Humanitext Reader

欧几里得 · 几何原本 §3.prop.32

弦切角定理与交错弓形内的角

第 52 段,共 316 段 · 希腊语

内容简介

本命题证明了弦切角定理(又称接弦定理),即圆的切线与通过切点的弦所夹的角,等于该角所夹弧所对的圆周角(即交错弓形内的角)。

§3.prop.32ἐὰν κύκλου ἐφάπτηταί τις εὐθεῖα, ἀπὸ δὲ τῆς ἁφῆς εἰς τὸν κύκλον διαχθῇ τις εὐθεῖα τέμνουσα τὸν κύκλον, ἃς ποιεῖ γωνίας πρὸς τῇ ἐφαπτομένῃ, ἴσαι ἔσονται ταῖς ἐν τοῖς ἐναλλὰξ τοῦ κύκλου τμήμασι γωνίαις.
若一直线切一圆,且自切点引一直线交该圆,则它与切线所成的角将等于该圆交错弓形内的角。
κύκλου γὰρ τοῦ ΑΒΓΔ ἐφαπτέσθω τις εὐθεῖα ἡ ΕΖ κατὰ τὸ Β σημεῖον, καὶ ἀπὸ τοῦ Β σημείου διήχθω τις εὐθεῖα εἰς τὸν ΑΒΓΔ κύκλον τέμνουσα αὐτὸν ἡ ΒΔ. λέγω, ὅτι ἃς ποιεῖ γωνίας ἡ ΒΔ μετὰ τῆς ΕΖ ἐφαπτομένης, ἴσαι ἔσονται ταῖς ἐν τοῖς ἐναλλὰξ τμήμασι τοῦ κύκλου γωνίαις, τουτέστιν, ὅτι ἡ μὲν ὑπὸ ΖΒΔ γωνία ἴση ἐστὶ τῇ ἐν τῷ ΒΑΔ τμήματι συνισταμένῃ γωνίᾳ, ἡ δὲ ὑπὸ ΕΒΔ γωνία ἴση ἐστὶ τῇ ἐν τῷ ΔΓΒ τμήματι συνισταμένῃ γωνίᾳ.
因为,设一直线 ΕΖ 在点 Β 切圆 ΑΒΓΔ,并自点 Β 引一直线 ΒΔ 交圆 ΑΒΓΔ;我说, ΒΔ 与切线 ΕΖ 所成的角将等于该圆交错弓形内的角,即角 ΖΒΔ 等于在弓形 ΒΑΔ 内所建的角,而角 ΕΒΔ 等于在弓形 ΔΓΒ 内所建的角。
ἤχθω γὰρ ἀπὸ τοῦ Β τῇ ΕΖ πρὸς ὀρθὰς ἡ ΒΑ, καὶ εἰλήφθω ἐπὶ τῆς ΒΔ περιφερείας τυχὸν σημεῖον τὸ Γ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΔ, ΔΓ, ΓΒ. καὶ ἐπεὶ κύκλου τοῦ ΑΒΓΔ ἐφάπτεταί τις εὐθεῖα ἡ ΕΖ κατὰ τὸ Β, καὶ ἀπὸ τῆς ἁφῆς ἦκται τῇ ἐφαπτομένῃ πρὸς ὀρθὰς ἡ ΒΑ, ἐπὶ τῆς ΒΑ ἄρα τὸ κέντρον ἐστὶ τοῦ ΑΒΓΔ κύκλου.
因为,设自 Β 引 ΒΑ 垂直于 ΕΖ,并在圆弧 ΒΔ 上任取一点 Γ,且连结 ΑΔ、ΔΓ、ΓΒ。 又由于直线 ΕΖ 在 Β 切圆 ΑΒΓΔ,并且自切点引了垂直于切线的 ΒΑ,因此圆 ΑΒΓΔ 的中心在 ΒΑ 上。
ἡ ΒΑ ἄρα διάμετρός ἐστι τοῦ ΑΒΓΔ κύκλου· ἡ ἄρα ὑπὸ ΑΔΒ γωνία ἐν ἡμικυκλίῳ οὖσα ὀρθή ἐστιν.
