Α τετράγωνος· καὶ ὁ Β ἄρα τετράγωνός ἐστιν· ὅπερ ἔδει δεῖξαι.
而 Α 是平方数;因此 Β 也是平方数;这即是所要求证的。
§8.prop.25ἐὰν δύο ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχωσιν, ὃν κύβος ἀριθμὸς πρὸς κύβον ἀριθμόν, ὁ δὲ πρῶτος κύβος ᾖ, καὶ ὁ δεύτερος κύβος ἔσται.
如果两个数具有立方数对立方数相同的比,且第一个数是立方数,那么第二个数也将是立方数。
δύο γὰρ ἀριθμοὶ οἱ Α, Β πρὸς ἀλλήλους λόγον ἐχέτωσαν, ὃν κύβος ἀριθμὸς ὁ Γ πρὸς κύβον ἀριθμὸν τὸν Δ, κύβος δὲ ἔστω ὁ Α· λέγω, ὅτι καὶ ὁ Β κύβος ἐστίν.
因为设两个数 Α、Β 具有立方数 Γ 对立方数 Δ 相同的比,且 Α 是立方数;我声称,Β 也是立方数。
ἐπεὶ γὰρ οἱ Γ, Δ κύβοι εἰσίν, οἱ Γ, Δ ὅμοιοι στερεοί εἰσιν· τῶν Γ, Δ ἄρα δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί.
因为由于 Γ、Δ 是立方数,所以 Γ、Δ 是相似的立体数;因此在 Γ、Δ 之间连续成比例地插入两个数。
ὅσοι δὲ εἰς τοὺς Γ, Δ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς· ὥστε καὶ τῶν Α, Β δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί.
而凡是连续成比例地插入 Γ、Δ 之间的数有多少,插入与它们具有相同比的数之间的数也就有多少;所以,在 Α、Β 之间也连续成比例地插入两个数。
ἐμπιπτέτωσαν οἱ Ε, Ζ. ἐπεὶ οὖν τέσσαρες ἀριθμοὶ οἱ Α, Ε, Ζ, Β ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστι κύβος ὁ Α, κύβος ἄρα καὶ ὁ Β· ὅπερ ἔδει δεῖξαι.
设它们为 Ε、Ζ 插入。 由于四个数 Α、Ε、Ζ、Β 连续成比例,且 Α 是立方数,因此 Β 也是立方数;这即是所要求证的。
§8.prop.26οἱ ὅμοιοι ἐπίπεδοι ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχουσιν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν.
相似的平面数具有平方数对平方数相同的比。
ἔστωσαν ὅμοιοι ἐπίπεδοι ἀριθμοὶ οἱ Α, Β· λέγω, ὅτι ὁ Α πρὸς τὸν Β λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν.
设 Α、Β 是相似的平面数;我声称,Α 对 Β 具有平方数对平方数相同的比。
ἐπεὶ γὰρ οἱ Α, Β ὅμοιοι ἐπίπεδοί εἰσιν, τῶν Α, Β ἄρα εἷς μέσος ἀνάλογον ἐμπίπτει ἀριθμός.
因为由于 Α、Β 是相似的平面数,因此在 Α、Β 之间连续成比例地插入一个数。
ἐμπιπτέτω καὶ ἔστω ὁ Γ, καὶ εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Γ, Β οἱ Δ, Ε, Ζ· οἱ ἄρα ἄκροι αὐτῶν οἱ Δ, Ζ τετράγωνοί εἰσιν.
设它插入且为 Γ,并设取与 Α、Γ、Β 具有相同比的数中最小的数 Δ、Ε、Ζ;因此它们的两端 Δ、Ζ 是平方数。
καὶ ἐπεί ἐστιν ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Α πρὸς τὸν Β, καί εἰσιν οἱ Δ, Ζ τετράγωνοι, ὁ Α ἄρα πρὸς τὸν Β λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ὅπερ ἔδει δεῖξαι.
又由于 Δ 对 Ζ 就像 Α 对 Β,且 Δ、Ζ 是平方数,因此 Α 对 Β 具有平方数对平方数相同的比;这即是所要求证的。
§8.prop.27οἱ ὅμοιοι στερεοὶ ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχουσιν, ὃν κύβος ἀριθμὸς πρὸς κύβον ἀριθμόν.
相似的立体数具有立方数对立方数相同的比。
ἔστωσαν ὅμοιοι στερεοὶ ἀριθμοὶ οἱ Α, Β· λέγω, ὅτι ὁ Α πρὸς τὸν Β λόγον ἔχει, ὃν κύβος ἀριθμὸς πρὸς κύβον ἀριθμόν.
设 Α、Β 是相似的立体数;我声称,Α 对 Β 具有立方数对立方数相同的比。
ἐπεὶ γὰρ οἱ Α, Β ὅμοιοι στερεοί εἰσιν, τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί.
因为由于 Α、Β 是相似的立体数,因此在 Α、Β 之间连续成比例地插入两个数。
ἐμπιπτέτωσαν οἱ Γ, Δ, καὶ εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Γ, Δ, Β ἴσοι αὐτοῖς τὸ πλῆθος οἱ ε, Ζ, Η, Θ· οἱ ἄρα ἄκροι αὐτῶν οἱ Ε, Θ κύβοι εἰσίν.
设它们为 Γ、Δ 插入,并设取与 Α、Γ、Δ、Β 具有相同比的、且个数与它们相等的最小的数 Ε、Ζ、Η、Θ;因此它们的两端 Ε、Θ 是立方数。
καί ἐστιν ὡς ὁ Ε πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Β· καὶ ὁ Α ἄρα πρὸς τὸν Β λόγον ἔχει, ὃν κύβος ἀριθμὸς πρὸς κύβον ἀριθμόν· ὅπερ ἔδει δεῖξαι.
且 Ε 对 Θ 就像 Α 对 Β;因此 Α 对 Β 也具有立方数对立方数相同的比;这即是所要求证的。

词汇与语法注释

  1. 8.prop.24τῶν Γ, Δ — 属格 τῶν Γ, Δ 依赖于形容词 μέσος(或受“落入...之间”这一动词性概念的支配),表示“在 Γ 与 Δ 之间”。
  2. 8.prop.25τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς — 在关系紧密句 ὅσοι... τοσοῦτοι... 中,后半句省略了动词 ἐμπίπτουσιν。前置词 εἰς 表示进入“具有相同比的数之介”的动态关系。
  3. 8.prop.27ἴσοι αὐτοῖς τὸ πλῆθος — τὸ πλῆθος 是关系宾格(“在数量上”),而与格 αὐτοῖς 受形容词 ἴσοι(“与...相等”)支配,指代前述的四个数(Α、Γ、Δ、Β)。

引用这一段

欧几里得, 几何原本 §8.prop.23-8.prop.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.23-8.prop.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。