§10.prop1.30εὑρεῖν δύο ῥητὰς δυνάμει μόνον συμμέτρους, ὥστε τὴν μείζονα τῆς ἐλάσσονος μεῖζον δύνασθαι τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ μήκει.
求两条仅在平方上共测的有理线,使得较大线上的正方形比较小线上的正方形大,其差等于与较大线在长度上不共测的线上的正方形。
Ἐκκείσθω ῥητὴ ἡ ΑΒ καὶ δύο τετράγωνοι ἀριθμοὶ οἱ ΓΕ, ΕΔ, ὥστε τὸν συγκείμενον ἐξ αὐτῶν τὸν ΓΔ μὴ εἶναι τετράγωνον, καὶ γεγράφθω ἐπὶ τῆς ΑΒ ἡμικύκλιον τὸ ΑΖΒ, καὶ πεποιήσθω ὡς ὁ ΔΓ πρὸς τὸν ΓΕ, οὕτως τὸ ἀπὸ τῆς ΒΑ πρὸς τὸ ἀπὸ τῆς ΑΖ, καὶ ἐπεζεύχθω ἡ ΖΒ.
ὁμοίως δὴ δείξομεν τῷ πρὸ τούτου, ὅτι αἱ ΒΑ, ΑΖ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι.
设已给一条有理线 AB,以及两个平方数 GE、ED,使得它们的和 GD 不是平方数。 在 AB 上作半圆 AZB,并且设,DG 与 GE 的比,等于在 BA 上的正方形与在 AZ 上的正方形的比,并连接 ZB。 如同在此之前的命题一样,我们将证明 BA、AZ 是仅在平方上共测的有理线。
καὶ ἐπεί ἐστιν ὡς ὁ ΔΓ πρὸς τὸν ΓΕ, οὕτως τὸ ἀπὸ τῆς ΒΑ πρὸς τὸ ἀπὸ τῆς ΑΖ, ἀναστρέψαντι ἄρα ὡς ὁ ΓΔ πρὸς τὸν ΔΕ, οὕτως τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ἀπὸ τῆς ΒΖ. ὁ δὲ ΓΔ πρὸς τὸν ΔΕ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν·
并且,因为 DG 与 GE 的比等于在 BA 上的正方形与在 AZ 上的正方形的比,所以反转比例得,GD 与 DE 的比,等于在 AB 上的正方形与在 BZ 上的正方形的比。
οὐδʼ ἄρα τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ἀπὸ τῆς ΒΖ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΑΒ τῇ ΒΖ μήκει.
而 GD 与 DE 的比,不等于平方数与平方数的比;因此在 AB 上的正方形与在 BZ 上的正方形的比,也不等于平方数与平方数的比;因此 AB 与 BZ 在长度上不共测。
καὶ δύναται ἡ ΑΒ τῆς ΑΖ μεῖζον τῷ ἀπὸ τῆς ΖΒ ἀσυμμέτρου ἑαυτῇ.
而且在 AB 上的正方形比在 AZ 上的正方形大,其差等于与 AB 不共测的 ZB 上的正方形。
αἱ ΑΒ, ΑΖ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι, καὶ ἡ ΑΒ τῆς ΑΖ μεῖζον δύναται τῷ ἀπὸ τῆς ΖΒ ἀσυμμέτρου ἑαυτῇ μήκει· ὅπερ ἔδει δεῖξαι.
因此,AB、AZ 是仅在平方上共测的有理线,且较大的 AB 上的正方形比较小的 AZ 上的正方形大,其差等于在长度上与 AB 不共测的 ZB 上的正方形;这就是所要证明的。
§10.prop1.31εὑρεῖν δύο μέσας δυνάμει μόνον συμμέτρους ῥητὸν περιεχούσας, ὥστε τὴν μείζονα τῆς ἐλάσσονος μεῖζον δύνασθαι τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει.
