§10.prop2.77ἐὰν ἀπὸ εὐθείας εὐθεῖα ἀφαιρεθῇ δυνάμει ἀσύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ποιοῦσα τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δὲ δὶς ὑπʼ αὐτῶν ῥητόν, ἡ λοιπὴ ἄλογός ἐστιν· καλείσθω δὲ ἡ μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσα.
若从一条直线上减去一条与其整体在平方上不共测的直线,且它与整体一起使它们上的正方形之和为中面,而它们围成的矩形的两倍为有理,则余线是无理线;且设它被称为与有理面积一起使整体为中面的线。
ἀπὸ γὰρ εὐθείας τῆς ΑΒ εὐθεῖα ἀφῃρήσθω ἡ ΒΓ δυνάμει ἀσύμμετρος οὖσα τῇ ΑΒ ποιοῦσα τὰ προκείμενα· λέγω, ὅτι ἡ λοιπὴ ἡ ΑΓ ἄλογός ἐστιν ἡ προειρημένη.
因为,设从直线AB中减去与其整体AB在平方上不共测的直线BC,且它满足所提出的性质;我说,余线AC是前述的无理线。
ἐπεὶ γὰρ τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ τετραγώνων μέσον ἐστίν, τὸ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ ῥητόν, ἀσύμμετρα ἄρα ἐστὶ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ· καὶ λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΑΓ ἀσύμμετρόν ἐστι τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ. καί ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ ῥητόν·
因为,由于AB、BC上的正方形之和是中面的,而由AB、BC围成的矩形的两倍是有理的,所以AB、BC上的正方形之和与由AB、BC围成的矩形的两倍不共测;因此余下的AC上的正方形也与由 AB、BC围成的矩形的两倍不共测。
τὸ ἄρα ἀπὸ τῆς ΑΓ ἄλογόν ἐστιν·
而由AB、BC围成的矩形的两倍是有理的;因此AC上的正方形是无理的。
ἄλογος ἄρα ἐστὶν ἡ ΑΓ· καλείσθω δὲ ἡ μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσα.
因此AC是无理线;且设它被称为与有理面积一起使整体为中面的线。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§10.prop2.78ἐὰν ἀπὸ εὐθείας εὐθεῖα ἀφαιρεθῇ δυνάμει ἀσύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ποιοῦσα τό τε συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον τό τε δὶς ὑπʼ αὐτῶν μέσον καὶ ἔτι τὰ ἀπʼ αὐτῶν τετράγωνα ἀσύμμετρα τῷ δὶς ὑπʼ αὐτῶν, ἡ λοιπὴ ἄλογός ἐστιν· καλείσθω δὲ ἡ μετὰ μέσου μέσον τὸ ὅλον ποιοῦσα.
若从一条直线上减去一条与其整体在平方上不共测的直线,且它与整体一起使它们上的正方形之和为中面,它们围成的矩形的两倍为中面,且它们上的正方形之和与它们围成的矩形的两倍不共测,则余线是无理线;且设它被称为与中面面积一起使整体为中面的线。
ἀπὸ γὰρ εὐθείας τῆς ΑΒ εὐθεῖα ἀφῃρήσθω ἡ ΒΓ δυνάμει ἀσύμμετρος οὖσα τῇ ΑΒ ποιοῦσα τὰ προκείμενα· λέγω, ὅτι ἡ λοιπὴ ἡ ΑΓ ἄλογός ἐστιν ἡ καλουμένη ἡ μετὰ μέσου μέσον τὸ ὅλον ποιοῦσα.
因为,设从直线AB中减去与其整体AB在平方上不共测的直线BC,且它满足所提出的性质;我说,余线AC是被称为与中面面积一起使整体为中面的无理线。
Ἐκκείσθω γὰρ ῥητὴ ἡ ΔΙ, καὶ τοῖς μὲν ἀπὸ τῶν ΑΒ, ΒΓ ἴσον παρὰ τὴν ΔΙ παραβεβλήσθω τὸ ΔΕ πλάτος ποιοῦν τὴν ΔΗ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον ἀφῃρήσθω τὸ ΔΘ.
因为,设设下有理线DI,且在DI上贴附与AB、BC上的正方形之和相等的矩形DE,产生宽为DH,且设减去与由AB、BC围成的矩形的两倍相等的矩形DΘ。
λοιπὸν ἄρα τὸ ΖΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΓ· ὥστε ἡ ΑΓ δύναται τὸ ΖΕ. καὶ ἐπεὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ τετραγώνων μέσον ἐστὶ καί ἐστιν ἴσον τῷ ΔΕ, μέσον ἄρα τὸ ΔΕ. καὶ παρὰ ῥητὴν τὴν ΔΙ παράκειται πλάτος ποιοῦν τὴν ΔΗ·
因此,余下的ZE等于AC上的正方形;所以AC与ZE等面。 又因为AB、BC 上的正方形之和是中面的,且它等于DE,所以DE也是中面的。
ῥητὴ ἄρα ἐστὶν ἡ ΔΗ καὶ ἀσύμμετρος τῇ ΔΙ μήκει.
而它贴附于有理线DI,产生宽为DH;因此DH是有理的,且在长度上与DI不共测。
πάλιν, ἐπεὶ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ μέσον ἐστὶ καί ἐστιν ἴσον τῷ ΔΘ, τὸ ἄρα ΔΘ μέσον ἐστίν.
再者,由于由AB、BC围成的矩形的两倍是中面的,且它等于DΘ,因此DΘ 也是中面的。
καὶ παρὰ ῥητὴν τὴν ΔΙ παράκειται πλάτος ποιοῦν τὴν ΔΖ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΔΖ καὶ ἀσύμμετρος τῇ ΔΙ μήκει.
而它贴附于有理线DI,产生宽为DZ;因此DZ也是有理的,且在长度上与DI不共测。
καὶ ἐπεὶ ἀσύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ, ἀσύμμετρον ἄρα καὶ τὸ ΔΕ τῷ ΔΘ. ὡς δὲ τὸ ΔΕ πρὸς τὸ ΔΘ, οὕτως ἐστὶ καὶ ἡ ΔΗ πρὸς τὴν ΔΖ· ἀσύμμετρος ἄρα ἡ ΔΗ τῇ ΔΖ. καί εἰσιν ἀμφότεραι ῥηταί·
又因为AB、BC上的正方形之和与由AB、BC围成的矩形的两倍不共测,所以DE也与DΘ不共测。 而DE对DΘ的比等于 DH对DZ的比;因此DH与DZ不共测。
αἱ ΗΔ, ΔΖ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι. ἀποτομὴ ἄρα ἐστὶν ἡ ΖΗ·
且两者都是有理的;因此HD、DZ是有理线且仅在平方上共测;因此ZH是剪线。
ῥητὴ δὲ ἡ ΖΘ. τὸ δὲ ὑπὸ ῥητῆς καὶ ἀποτομῆς περιεχόμενον ἄλογόν ἐστιν, καὶ ἡ δυναμένη αὐτὸ ἄλογός ἐστιν.
而ZΘ是有理的。 而由有理线和剪线围成的矩形是无理的,且其等面正方形的边也是无理的。
καὶ δύναται τὸ ΖΕ ἡ ΑΓ· ἡ ΑΓ ἄρα ἄλογός ἐστιν· καλείσθω δὲ ἡ μετὰ μέσου μέσον τὸ ὅλον ποιοῦσα.
而AC与ZE等面;因此AC是无理线;且设它被称为与中面面积一起使整体为中面的线。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。