Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.11#2

内接五边形边为极小线证明的完结

第 304 段,共 316 段 · 希腊语

内容简介

作者证明了MK上的正方形是KF上的正方形的五倍,从而得出MK是有理的。通过分析BK与KM的关系,证明了MB是第四种双对线,从而最终证明内接五边形的边AB确实是被称为“极小线”的无理线。

§13.prop.11#2ὡς δὲ τὸ ἀπὸ τῆς ΔΓΜ ὡς μιᾶς πρὸς τὸ ἀπὸ τῆς ΓΜ, οὕτως ἐδείχθη τὸ ἀπὸ τῆς ΜΚ πρὸς τὸ ἀπὸ τῆς ΚΖ· πενταπλάσιον ἄρα τὸ ἀπὸ τῆς ΜΚ τοῦ ἀπὸ τῆς ΚΖ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς ΚΖ· ῥητὴ γὰρ ἡ διάμετρος· ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΜΚ· ῥητὴ ἄρα ἐστὶν ἡ ΜΚ.
正如由DG、GM之和作为一个线段其上的正方形比GM上的正方形,MK上的正方形比KF 上的正方形已被证明是同样的比例;所以MK上的正方形是KF上的正方形的五倍。 而KF上的正方形是有理的;因为直径是有理的;所以MK上的正方形也是有理的;所以MK是有理的。
καὶ ἐπεὶ τετραπλασία ἐστὶν ἡ ΒΖ τῆς ΖΚ, πενταπλασία ἄρα ἐστὶν ἡ ΒΚ τῆς ΚΖ· εἰκοσιπενταπλάσιον ἄρα τὸ ἀπὸ τῆς ΒΚ τοῦ ἀπὸ τῆς ΚΖ. πενταπλάσιον δὲ τὸ ἀπὸ τῆς ΜΚ τοῦ ἀπὸ τῆς ΚΖ· πενταπλάσιον ἄρα τὸ ἀπὸ τῆς ΒΚ τοῦ ἀπὸ τῆς ΚΜ· τὸ ἄρα ἀπὸ τῆς ΒΚ πρὸς τὸ ἀπὸ ΚΜ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΒΚ τῇ ΚΜ μήκει.
又因为BF是FK的四倍,所以BK是KF的五倍;所以BK 上的正方形是KF上的正方形的二十五倍。 而MK上的正方形是KF上的正方形的五倍;所以BK上的正方形是KM上的正方形的五倍;所以BK上的正方形比KM上的正方形的比,不等于平方数比平方数的比;所以BK 与KM在长度上是不可通约的。
καί ἐστι ῥητὴ ἑκατέρα αὐτῶν. αἱ ΒΚ, ΚΜ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι.
且它们中每一个都是有理的;所以BK与KM是仅在平方上可通约的有理线。
ἐὰν δὲ ἀπὸ ῥητῆς ῥητὴ ἀφαιρεθῇ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, ἡ λοιπὴ ἄλογός ἐστιν ἀποτομή· ἀποτομὴ ἄρα ἐστὶν ἡ ΜΒ, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΜΚ. λέγω δή, ὅτι καὶ τετάρτη.
但如果从一条有理线中减去一条仅在平方上与整体可通约的有理线,则余下的是一条无理线,即“双对线(余线)”;所以MB是双对线,而MK是它的附线。 我主张它也是第四种双对线。
ᾧ δὴ μεῖζόν ἐστι τὸ ἀπὸ τῆς ΒΚ τοῦ ἀπὸ τῆς ΚΜ, ἐκείνῳ ἴσον ἔστω τὸ ἀπὸ τῆς Ν· ἡ ΒΚ ἄρα τῆς ΚΜ μεῖζον δύναται τῇ Ν. καὶ ἐπεὶ σύμμετρός ἐστιν ἡ ΚΖ τῇ ΖΒ, καὶ συνθέντι σύμμετρός ἐστιν ἡ ΚΒ τῇ ΖΒ. ἀλλὰ ἡ ΒΖ τῇ ΒΘ σύμμετρός ἐστιν· καὶ ἡ ΒΚ ἄρα τῇ ΒΘ σύμμετρός ἐστιν.
设N上的正方形等于BK上的正方形比KM上的正方形大出的部分;所以BK在平方上比KM大N。 又因为KF与FB是可通约的,合比之,KB与FB也是可通约的。 但是BF与BTh是可通约的;所以BK与BTh也是可通约的。
καὶ ἐπεὶ πενταπλάσιόν ἐστι τὸ ἀπὸ τῆς ΒΚ τοῦ ἀπὸ τῆς ΚΜ, τὸ ἄρα ἀπὸ τῆς ΒΚ πρὸς τὸ ἀπὸ τῆς ΚΜ λόγον ἔχει, ὃν ε πρὸς ἕν.
又因为BK上的正方形是KM上的正方形的五倍,所以BK上的正方形比KM上的正方形的比,等于5比1的比。
ἀναστρέψαντι ἄρα τὸ ἀπὸ τῆς ΒΚ πρὸς τὸ ἀπὸ τῆς Ν λόγον ἔχει, ὃν ε πρὸς δ, οὐχ ὃν τετράγωνος πρὸς τετράγωνον· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΒΚ τῇ Ν· ἡ ΒΚ ἄρα τῆς ΚΜ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
所以,反比例之,BK上的正方形比N上的正方形的比,等于5比4的比,而不是平方数比平方数的比;所以BK与N是不可通约的;所以 BK在平方上比KM大一条与其自身不可通约的线的正方形。
ἐπεὶ οὖν ὅλη ἡ ΒΚ τῆς προσαρμοζούσης τῆς ΚΜ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, καὶ ὅλη ἡ ΒΚ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΒΘ, ἀποτομὴ ἄρα τετάρτη ἐστὶν ἡ ΜΒ. τὸ δὲ ὑπὸ ῥητῆς καὶ ἀποτομῆς τετάρτης περιεχόμενον ὀρθογώνιον ἄλογόν ἐστιν, καὶ ἡ δυναμένη αὐτὸ ἄλογός ἐστιν, καλεῖται δὲ ἐλάττων.
因为整体BK在平方上比附线KM大一条与其自身不可通约的线的正方形,且整体BK与给定的有理线BTh是可通约的,所以MB是第四种双对线。 而由一条有理线与第四种双对线所夹的矩形是无理的,其方根是无理的,被称为“极小线”。
δύναται δὲ τὸ ὑπὸ τῶν ΘΒΜ ἡ ΑΒ διὰ τὸ ἐπιζευγνυμένης τῆς ΑΘ ἰσογώνιον γίνεσθαι τὸ ΑΒΘ τρίγωνον τῷ ΑΒΜ τριγώνῳ καὶ εἶναι ὡς τὴν ΘΒ πρὸς τὴν ΒΑ, οὕτως τὴν ΑΒ πρὸς τὴν ΒΜ. ἡ ἄρα ΑΒ τοῦ πενταγώνου πλευρὰ ἄλογός ἐστιν ἡ καλουμένη ἐλάττων· ὅπερ ἔδει δεῖξαι.
而AB上的正方形等于ThB与BM所夹的矩形,因为连接ATh后,三角形ABTh与三角形ABM是等角的,且正如ThB比BA, AB比BM。 所以,五边形的边AB是被称为“极小线”的无理线;这就是所要证明的。