所以 ΒΑ 是圆 ΑΒΓΔ 的直径;因此在半圆内的角 ΑΔΒ 是直角。
λοιπαὶ ἄρα αἱ ὑπὸ ΒΑΔ, ΑΒΔ μιᾷ ὀρθῇ ἴσαι εἰσίν.
因此,其余的角 ΒΑΔ、ΑΒΔ 等于一直角。
ἐστὶ δὲ καὶ ἡ ὑπὸ ΑΒΖ ὀρθή· ἡ ἄρα ὑπὸ ΑΒΖ ἴση ἐστὶ ταῖς ὑπὸ ΒΑΔ, ΑΒΔ. κοινὴ ἀφῃρήσθω ἡ ὑπὸ ΑΒΔ· λοιπὴ ἄρα ἡ ὑπὸ ΔΒΖ γωνία ἴση ἐστὶ τῇ ἐν τῷ ἐναλλὰξ τμήματι τοῦ κύκλου γωνίᾳ τῇ ὑπὸ ΒΑΔ. καὶ ἐπεὶ ἐν κύκλῳ τετράπλευρόν ἐστι τὸ ΑΒΓΔ, αἱ ἀπεναντίον αὐτοῦ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.
但角 ΑΒΖ 也是直角;因此角 ΑΒΖ 等于角 ΒΑΔ、ΑΒΔ。 设减去公共的角 ΑΒΔ;则其余的角 ΔΒΖ 等于该圆交错弓形内的角 ΒΑΔ。 又由于在圆中,ΑΒΓΔ 是四边形,其对角之和等于两直角。
εἰσὶ δὲ καὶ αἱ ὑπὸ ΔΒΖ, ΔΒΕ δυσὶν ὀρθαῖς ἴσαι· αἱ ἄρα ὑπὸ ΔΒΖ, ΔΒΕ ταῖς ὑπὸ ΒΑΔ, ΒΓΔ ἴσαι εἰσίν, ὧν ἡ ὑπὸ ΒΑΔ τῇ ὑπὸ ΔΒΖ ἐδείχθη ἴση· λοιπὴ ἄρα ἡ ὑπὸ ΔΒΕ τῇ ἐν τῷ ἐναλλὰξ τοῦ κύκλου τμήματι τῷ ΔΓΒ τῇ ὑπὸ ΔΓΒ γωνίᾳ ἐστὶν ἴση.
但角 ΔΒΖ、ΔΒΕ 也等于两直角;因此角 ΔΒΖ、ΔΒΕ 等于角 ΒΑΔ、ΒΓΔ,其中角 ΒΑΔ 已被证明等于角 ΔΒΖ;因此其余的角 ΔΒΕ 等于该圆交错弓形 ΔΓΒ 内的角 ΔΓΒ。
ἐὰν ἄρα κύκλου ἐφάπτηταί τις εὐθεῖα, ἀπὸ δὲ τῆς ἁφῆς εἰς τὸν κύκλον διαχθῇ τις εὐθεῖα τέμνουσα τὸν κύκλον, ἃς ποιεῖ γωνίας πρὸς τῇ ἐφαπτομένῃ, ἴσαι ἔσονται ταῖς ἐν τοῖς ἐναλλὰξ τοῦ κύκλου τμήμασι γωνίαις· ὅπερ ἔδει δεῖξαι.
因此,若一直线切一圆,且自切点引一直线交该圆,则它与切线所成的角将等于该圆交错弓形内的角;这就是所要证明的。

词汇与语法注释

  1. §3.prop.32κύκλου ἐφάπτηταί — 意为“切”的动词 ἐφάπτηται 支配属格,其宾语为属格名词 κύκλου。
  2. ¦5¦ἃς ποιεῖ γωνίας πρὸς τῇ ἐφαπτομένῃ, ἴσαι ἔσονται — 带有名词 γωνίας 且不带先行词的关系从句,在主节中充当主语(或与主语同格)。
  3. ¦20¦ἐπὶ τῆς ΒΑ ἄρα τὸ κέντρον ἐστὶ — 基于命题 III.19(若自切点引一直线垂直于切线,则圆心在直线上)推导圆心之所在。

引用这一段

欧几里得, 几何原本 §3.prop.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。