Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.75-10.prop2.76

第二中项剪线与较小线的定义和性质

第 209 段,共 316 段 · 希腊语

内容简介

收录第10卷命题75和76。命题75证明了从中项线中减去与其整体仅在平方上共测且围成中面区域的中项线,其余线为无理线(第二中项剪线);命题76证明了在特定条件下,从一条直线上减去与其平方不共测的直线,其余线为无理线(较小线)。

§10.prop2.75ἐὰν ἀπὸ μέσης μέση ἀφαιρεθῇ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλη, μετὰ δὲ τῆς ὅλης μέσον περιέχουσα, ἡ λοιπὴ ἄλογός ἐστιν· καλείσθω δὲ μέσης ἀποτομὴ δευτέρα.
\n若从中项线中减去一条与其整体仅在平方上共测的中项线,且它与整体围成一个中面区域,则余线是无理线;且设它被称为第二中项剪线。
ἀπὸ γὰρ μέσης τῆς ΑΒ μέση ἀφῃρήσθω ἡ ΓΒ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ τῇ ΑΒ, μετὰ δὲ τῆς ὅλης τῆς ΑΒ μέσον περιέχουσα τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ· λέγω, ὅτι ἡ λοιπὴ ἡ ΑΓ ἄλογός ἐστιν· καλείσθω δὲ μέσης ἀποτομὴ δευτέρα.
\n因为,设从中项线AB中减去与其整体AB在平方上仅共测的中项线GB,且它与整体AB一起围成中面区域(即由AB、BC围成的矩形);我说,余线AC是无理线;且设它被称为第二中项剪线。
Ἐκκείσθω γὰρ ῥητὴ ἡ ΔΙ, καὶ τοῖς μὲν ἀπὸ τῶν ΑΒ, ΒΓ ἴσον παρὰ τὴν ΔΙ παραβεβλήσθω τὸ ΔΕ πλάτος ποιοῦν τὴν ΔΗ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον παρὰ τὴν ΔΙ παραβεβλήσθω τὸ ΔΘ πλάτος ποιοῦν τὴν ΔΖ· λοιπὸν ἄρα τὸ ΖΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΓ. καὶ ἐπεὶ μέσα καὶ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ, μέσον ἄρα καὶ τὸ ΔΕ. καὶ παρὰ ῥητὴν τὴν ΔΙ παράκειται πλάτος ποιοῦν τὴν ΔΗ· ῥητὴ ἄρα ἐστὶν ἡ ΔΗ καὶ ἀσύμμετρος τῇ ΔΙ μήκει.
\n因为,设设下有理线DI,且在DI上贴附与AB、BC上的正方形之和相等的矩形DE,产生宽为DH,且在DI上贴附与由AB、BC围成的矩形的两倍相等的矩形DΘ,产生宽为DZ;因此,余下的ZE等于AC上的正方形。 又因为AB、BC上的正方形之和是中面且共测的,所以矩形DE也是中面的。 而它贴附于有理线DI,产生宽DH;因此DH是有理的,且在长度上与DI不共测。
πάλιν, ἐπεὶ μέσον ἐστὶ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ, καὶ τὸ δὶς ἄρα ὑπὸ τῶν ΑΒ, ΒΓ μέσον ἐστίν.
再者,由于由AB、BC围成的矩形是中面的,所以由AB、BC围成的矩形的两倍也是中面的。
καί ἐστιν ἴσον τῷ ΔΘ· καὶ τὸ ΔΘ ἄρα μέσον ἐστίν.
而它等于DΘ;因此DΘ也是中面的。
καὶ παρὰ ῥητὴν τὴν ΔΙ παραβέβληται πλάτος ποιοῦν τὴν ΔΖ· ῥητὴ ἄρα ἐστὶν ἡ ΔΖ καὶ ἀσύμμετρος τῇ ΔΙ μήκει.
而它贴附于有理线DI,产生宽为DZ;因此DZ是有理的,且在长度上与DI不共测。
καὶ ἐπεὶ αἱ ΑΒ, ΒΓ δυνάμει μόνον σύμμετροί εἰσιν, ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΑΒ τῇ ΒΓ μήκει· ἀσύμμετρον ἄρα καὶ τὸ ἀπὸ τῆς ΑΒ τετράγωνον τῷ ὑπὸ τῶν ΑΒ, ΒΓ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΒ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ, τῷ δὲ ὑπὸ τῶν ΑΒ, ΒΓ σύμμετρόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ·
又因为AB、BC仅在平方上共测,所以AB在长度上与BC不共测;因此AB上的正方形也与由AB、BC围成的矩形不共测。 可是,与AB上的正方形共测的是 AB、BC上的正方形之和,而与由AB、BC围成的矩形共测的是由AB、BC围成的矩形的两倍;因此由AB、BC围成的矩形的两倍与AB、BC上的正方形之和不共测。
