Humanitext Reader

エウクレイデス · 原論 §5.prop.21-5.prop.22

乱された比例の大統領計と等比における比の相等

80 / 316 箇所 · ギリシア語

要旨

命題21は「乱された比例」において、第一列の最初と最後の項の大小関係(等値・高低)が、第二列の最初と最後の項のそれと一致することを証明する。命題22は、任意の数の項からなる二つの列が二つずつ同じ比を有するとき、等比においても同じ比を持つこと(複比例の基本性質)を証明する。

§5.prop.21ἐὰν ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, διʼ ἴσου δὲ τὸ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ τέταρτον τοῦ ἕκτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον.
もし三つの大きさがあり、それらと同数の他の大きさがあって、二つずつ取られ、かつ同じ比にあり、それらの比が乱された比例であり、等比において第一のものが第三のものより大きいならば、第四のものも第六のものより大きいであろう、また等しければ等しく、小さければ小さいであろう。
ἔστω τρία μεγέθη τὰ Α, Β, Γ καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Δ, Ε, Ζ, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, ἔστω δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ, ὡς δὲ τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ε, διʼ ἴσου δὲ τὸ Α τοῦ Γ μεῖζον ἔστω·
三つの大きさを Α, Β, Γ とし、それらと同数の他の大きさを Δ, Ε, Ζ とせよ。 これらは二つずつ同じ比で取られており、それらの比例は乱されているとせよ。 すなわち、 Α の Β に対する比は Ε の Ζ に対する比と同じであり、Β の Γ に対する比は Δ の Ε に対する比と同じである。 そして等比において、Α が Γ より大きいとせよ。
λέγω, ὅτι καὶ τὸ Δ τοῦ Ζ μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον.
私は言う、Δ も Ζ より大きいであろう、また等しければ等しく、小さければ小さいであろうと。
ἐπεὶ γὰρ μεῖζόν ἐστι τὸ Α τοῦ Γ, ἄλλο δέ τι τὸ Β, τὸ Α ἄρα πρὸς τὸ Β μείζονα λόγον ἔχει ἤπερ τὸ Γ πρὸς τὸ Β. ἀλλʼ ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ, ὡς δὲ τὸ Γ πρὸς τὸ Β, ἀνάπαλιν οὕτως τὸ Ε πρὸς τὸ Δ. καὶ τὸ Ε ἄρα πρὸς τὸ Ζ μείζονα λόγον ἔχει ἤπερ τὸ Ε πρὸς τὸ Δ. πρὸς ὃ δὲ τὸ αὐτὸ μείζονα λόγον ἔχει, ἐκεῖνο ἔλασσόν ἐστιν·
なぜなら、Α は Γ より大きく、Β は別の何かであるから、したがって Α の Β に対する比は、Γ の Β に対する比よりも大きい比を持つ。 ところで、Α の Β に対する比は Ε の Ζ に対する比と同じであり、Γ の Β に対する比は、逆に Ε の Δ に対する比と同じである。 したがって、Ε の Ζ に対する比は、Ε の Δ に対する比よりも大きい比を持つ。 ところで、同じものがそれに対してより大きい比を持つところの、そのものはより小さい。
ἔλασσον ἄρα ἐστὶ τὸ Ζ τοῦ Δ·
したがって、Ζ は Δ より小さい。
μεῖζον ἄρα ἐστὶ τὸ Δ τοῦ Ζ. ὁμοίως δὴ δείξομεν, ὅτι κἂν ἴσον ᾖ τὸ Α τῷ Γ, ἴσον ἔσται καὶ τὸ Δ τῷ Ζ, κἂν ἔλαττον, ἔλαττον.
ゆえに Δ は Ζ より大きい。 同様にして、もし Α が Γ に等しければ、Δ も Ζ に等しく、小さければ小さいことを示すことができる。
ἐὰν ἄρα ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, ᾖ δὲ τεταραγμένη αὐτῶν ἡ ἀναλογία, διʼ ἴσου δὲ τὸ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ τέταρτον τοῦ ἕκτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον·
したがって、もし三つの大きさがあり、それらと同数の他の大きさがあって、二つずつ取られ、かつ同じ比にあり、それらの比例が乱されたものであり、等比において第一のものが第三のものより大きいならば、第四のものも第六のものより大きいであろう、また等しければ等しく、小さければ小さいであろう。
ὅπερ ἔδει δεῖξαι.
これが示すべきことであった。
§5.prop.22ἐὰν ᾖ ὁποσαοῦν μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται.
もし幾つでも任意の数の大きさがあり、それらと同数の他の大きさがあって、二つずつ取られ、かつ同じ比にあるならば、それらは等比においても同じ比にあるであろう。
ἔστω ὁποσαοῦν μεγέθη τὰ Α, Β, Γ καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Δ, Ε, Ζ, σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Δ πρὸς τὸ Ε, ὡς δὲ τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ Ε πρὸς τὸ Ζ·
任意の数の大きさを Α, Β, Γ とし、それらと同数の他の大きさを Δ, Ε, Ζ とせよ。 これらは二つずつ同じ比で取られている、すなわち、Α の Β に対する比は Δ の Ε に対する比と同じであり、Β の Γ に対する比は Ε の Ζ に対する比と同じであるとせよ。
λέγω, ὅτι καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται.
私は言う、それらは等比においても同じ比にあるであろうと。
εἰλήφθω γὰρ τῶν μὲν Α, Δ ἰσάκις πολλαπλάσια τὰ η, Θ, τῶν δὲ Β, Ε ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Κ, Λ, καὶ ἔτι τῶν Γ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Μ, Ν. καὶ ἐπεί ἐστιν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Δ πρὸς τὸ Ε, καὶ εἴληπται τῶν μὲν Α, Δ ἰσάκις πολλαπλάσια τὰ η, Θ, τῶν δὲ Β, Ε ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Κ, Λ, ἔστιν ἄρα ὡς τὸ Η πρὸς τὸ Κ, οὕτως τὸ Θ πρὸς τὸ Λ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς τὸ Κ πρὸς τὸ Μ, οὕτως τὸ Λ πρὸς τὸ Ν. ἐπεὶ οὖν τρία μεγέθη ἐστὶ τὰ Η, Κ, Μ, καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Θ, Λ, Ν, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, διʼ ἴσου ἄρα, εἰ ὑπερέχει τὸ Η τοῦ Μ, ὑπερέχει καὶ τὸ Θ τοῦ Ν, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
なぜなら、Α, Δ の等倍のものとして Η, Θ を取り、Β, Ε の他の任意に選んだ等倍のものとして Κ, Λ を取り、さらに Γ, Ζ の他の任意に選んだ等倍のものとして Μ, Ν を取れ。 そして、Α の Β に対する比は Δ の Ε に対する比と同じであり、Α, Δ の等倍のものとして Η, Θ が取られ、Β, Ε の他の任意に選んだ等倍のものとして Κ, Λ が取られているから、したがって、Η の Κ に対する比は Θ の Λ に対する比と同じである。 同じ理由によってまた、Κ の Μ に対する比は Λ の Ν に対する比と同じである。 したがって、三つの大きさ Η, Κ, Μ があり、それらと同数の他の大きさ Θ, Λ, Ν があって、二つずつ取られ、かつ同じ比にあるから、したがって等比において、もし Η が Μ を超えるならば Θ も Ν を超え、等しければ等しく、小さければ小さい。
καί ἐστι τὰ μὲν Η, Θ τῶν Α, Δ ἰσάκις πολλαπλάσια, τὰ δὲ Μ, Ν τῶν Γ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια.
そして Η, Θ は Α, Δ の等倍のものであり、Μ, Ν は Γ, Ζ の他の任意に選んだ等倍のものである。
ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Δ πρὸς τὸ Ζ. ἐὰν ἄρα ᾖ ὁποσαοῦν μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, καὶ διʼ ἴσου ἐν τῷ αὐτῷ λόγῳ ἔσται·
したがって、Α の Γ に対する比は Δ の Ζ に対する比と同じである。 したがって、もし幾つでも任意の数の大きさがあり、それらと同数の他の大きさがあって、二つずつ取られ、かつ同じ比にあるならば、それらは等比においても同じ比にあるであろう。
ὅπερ ἔδει δεῖξαι.
これが示すべきことであった。