词汇与语法注释

  1. 67ἀναστρέψαντι — 与格分词 `ἀναστρέψαντι`(“对于反置的人来说”或“通过反置”)指的是比例的反置操作(*anastrophē logou*)。在这里,它指的是从 $BK^2 : KM^2 = 5 : 1$ 导出 $BK^2 : (BK^2 - KM^2) = BK^2 : N^2 = 5 : (5-1) = 5 : 4$ 的步骤。
  2. 76δύναται δὲ τὸ ὑπὸ τῶν ΘΒΜ ἡ ΑΒ — 动词 `δύναται`(“在平方上等于”)的主语是 `ἡ ΑΒ`(主格),宾语是名词化的中性短语 `τὸ ὑπὸ τῶν ΘΒΜ`(由ThB与BM所夹的矩形,宾格)。这意指AB上的正方形等于该矩形。
  3. 77διὰ τὸ ... γίνεσθαι — 这是一个由介词 `διά` 加上名词化的中性单数宾格冠词 `τό` 以及不定式 `γίνεσθαι` 组成的因果结构(“因为……成为”)。不定式的主语是 `τὸ ΑΒΘ τρίγωνον`,并伴随着属格独立结构 `ἐπιζευγνυμένης τῆς ΑΘ`(“当连接ATh时”)。

引用这一段

欧几里得, 几何原本 §13.prop.11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。