Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.23

乱序比例中的等比关系证明

第 81 段,共 316 段 · 希腊语

内容简介

证明在乱序比例关系(perturbed proportion)中的两组各三个量,在等比(ex aequali)中也保持相同的比例关系。

§5.prop.23ἐὰν ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται.
如果有三个量,以及与它们个数相等的另外三个量,两两相比且比例相同,且它们的比例是乱了顺序的,那么它们在等比中也将比例相同。
ἔστω τρία μεγέθη τὰ Α, Β, Γ καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ τὰ Δ, Ε, Ζ, ἔστω δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ, ὡς δὲ τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ε· λέγω, ὅτι ἐστὶν ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ζ. εἰλήφθω τῶν μὲν Α, Β, Δ ἰσάκις πολλαπλάσια τὰ Η, Θ, Κ, τῶν δὲ Γ, Ε, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Λ, Μ, Ν. καὶ ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσια τὰ Η, Θ τῶν Α, Β, τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον, ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Η πρὸς τὸ Θ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς τὸ Ε πρὸς τὸ Ζ, οὕτως τὸ Μ πρὸς τὸ Ν· καί ἐστιν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ·
设三个量为 A, B, Γ,以及与它们个数相等的另外三个量为 Δ, E, Z,两两相比且比例相同,且设它们的比例是乱了顺序的,正如 A 对 B 正如 E 对 Z,而 B 对 Γ 正如 Δ 对 E;我说,正如 A 对 Γ 正如 Δ 对 Z。 设取 A, B, Δ 的等倍的量为 H, Θ, K,而取 Γ, E, Z 的其他任意等倍的量为 Λ, M, N。 并且,既然 H, Θ 是 A, B 的等倍的量,且部分对同样倍数的量有相同的比,因此,正如 A 对 B 正如 H 对 Θ。 由于同样的原因,正如 E 对 Z 正如 M 对 N;而正如 A 对 B 正如 E 对 Z;因此,正如 H 对 Θ 正如 M 对 N。
καὶ ὡς ἄρα τὸ Η πρὸς τὸ Θ, οὕτως τὸ Μ πρὸς τὸ Ν. καὶ ἐπεί ἐστιν ὡς τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ δ πρὸς τὸ Ε, καὶ ἐναλλὰξ ὡς τὸ Β πρὸς τὸ Δ, οὕτως τὸ Γ πρὸς τὸ Ε. καὶ ἐπεὶ τὰ Θ, Κ τῶν Β, Δ ἰσάκις ἐστὶ πολλαπλάσια, τὰ δὲ μέρη τοῖς ἰσάκις πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον, ἔστιν ἄρα ὡς τὸ Β πρὸς τὸ Δ, οὕτως τὸ Θ πρὸς τὸ Κ. ἀλλʼ ὡς τὸ Β πρὸς τὸ Δ, οὕτως τὸ Γ πρὸς τὸ Ε· καὶ ὡς ἄρα τὸ Θ πρὸς τὸ Κ, οὕτως τὸ Γ πρὸς τὸ Ε. πάλιν, ἐπεὶ τὰ Λ, Μ τῶν Γ, Ε ἰσάκις ἐστι πολλαπλάσια, ἔστιν ἄρα ὡς τὸ Γ πρὸς τὸ Ε, οὕτως τὸ Λ πρὸς τὸ Μ. ἀλλʼ ὡς τὸ Γ πρὸς τὸ Ε, οὕτως τὸ Θ πρὸς τὸ Κ· καὶ ὡς ἄρα τὸ Θ πρὸς τὸ Κ, οὕτως τὸ Λ πρὸς τὸ Μ, καὶ ἐναλλὰξ ὡς τὸ Θ πρὸς τὸ Λ, τὸ Κ πρὸς τὸ Μ. ἐδείχθη δὲ καὶ ὡς τὸ Η πρὸς τὸ Θ, οὕτως τὸ Μ πρὸς τὸ Ν. ἐπεὶ οὖν τρία μεγέθη ἐστὶ τὰ Η, Θ, Λ, καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Κ, Μ, Ν σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, καί ἐστιν αὐτῶν τεταραγμένη ἡ ἀναλογία, διʼ ἴσου ἄρα, εἰ ὑπερέχει τὸ Η τοῦ Λ, ὑπερέχει καὶ τὸ Κ τοῦ Ν, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
并且,既然正如 B 对 Γ 正如 Δ 对 E,交互地,正如 B 对 Δ 正如 Γ 对 E。 并且,既然 Θ, K 是 B, Δ 的等倍的量,且部分对等倍的量有相同的比,因此,正如 B 对 Δ 正如 Θ 对 K。 然而正如 B 对 Δ 正如 Γ 对 E;因此,正如 Θ 对 K 正如 Γ 对 E。 再者,既然 Λ, M 是 Γ, E 的等倍的量,因此,正如 Γ 对 E 正如 Λ 对 M。 然而正如 Γ 对 E 正如 Θ 对 K;因此,正如 Θ 对 K 正如 Λ 对 M,且交互地,正如 Θ 对 Λ 正如 K 对 M。 而正如 H 对 Θ 正如 M 对 N 也已被证明。 因此,既然有三个量 H, Θ, Λ,以及与它们个数相等的另外三个量 K, M, N,两两相比且比例相同,且它们的比例是乱了顺序的,那么在等比中,如果 H 超过 Λ,则 K 也超过 N,若相等则相等,若小于则小于。
καί ἐστι τὰ μὲν Η, Κ τῶν Α, Δ ἰσάκις πολλαπλάσια, τὰ δὲ Λ, Ν τῶν Γ, Ζ. ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ζ. ἐὰν ἄρα ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται· ὅπερ ἔδει δεῖξαι.
并且 H, K 是 A, Δ 的等倍的量,而 Λ, N 是 Γ, Z 的等倍的量。 因此,正如 A 对 Γ 正如 Δ 对 Z。 因此,如果有三个量,以及与它们个数相等的另外三个量,两两相比且比例相同,且它们的比例是乱了顺序的,那么它们在等比中也将比例相同;这就是所要证明的。

词汇与语法注释

  1. 15τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον — 中性复数主语 τὰ δὲ μέρη 与单数动词 ἔχει 连用,符合希腊语中性复数主语使用单数动词的语法规则。τοῖς ὡσαύτως πολλαπλασίοις 是与格,表示“对同样倍数的量”。此句引用了第5卷定义15(部分对同样倍数的量有相同的比)。
  2. 30ἐναλλὰξ ὡς τὸ Θ πρὸς τὸ Λ, τὸ Κ πρὸς τὸ Μ — 在以 ὡς 开始的分句中,后半部分 τὸ Κ πρὸς τὸ Μ 之前省略了副词 οὕτως(那般、其比为)。副词 ἐναλλάξ(交互地)表示交互比例(第5卷命题16)的操作,即从 A : B = C : D 导出 A : C = B : D。
  3. 34διʼ ἴσου ἄρα — “因此在等比中。”此处将前前命题(第5卷命题21)关于乱序比例中三个量的结论(若第一量超过第三量,则第四量也超过第六量等)应用于量 H, Θ, Λ 与 K, M, N,从而直接导出若 H ≷ Λ,则 K ≷ N。

引用这一段

欧几里得, 几何原本 §5.prop.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。