語釈・文法注

  1. §5.prop.21πρὸς ὃ δὲ τὸ αὐτὸ μείζονα λόγον ἔχει, ἐκεῖνο ἔλασσόν ἐστιν — 関係代名詞 ὅς の対格 πρὸς ὃ(それに対して)が導く関係節で、後続の指示代名詞 ἐκεῖνο(それ、その対象)を先行詞とする。「同じもの(τὸ αὐτό、ここでは Ε)がそれに対して(πρὸς ὅ)より大きい比を持つところの、その対象(ἐκεῖνο、ここでは Ζ)は(他方より)より小さい」という構造。これは、もし A : B > A : C ならば B < C であるという既知の定理に基づいている。
  2. §5.prop.22ἃ ἔτυχεν — 動詞 τυγχάνω の3人称複数アオリスト直説法で、直訳は「偶然に起こった」だが、ギリシア数学における定型表現で「任意に選ばれた、任意の(等倍数)」を意味する。先行詞 ἰσάκις πολλαπλάσια を修飾しており、第一の大きさに適用した倍率とは無関係に、第二、第三の大きさの対に対してそれぞれ別の倍率を任意に設定できることを保証している。
  3. §5.prop.22διʼ ἴσου ἄρα, εἰ ὑπερέχει τὸ Η τοῦ Μ... — διʼ ἴσου(等比において)は、比の定義(第5巻定義17)に基づく複比例の推論操作を指す。直前の命題20(または21)の結論を Η, Κ, Μ および Θ, Λ, Ν という二組の三つの大きさに適用し、仮定(Η が Μ を超えるか、等しいか、小さいか)から同じ大小関係が Θ と Ν にも成り立つという推論を簡潔に導いている。

この箇所を引用する

エウクレイデス, 原論 §5.prop.21-5.prop.22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.21-5.prop.22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。