Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.21-5.prop.22

扰乱比例的大小对应与等比下的比相等

第 80 段,共 316 段 · 希腊语

内容简介

命题21证明了在“乱了顺序的比例”中,第一列首尾两项的大小关系与第二列首尾两项的大小关系相一致。命题22证明了对于任意多个量,若两两相比比例相同,则它们在等比中(即第一量与最后一量之比)也比例相同。

§5.prop.21ἐὰν ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, διʼ ἴσου δὲ τὸ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ τέταρτον τοῦ ἕκτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον.
如果有三个量,以及与它们个数相等的另外三个量,两两相比且比例相同,且它们的比例是乱了顺序的,并在等比中第一量大于第三量,那么第四量也将大于第六量,若相等则相等,若小于则小于。
ἔστω τρία μεγέθη τὰ Α, Β, Γ καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Δ, Ε, Ζ, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, ἔστω δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ, ὡς δὲ τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ε, διʼ ἴσου δὲ τὸ Α τοῦ Γ μεῖζον ἔστω· λέγω, ὅτι καὶ τὸ Δ τοῦ Ζ μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον.
设三个量为 A, B, Γ,以及与它们个数相等的另外三个量为 Δ, E, Z,两两相比且比例相同,且设它们的比例是乱了顺序的,正如 A 对 B 正如 E 对 Z,而 B 对 Γ 正如 Δ 对 E,且在等比中设 A 大于 Γ;我说,Δ 也将大于 Z,若相等则相等,若小于则小于。
ἐπεὶ γὰρ μεῖζόν ἐστι τὸ Α τοῦ Γ, ἄλλο δέ τι τὸ Β, τὸ Α ἄρα πρὸς τὸ Β μείζονα λόγον ἔχει ἤπερ τὸ Γ πρὸς τὸ Β. ἀλλʼ ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ, ὡς δὲ τὸ Γ πρὸς τὸ Β, ἀνάπαλιν οὕτως τὸ Ε πρὸς τὸ Δ. καὶ τὸ Ε ἄρα πρὸς τὸ Ζ μείζονα λόγον ἔχει ἤπερ τὸ Ε πρὸς τὸ Δ. πρὸς ὃ δὲ τὸ αὐτὸ μείζονα λόγον ἔχει, ἐκεῖνο ἔλασσόν ἐστιν·
因为,既然 A 大于 Γ,而 B 是另一个量,因此 A 对 B 比 Γ 对 B 有较大的比。 然而,正如 A 对 B 有 E 对 Z,而正如 Γ 对 B,相反地有 E 对 Δ;因此 E 对 Z 比 E 对 Δ 有较大的比。
ἔλασσον ἄρα ἐστὶ τὸ Ζ τοῦ Δ· μεῖζον ἄρα ἐστὶ τὸ Δ τοῦ Ζ. ὁμοίως δὴ δείξομεν, ὅτι κἂν ἴσον ᾖ τὸ Α τῷ Γ, ἴσον ἔσται καὶ τὸ Δ τῷ Ζ, κἂν ἔλαττον, ἔλαττον.
而相同量对其有较大比者较小;因此 Z 小于 Δ;因此 Δ 大于 Z。 同样,我们也将证明,如果 A 等于 Γ,则 Δ 也将等于 Z,若小于则小于。
ἐὰν ἄρα ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, διʼ ἴσου δὲ τὸ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ τέταρτον τοῦ ἕκτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον· ὅπερ ἔδει δεῖξαι.
因此,如果有三个量,以及与它们个数相等的另外三个量,两两相比且比例相同,且它们的比例是乱了顺序的,并在等比中第一量大于第三量,那么第四量也将大于第六量,若相等则相等,若小于则小于;这就是所要证明的。
§5.prop.22ἐὰν ᾖ ὁποσαοῦν μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται.
如果有任意多个量,以及与它们个数相等的另外一些量,两两相比且比例相同,那么它们在等比中也将比例相同。
ἔστω ὁποσαοῦν μεγέθη τὰ Α, Β, Γ καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Δ, Ε, Ζ, σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Δ πρὸς τὸ Ε, ὡς δὲ τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ Ε πρὸς τὸ Ζ· λέγω, ὅτι καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται.
设任意多个量为 A, B, Γ,以及与它们个数相等的另外一些量为 Δ, E, Z,两两相比且比例相同,正如 A 对 B 正如 Δ 对 E,而 B 对 Γ 正如 E 对 Z;我说,它们在等比中也将比例相同。
εἰλήφθω γὰρ τῶν μὲν Α, Δ ἰσάκις πολλαπλάσια τὰ η, Θ, τῶν δὲ Β, Ε ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Κ, Λ, καὶ ἔτι τῶν Γ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Μ, Ν. καὶ ἐπεί ἐστιν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Δ πρὸς τὸ Ε, καὶ εἴληπται τῶν μὲν Α, Δ ἰσάκις πολλαπλάσια τὰ η, Θ, τῶν δὲ Β, Ε ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Κ, Λ, ἔστιν ἄρα ὡς τὸ Η πρὸς τὸ Κ, οὕτως τὸ Θ πρὸς τὸ Λ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς τὸ Κ πρὸς τὸ Μ, οὕτως τὸ Λ πρὸς τὸ Ν. ἐπεὶ οὖν τρία μεγέθη ἐστὶ τὰ Η, Κ, Μ, καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Θ, Λ, Ν, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, διʼ ἴσου ἄρα, εἰ ὑπερέχει τὸ Η τοῦ Μ, ὑπερέχει καὶ τὸ Θ τοῦ Ν, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
因为,设取 A, Δ 的等倍的量为 H, Θ,而取 B, E 的其他任意等倍的量为 K, Λ,再取 Γ, Z 的其他任意等倍的量为 M, N。 并且,既然 A 对 B 正如 Δ 对 E,且已取 A, Δ 的等倍的量为 H, Θ,而取 B, E 的其他任意等倍的量为 K, Λ,因此 H 对 K 正如 Θ 对 Λ。 由于同样的原因,正如 K 对 M 正如 Λ 对 N。 因此,既然有三个量 H, K, M,以及与它们个数相等的另外三个量 Θ, Λ, N,两两相比且比例相同,那么在等比中,如果 H 超过 M,则 Θ 也超过 N,若相等则相等,若小于则小于。
καί ἐστι τὰ μὲν Η, Θ τῶν Α, Δ ἰσάκις πολλαπλάσια, τὰ δὲ Μ, Ν τῶν Γ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια.
并且 H, Θ 是 A, Δ 的等倍的量,而 M, N 是 Γ, Z 的其他任意等倍的量。
ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ζ. ἐὰν ἄρα ᾖ ὁποσαοῦν μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται· ὅπερ ἔδει δεῖξαι.
因此,正如 A 对 Γ 正如 Δ 对 Z。 因此,如果有任意多个量,以及与它们个数相等的另外一些量,两两相比且比例相同,那么它们在等比中也将比例相同;这就是所要证明的。