ἀσύμμετρον ἄρα ἐστὶ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ τοῖς ἀπὸ τῶν ΑΒ, ΒΓ. ἴσον δὲ τοῖς μὲν ἀπὸ τῶν ΑΒ, ΒΓ τὸ ΔΕ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ τὸ ΔΘ· ἀσύμμετρον ἄρα τὸ ΔΕ τῷ ΔΘ. ὡς δὲ τὸ ΔΕ πρὸς τὸ ΔΘ, οὕτως ἡ ΗΔ πρὸς τὴν ΔΖ· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΗΔ τῇ ΔΖ. καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ἄρα ΗΔ, ΔΖ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ΖΗ ἄρα ἀποτομή ἐστιν.
而DE等于AB、BC上的正方形之和,且DΘ等于由AB、BC围成的矩形的两倍;因此DE与DΘ不共测。 而 DE对DΘ的比等于HD对DZ的比;因此HD与DZ不共测。 且两者都是有理的;因此HD、DZ是有理线且仅在平方上共测;因此ZH是剪线。
ῥητὴ δὲ ἡ ΔΙ· τὸ δὲ ὑπὸ ῥητῆς καὶ ἀλόγου περιεχόμενον ἄλογόν ἐστιν, καὶ ἡ δυναμένη αὐτὸ ἄλογός ἐστιν.
而DI是有理的;而由有理线和无理线围成的矩形是无理的,且其等面正方形的边也是无理的。
καὶ δύναται τὸ ΖΕ ἡ ΑΓ· ἡ ΑΓ ἄρα ἄλογός ἐστιν· καλείσθω δὲ μέσης ἀποτομὴ δευτέρα.
而AC是与ZE相等的正方形的边;因此AC是无理的;且设它被称为第二中项剪线。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§10.prop2.76ἐὰν ἀπὸ εὐθείας εὐθεῖα ἀφαιρεθῇ δυνάμει ἀσύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ποιοῦσα τὰ μὲν ἀπʼ αὐτῶν ἅμα ῥητόν, τὸ δʼ ὑπʼ αὐτῶν μέσον, ἡ λοιπὴ ἄλογός ἐστιν· καλείσθω δὲ ἐλάσσων.
\n\n若从一条直线上减去一条与其整体在平方上不共测的直线,且它与整体一起使它们上的正方形之和为有理,而它们围成的矩形的两倍为中面,则余线是无理线;且设它被称为较小线。
ἀπὸ γὰρ εὐθείας τῆς ΑΒ εὐθεῖα ἀφῃρήσθω ἡ ΒΓ δυνάμει ἀσύμμετρος οὖσα τῇ ὅλῃ ποιοῦσα τὰ προκείμενα. λέγω, ὅτι ἡ λοιπὴ ἡ ΑΓ ἄλογός ἐστιν ἡ καλουμένη ἐλάσσων.
\n因为,设从直线AB中减去与其整体在平方上不共测的直线BC,且它满足所提出的性质;我说,余线AC是被称为较小线的无理线。
ἐπεὶ γὰρ τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ τετραγώνων ῥητόν ἐστιν, τὸ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ μέσον, ἀσύμμετρα ἄρα ἐστὶ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ·
\n因为,由于AB、 BC上的正方形之和是有理的,而由AB、BC围成的矩形的两倍是中面的,所以AB、BC上的正方形之和与由AB、BC围成的矩形的两倍不共测;且通过反转,AB、BC上的正方形之和也与余下的AC上的正方形不共测。
καὶ ἀναστρέψαντι λοιπῷ τῷ ἀπὸ τῆς ΑΓ ἀσύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ. ῥητὰ δὲ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ. ἄλογον ἄρα τὸ ἀπὸ τῆς ΑΓ· ἄλογος ἄρα ἡ ΑΓ· καλείσθω δὲ ἐλάσσων.
而AB、BC上的正方形之和是有理的;因此AC上的正方形是无理的; \n因此AC是无理线;且设它被称为较小线。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. 10.prop2.75παρὰ τὴν ΔΙ παραβεβλήσθω τὸ ΔΕ πλάτος ποιοῦν τὴν ΔΗ — 希腊几何代数中的传统表达,意为沿给定的有理线“贴附”一个矩形(面积)。分词“ποιοῦν”表示“产生……为宽”。
  2. 10.prop2.75ἡ δυναμένη αὐτὸ — 意为“与其等面的正方形的边(即对该面积有乘方能力的线)”。现在分词阴性单数“δυναμένη”修饰省略的阴性名词“εὐθεῖα”(直线)。
  3. 10.prop2.76ἀναστρέψαντι — 分词与格,表示“通过反转”或“通过相减”的数学条件。在几何学推导中作为公式化表达使用。

引用这一段

欧几里得, 几何原本 §10.prop2.75-10.prop2.76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.75-10.prop2.76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。