Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.11#1

内接正五边形之边为极小线之证明

第 303 段,共 316 段 · 希腊语

内容简介

为了证明内接于有理直径圆的等边五边形的边是被称为“极小线”的无理线,在圆内进行各种直线的连接作图,并利用相似三角形的性质及外中比定理推导出线段之比与正方形面积之比的关系。

§13.prop.11#1ἐὰν εἰς κύκλον ῥητὴν ἔχοντα τὴν διάμετρον πεντάγωνον ἰσόπλευρον ἐγγραφῇ, ἡ τοῦ πενταγώνου πλευρὰ ἄλογός ἐστιν ἡ καλουμένη ἐλάσσων.
如果等边五边形内接于具有有理直径的圆,则五边形的边是被称为“极小线”的无理线。
εἰς γὰρ κύκλον τὸν ΑΒΓΔΕ ῥητὴν ἔχοντα τὴν διάμετρον πεντάγωνον ἰσόπλευρον ἐγγεγράφθω τὸ ΑΒΓΔΕ· λέγω, ὅτι ἡ τοῦ πενταγώνου πλευρὰ ἄλογός ἐστιν ἡ καλουμένη ἐλάσσων.
因为设等边五边形ABCDE 内接于具有有理直径的圆ABCDE;我主张,五边形的边是被称为“极小线”的无理线。
εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Ζ σημεῖον, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ, ΖΒ καὶ διήχθωσαν ἐπὶ τὰ Η, Θ σημεῖα, καὶ ἐπεζεύχθω ἡ ΑΓ, καὶ κείσθω τῆς ΑΖ τέταρτον μέρος ἡ ΖΚ. ῥητὴ δὲ ἡ ΑΖ·
因为设圆心为点F,连接AF、FB并分别延长至点H、Th,且连接AG,并取FK为AF的四分之一。
ῥητὴ ἄρα καὶ ἡ ΖΚ. ἔστι δὲ καὶ ἡ ΒΖ ῥητή·
而AF是有理的;所以FK也是有理的。
ὅλη ἄρα ἡ ΒΚ ῥητή ἐστιν.
且BF也是有理的;所以整体BK是有理的。
καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΓΗ περιφέρεια τῇ ΑΔΗ περιφερείᾳ, ὧν ἡ ΑΒΓ τῇ ΑΕΔ ἐστιν ἴση, λοιπὴ ἄρα ἡ ΓΗ λοιπῇ τῇ ΗΔ ἐστιν ἴση.
又因为弧AGH等于弧ADH,其中弧ABG等于AED,所以余下的GH等于余下的HD。
καὶ ἐὰν ἐπιζεύξωμεν τὴν ΑΔ, συνάγονται ὀρθαὶ αἱ πρὸς τῷ Λ γωνίαι, καὶ διπλῆ ἡ ΓΔ τῆς ΓΛ. διὰ τὰ αὐτὰ δὴ καὶ αἱ πρὸς τῷ Μ ὀρθαί εἰσιν, καὶ διπλῆ ἡ ΑΓ τῆς ΓΜ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ὑπὸ ΑΛΓ γωνία τῇ ὑπὸ ΑΜΖ, κοινὴ δὲ τῶν δύο τριγώνων τοῦ τε ΑΓΛ καὶ τοῦ ΑΜΖ ἡ ὑπὸ ΛΑΓ, λοιπὴ ἄρα ἡ ὑπὸ ΑΓΛ λοιπῇ τῇ ὑπὸ ΜΖΑ ἐστιν ἴση· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΓΛ τρίγωνον τῷ ΑΜΖ τριγώνῳ·
且如果我们连接AD,在L处的角为直角,且GD是GL的两倍。 由于同样的原因,在M处的角也是直角,且AG是GM的两倍。 因为角ALG等于AMF,且在两个三角形AGL与AMF中,角 LAG是公共角,所以余下的角AGL等于余下的MFA;所以三角形AGL与三角形AMF等角。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΛΓ πρὸς ΓΑ, οὕτως ἡ ΜΖ πρὸς ΖΑ· καὶ τῶν ἡγουμένων τὰ διπλάσια· ὡς ἄρα ἡ τῆς ΛΓ διπλῆ πρὸς τὴν ΓΑ, οὕτως ἡ τῆς ΜΖ διπλῆ πρὸς τὴν ΖΑ. ὡς δὲ ἡ τῆς ΜΖ διπλῆ πρὸς τὴν ΖΑ, οὕτως ἡ ΜΖ πρὸς τὴν ἡμίσειαν τῆς ΖΑ· καὶ ὡς ἄρα ἡ τῆς ΛΓ διπλῆ πρὸς τὴν ΓΑ, οὕτως ἡ ΜΖ πρὸς τὴν ἡμίσειαν τῆς ΖΑ. καὶ τῶν ἑπομένων τὰ ἡμίσεα· ὡς ἄρα ἡ τῆς ΛΓ διπλῆ πρὸς τὴν ἡμίσειαν τῆς ΓΑ, οὕτως ἡ ΜΖ πρὸς τὸ τέταρτον τῆς ΖΑ. καί ἐστι τῆς μὲν ΛΓ διπλῆ ἡ ΔΓ, τῆς δὲ ΓΑ ἡμίσεια ἡ ΓΜ, τῆς δὲ ΖΑ τέταρτον μέρος ἡ ΖΚ· ἔστιν ἄρα ὡς ἡ ΔΓ πρὸς τὴν ΓΜ, οὕτως ἡ ΜΖ πρὸς τὴν ΖΚ. συνθέντι καὶ ὡς συναμφότερος ἡ ΔΓΜ πρὸς τὴν ΓΜ, οὕτως ἡ ΜΚ πρὸς ΚΖ· καὶ ὡς ἄρα τὸ ἀπὸ συναμφοτέρου τῆς ΔΓΜ πρὸς τὸ ἀπὸ ΓΜ, οὕτως τὸ ἀπὸ ΜΚ πρὸς τὸ ἀπὸ ΚΖ. καὶ ἐπεὶ τῆς ὑπὸ δύο πλευρὰς τοῦ πενταγώνου ὑποτεινούσης, οἷον τῆς ΑΓ, ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμα ἴσον ἐστὶ τῇ τοῦ πενταγώνου πλευρᾷ, τουτέστι τῇ ΔΓ, τὸ δὲ μεῖζον τμῆμα προσλαβὸν τὴν ἡμίσειαν τῆς ὅλης πενταπλάσιον δύναται τοῦ ἀπὸ τῆς ἡμισείας τῆς ὅλης, καί ἐστιν ὅλης τῆς ΑΓ ἡμίσεια ἡ ΓΜ, τὸ ἄρα ἀπὸ τῆς ΔΓΜ ὡς μιᾶς πενταπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΓΜ.
所以,成比例地,正如LG比GA,MF比FA;而前项的两倍:所以正如LG的两倍比GA,MF的两倍比FA。 但是正如MF的两倍比FA,MF比FA的一半;所以正如LG的两倍比GA,MF比FA的一半。 而(取)后项的一半:所以正如LG的两倍比GA的一半,MF比 FA of 四分之一。 而DG是LG的两倍,GM是GA的一半,FK是FA的四分之一;所以,正如DG比GM,MF比FK。 合比,正如DG与GM之和比GM,MK比KF;所以正如由DG、GM之和所组成的一条线段上的正方形比GM上的正方形,MK上的正方形比KF上的正方形。 又因为,当张着五边形两边的直线(例如AG)被分成外中比时,其较大的分段等于五边形的边(即DG),且较大的分段加上整体的一半,其平方等于整体一半上的正方形的五倍,而GM是整体AG的一半,所以DG与GM之和作为一个线段其上的正方形是GM上的正方形的五倍。

词汇与语法注释

  1. 13.prop.11#1τῆς ὑπὸ δύο πλευρὰς — 介词 ὑπό 后接宾格(δύο πλευράς)表示“张着(五边形相邻)两边”的弦。在语法上,它与后文的分词 τεμνομένης 一起构成属格绝对结构。
  2. 13.prop.11#1πενταπλάσιον δύναται — 动词 δύναται 是几何学专业术语,意为“在平方上等于(以某线段为边的正方形面积等于……)”。此处表示某线段上的正方形等于另一线段上正方形的五倍。
  3. 13.prop.11#1συνθέντι — 该词为与格分词的惯用指示表达,意为“合比(或译合分比之合比)”。即若 a : b = c : d,则得出 (a+b) : b = (c+d) : d。
  4. 13.prop.11#1συναμφοτέρου τῆς ΔΓΜ — 形容词 συναμφότερος 意为“两者结合、和”,此处表示由线段DG与GM合起来组成的一条连续线段。属格定冠词 τῆς 将这一组合后的整体直线作为一个修饰对象。

引用这一段

欧几里得, 几何原本 §13.prop.11#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.11%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。