词汇与语法注释

  1. §5.prop.21πρὸς ὃ δὲ τὸ αὐτὸ μείζονα λόγον ἔχει, ἐκεῖνο ἔλασσόν ἐστιν — 由带前置词的宾格关系代词“πρὸς ὃ”(对其)引导的关系从句,以后续的指示代词“ἐκεῖνο”(那个量)为其先行词。其结构为:“相同量(τὸ αὐτό,此处指 E)对其(πρὸς ὅ)拥有较大比的那个量(ἐκεῖνο,此处指 Z)较小(相比于另一者)。”这基于已知定理,即若 A : B > A : C,则 B < C。
  2. §5.prop.22ἃ ἔτυχεν — 动词“τυγχάνω”的第三人称复数不定过去时直陈式,字面意为“碰巧发生的”,在古希腊数学文本中是表示“任意选取的”或“任意的”定型表达。它修饰先行词“ἰσάκις πολλαπλάσια”,表明对于后续的各组量,可以任意选择与第一组不同的倍数比例。
  3. §5.prop.22διʼ ἴσου ἄρα, εἰ ὑπερέχει τὸ Η τοῦ Μ... — 副词性短语“διʼ ἴσου”(在等比中)是指基于第5卷定义17的等比推导操作。此处通过将前述命题20(或21)的结论应用于两组各有三个的量(H, K, M 与 Θ, Λ, N),直接推导出:如果 H 超过、等于或小于 M,则 Θ 与 N 之间也具有相同的关系。

引用这一段

欧几里得, 几何原本 §5.prop.21-5.prop.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.21-5.prop.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。