Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.15-5.prop.16

部分与同倍量的比及更比性质

第 77 段,共 316 段 · 希腊语

内容简介

命题15证明了部分与其对应的同倍量具有相同的比。命题16表明,如果四个量成比例,那么它们更替(交互)也成比例。

§5.prop.15τὰ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον ληφθέντα κατάλληλα.
部分对于对应取出的同倍量具有相同的比。
ἔστω γὰρ ἰσάκις πολλαπλάσιον τὸ ΑΒ τοῦ Γ καὶ τὸ ΔΕ τοῦ Ζ·
因为,设 AB 为 Γ 的等倍量,ΔE 为 Ζ 的等倍量。
λέγω, ὅτι ἐστὶν ὡς τὸ Γ πρὸς τὸ Ζ, οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΕ. ἐπεὶ γὰρ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΑΒ τοῦ Γ καὶ τὸ ΔΕ τοῦ Ζ, ὅσα ἄρα ἐστὶν ἐν τῷ ΑΒ μεγέθη ἴσα τῷ Γ, τοσαῦτα καὶ ἐν τῷ ΔΕ ἴσα τῷ Ζ. διῃρήσθω τὸ μὲν ΑΒ εἰς τὰ τῷ Γ ἴσα τὰ ΑΗ, ΗΘ, ΘΒ, τὸ δὲ ΔΕ εἰς τὰ τῷ Ζ ἴσα τὰ ΔΚ, ΚΛ, ΛΕ·
我说,正如 Γ 对 Ζ, AB 也对 ΔE。 因为,既然 AB 是 Γ 的等倍量,ΔE 是 Ζ 的等倍量,所以,在 AB 中有多少个等于 Γ 的量,在 ΔE 中也有同样多个等于 Ζ 的量。 设 AB 被分割为等于 Γ 的量 AH, HΘ, ΘB,ΔE 被分割为等于 Ζ 的量 ΔK, KΛ, ΛE;那么 AH, HΘ, ΘB 的个数将等于 ΔK, KΛ, ΛE 的个数。
ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΑΗ, ΗΘ, ΘΒ τῷ πλήθει τῶν ΔΚ, ΚΛ, ΛΕ. καὶ ἐπεὶ ἴσα ἐστὶ τὰ ΑΗ, ΗΘ, ΘΒ ἀλλήλοις, ἔστι δὲ καὶ τὰ ΔΚ, ΚΛ, ΛΕ ἴσα ἀλλήλοις, ἔστιν ἄρα ὡς τὸ ΑΗ πρὸς τὸ ΔΚ, οὕτως τὸ ΗΘ πρὸς τὸ ΚΛ, καὶ τὸ ΘΒ πρὸς τὸ ΛΕ. ἔσται ἄρα καὶ ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα· ἔστιν ἄρα ὡς τὸ ΑΗ πρὸς τὸ ΔΚ, οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΕ. ἴσον δὲ τὸ μὲν ΑΗ τῷ Γ, τὸ δὲ ΔΚ τῷ Ζ· ἔστιν ἄρα ὡς τὸ Γ πρὸς τὸ Ζ οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΕ. τὰ ἄρα μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον ληφθέντα κατάλληλα· ὅπερ ἔδει δεῖξαι.
并且,既然 AH, HΘ, ΘB 彼此相等, ΔK, KΛ, ΛE 也彼此相等,所以正如 AH 对 ΔK,HΘ 也对 KΛ,且 ΘB 也对 ΛE。 因此,正如前项之一对后项之一,所有前项之和也对所有后项之和;因此,正如 AH 对 ΔK, AB 也对 ΔE。 而 AH 等于 Γ,ΔK 等于 Ζ;因此,正如 Γ 对 Ζ,AB 也对 ΔE。 因此,部分对于对应取出的同倍量具有相同的比;这就是所要证明的。
§5.prop.16ἐὰν τέσσαρα μεγέθη ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσται.
如果四个量成比例,那么它们更替也成比例。
ἔστω τέσσαρα μεγέθη ἀνάλογον τὰ Α, Β, Γ, Δ, ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ· λέγω, ὅτι καὶ ἐναλλὰξ ἔσται, ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Β πρὸς τὸ Δ. εἰλήφθω γὰρ τῶν μὲν Α, Β ἰσάκις πολλαπλάσια τὰ Ε, Ζ, τῶν δὲ Γ, Δ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Η, Θ. καὶ ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ Ε τοῦ Α καὶ τὸ Ζ τοῦ Β, τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον, ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ. ὡς δὲ τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ· καὶ ὡς ἄρα τὸ Γ πρὸς τὸ Δ, οὕτως τὸ Ε πρὸς τὸ Ζ. πάλιν, ἐπεὶ τὰ Η, Θ τῶν Γ, Δ ἰσάκις ἐστὶ πολλαπλάσια, ἔστιν ἄρα ὡς τὸ Γ πρὸς τὸ Δ, οὕτως τὸ Η πρὸς τὸ Θ. ὡς δὲ τὸ Γ πρὸς τὸ Δ, τὸ Ε πρὸς τὸ Ζ· καὶ ὡς ἄρα τὸ Ε πρὸς τὸ Ζ, οὕτως τὸ Η πρὸς τὸ Θ. ἐὰν δὲ τέσσαρα μεγέθη ἀνάλογον ᾖ, τὸ δὲ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ δεύτερον τοῦ τετάρτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον.
设四个成比例的量为 A, B, Γ, Δ,正如 A 对 B,Γ 也对 Δ;我说,它们更替也成比例,正如 A 对 Γ,B 也对 Δ。 因为,设取 A, B 的同倍量 E, Z,以及 Γ, Δ 的另一些任意取的同倍量 H, Θ。 并且,既然 E 是 A 的等倍量,Z 是 B 的等倍量,而部分对于同样倍增的量具有相同的比,所以,正如 A 对 B,E 也对 Z。 而正如 A 对 B,Γ 也对 Δ;因此,正如 Γ 对 Δ,E 也对 Z。 再次,由于 H, Θ 是 Γ, Δ 的同倍量,所以,正如 Γ 对 Δ,H 也对 Θ。 而正如 Γ 对 Δ,E 也对 Z;因此,正如 E 对 Z,H 也对 Θ。 而如果四个量成比例,且第一量大于第三量,那么第二量也将大于第四量,若相等则相等,若小于则小于。
εἰ ἄρα ὑπερέχει τὸ Ε τοῦ Η, ὑπερέχει καὶ τὸ Ζ τοῦ Θ, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
因此,若 E 大于 H,则 Z 也大于 Θ,若相等则相等,若小于则小于。
καί ἐστι τὰ μὲν Ε, Ζ τῶν Α, Β ἰσάκις πολλαπλάσια, τὰ δὲ Η, Θ τῶν Γ, Δ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια· ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Β πρὸς τὸ Δ. ἐὰν ἄρα τέσσαρα μεγέθη ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσται· ὅπερ ἔδει δεῖξαι.
且 E, Z 是 A, B 的同倍量,而 H, Θ 是 Γ, Δ 的另一些任意取的同倍量;因此,正如 A 对 Γ,B 也对 Δ。 因此,如果四个量成比例,那么它们更替也成比例;这就是所要证明的。

词汇与语法注释

  1. 5.prop.15ληφθέντα κατάλληλα — 意为“对应地取出”。中性复数主格的受动完成分词 `ληφθέντα` 修饰句子的主语 `τὰ μέρη`(中性复数)。虽然主语为中性复数,但主动词 `ἔχει` 采用单数形式,符合希腊语语法规范。
  2. 5.prop.15τῶν ἡγουμένων ... τῶν ἑπομένων — 指比例的前项(antecedents)和后项(consequents)的数学术语。源于现在分词的形容词性用法,`ἡγούμενον` 意为“领先/在前之物”,`ἑπόμενον` 意为“跟随/在后之物”。
  3. 5.prop.16ἐναλλὰξ — 副词,意为“交互地、更替地”。指将比例 $A:B = \Gamma:\Delta$ 重组为 $A:\Gamma = B:\Delta$ 的“更替比例(alternando)”操作。
  4. 5.prop.16ἀνάλογον — 意为“成比例的”无变化形容词(或副词用法)。即使主语 `μεγέθη` 是复数,其形式也不发生变化。

引用这一段

欧几里得, 几何原本 §5.prop.15-5.prop.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.15-5.prop.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。