Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.73-10.prop2.74

剪线与第一中项剪线的定义及性质

第 208 段,共 316 段 · 希腊语

内容简介

定义并证明了从有理线中减去特定有理线后所得的余线(剪线)为无理线,以及从中项线中减去特定中项线后所得的余线(第一中项剪线)为无理线。

§10.prop2.73ἐὰν ἀπὸ ῥητῆς ῥητὴ ἀφαιρεθῇ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, ἡ λοιπὴ ἄλογός ἐστιν· καλείσθω δὲ ἀποτομή.
若从一条有理线中减去一条与其整体仅在平方上共测的有理线,则余线是无理线;且设它被称为剪线。
ἀπὸ γὰρ ῥητῆς τῆς ΑΒ ῥητὴ ἀφῃρήσθω ἡ ΒΓ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ· λέγω, ὅτι ἡ λοιπὴ ἡ ΑΓ ἄλογός ἐστιν ἡ καλουμένη ἀποτομή.
因为,设从有理线AB中减去与整体仅在平方上共测的有理线BC;我说,余线AC是被称为剪线的无理线。
ἐπεὶ γὰρ ἀσύμμετρός ἐστιν ἡ ΑΒ τῇ ΒΓ μήκει, καί ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ, ἀσύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΑΒ τῷ ὑπὸ τῶν ΑΒ, ΒΓ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΒ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα, τῷ δὲ ὑπὸ τῶν ΑΒ, ΒΓ σύμμετρόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ. καὶ ἐπειδήπερ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ ἴσα ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ μετὰ τοῦ ἀπὸ ΓΑ, καὶ λοιπῷ ἄρα τῷ ἀπὸ τῆς ΑΓ ἀσύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ. ῥητὰ δὲ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ· ἄλογος ἄρα ἐστὶν ἡ ΑΓ· καλείσθω δὲ ἀποτομή.
因为,由于AB在长度上与BC不共测,且AB对BC的比等于AB上的正方形对由AB、BC围成的矩形的比,所以AB上的正方形与由AB、BC围成的矩形不共测。 可是,与AB上的正方形共测的是AB、BC上的正方形之和,而与由AB、BC围成的矩形共测的是由AB、BC围成的矩形的两倍。 又因为AB、BC上的正方形之和等于由AB、BC围成的矩形的两倍加上CA上的正方形,所以余下的AC上的正方形也与AB、BC上的正方形之和不共测。 而AB、BC上的正方形之和是有理的;因此AC是无理线;且设它被称为剪线。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§10.prop2.74ἐὰν ἀπὸ μέσης μέση ἀφαιρεθῇ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ῥητὸν περιέχουσα, ἡ λοιπὴ ἄλογός ἐστιν· καλείσθω δὲ μέσης ἀποτομὴ πρώτη.
若从中项线中减去一条与其整体仅在平方上共测的中项线,且它与整体围成一个有理区域,则余线是无理线;且设它被称为第一中项剪线。
ἀπὸ γὰρ μέσης τῆς ΑΒ μέση ἀφῃρήσθω ἡ ΒΓ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ΑΒ, μετὰ δὲ τῆς ΑΒ ῥητὸν ποιοῦσα τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ· λέγω, ὅτι ἡ λοιπὴ ἡ ΑΓ ἄλογός ἐστιν· καλείσθω δὲ μέσης ἀποτομὴ πρώτη.
因为,设从中项线AB中减去与其在平方上仅共测的中项线BC,且它与AB一起使由AB、BC围成的矩形为有理的;我说,余线AC是无理线;且设它被称为第一中项剪线。
ἐπεὶ γὰρ αἱ ΑΒ, ΒΓ μέσαι εἰσίν, μέσα ἐστὶ καὶ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ. ῥητὸν δὲ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ· ἀσύμμετρα ἄρα τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ·
因为,由于AB、BC是中项线,所以AB、BC上的正方形之和也是中面的。 而由AB、BC围成的矩形的两倍是有理的;因此,AB、BC上的正方形之和与由AB、BC围成的矩形的两倍不共测。
καὶ λοιπῷ ἄρα τῷ ἀπὸ τῆς ΑΓ ἀσύμμετρόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ, ἐπεὶ κἂν τὸ ὅλον ἑνὶ αὐτῶν ἀσύμμετρον ᾖ, καὶ τὰ ἐξ ἀρχῆς μεγέθη ἀσύμμετρα ἔσται.
因此,由AB、BC围成的矩形的两倍也与余下的AC上的正方形不共测;因为,如果整体与其中一个不共测,则最初的量也将是不共测的。
ῥητὸν δὲ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ· ἄλογον ἄρα τὸ ἀπὸ τῆς ΑΓ·
而由AB、BC围成的矩形的两倍是有理的;因此AC上的正方形是无理的。
ἄλογος ἄρα ἐστὶν ἡ ΑΓ· καλείσθω δὲ μέσης ἀποτομὴ πρώτη.
因此AC是无理线;且设它被称为第一中项剪线。

词汇与语法注释

  1. §10.prop2.73τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα — 复数短语 τὰ ... τετράγω表达的是在线段AB及BC上所作的正方形之和。在几何语境中,它既表示个别的正方形,也作为其代数和来处理。
  2. §10.prop2.74ἐπει κὰν τὸ ὅλον ἑνὶ αὐτῶν ἀσύμμετρον ᾖ, καὶ τὰ ἐξ ἀρχῆς μεγέθη ἀσύμμετρα ἔσται — 使用 κἂν (καὶ ἐάν) 的条件从句。这里的“整体”(τὸ ὅλον)指代和 (AB^2 + BC^2),“其中之一”(ἑνὶ αὐτῶν)指代两倍矩形 2(AB*BC)。如果整体与其中一个加数不可共测,则最初的两个量(即和与两倍矩形本身)也互不共测,从而其余数(AC^2)也与之不共测。

引用这一段

欧几里得, 几何原本 §10.prop2.73-10.prop2.74. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.73-10.prop2.74

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。