求两条仅在平方上共测且包围一个有理面积的中项线,使得较大线上的正方形比较小线上的正方形大,其差等于与较大线在长度上共测的线上的正方形。
Ἐκκείσθωσαν δύο ῥηταὶ δυνάμει μόνον σύμμετροι αἱ α, Β, ὥστε τὴν Α μείζονα οὖσαν τῆς ἐλάσσονος τῆς Β μεῖζον δύνασθαι τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει.
设已给两条仅在平方上共测的有理线 a、B,使得较大的 A 比较小的 B 大,其差等于与 A 在长度上共测的线上的正方形。
καὶ τῷ ὑπὸ τῶν Α, Β ἴσον ἔστω τὸ ἀπὸ τῆς Γ. μέσον δὲ τὸ ὑπὸ τῶν Α, Β·
设在 C 上的正方形等于由 A、B 所包围的矩形。
μέσον ἄρα καὶ τὸ ἀπὸ τῆς Γ· μέση ἄρα καὶ ἡ Γ. τῷ δὲ ἀπὸ τῆς Β ἴσον ἔστω τὸ ὑπὸ τῶν Γ, Δ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς Β· ῥητὸν ἄρα καὶ τὸ ὑπὸ τῶν Γ, Δ. καὶ ἐπεί ἐστιν ὡς ἡ Α πρὸς τὴν Β, οὕτως τὸ ὑπὸ τῶν Α, Β πρὸς τὸ ἀπὸ τῆς Β, ἀλλὰ τῷ μὲν ὑπὸ τῶν Α, Β ἴσον ἐστὶ τὸ ἀπὸ τῆς Γ, τῷ δὲ ἀπὸ τῆς Β ἴσον τὸ ὑπὸ τῶν Γ, δ, ὡς ἄρα ἡ Α πρὸς τὴν Β, οὕτως τὸ ἀπὸ τῆς Γ πρὸς τὸ ὑπὸ τῶν Γ, Δ. ὡς δὲ τὸ ἀπὸ τῆς Γ πρὸς τὸ ὑπὸ τῶν Γ, Δ, οὕτως ἡ Γ πρὸς τὴν Δ· καὶ ὡς ἄρα ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Γ πρὸς τὴν Δ. σύμμετρος δὲ ἡ Α τῇ Β δυνάμει μόνον·
而由 A、B 所包围的矩形是中项;因此在 C 上的正方形也是中项;因此 C 也是中项线。 并设由 C、D 所包围的矩形等于在 B 上的正方形。 而在 B 上的正方形是有理的;因此由 C、D 所包围的矩形也是有理的。 又因为,A 与 B 的比等于由 A、B 包围的矩形与在 B 上的正方形的比,而在 A、B 包围的矩形等于在 C 上的正方形,且在 B 上的正方形等于由 C、 D 包围的矩形,因此,A 与 B 的比等于在 C 上的正方形与由 C、D 包围的矩形的比。 而在 C 上的正方形与由 C、D 包围的矩形的比,等于 C 与 D 的比;因此,A 与 B 的比也等于 C 与 D 的比。
σύμμετρος ἄρα καὶ ἡ Γ τῇ Δ δυνάμει μόνον.
而 A 与 B 仅在平方上共测;因此 C 与 D 也仅在平方上共测。
καί ἐστι μέση ἡ Γ· μέση ἄρα καὶ ἡ Δ. καὶ ἐπεί ἐστιν ὡς ἡ Α πρὸς τὴν Β, ἡ Γ πρὸς τὴν Δ, ἡ δὲ Α τῆς Β μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ ἡ Γ ἄρα τῆς Δ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ.
而且 C 是中项线;因此 D 也是中项线。 又因为,A 与 B 的比等于 C 与 D 的比,且较大的 A 比较小的 B 大,其差等于与 A 共测的线上的正方形,所以较大的 C 比较小的 D 大,其差也等于与 C 共测的线上的正方形。
Εὕρηνται ἄρα δύο μέσαι δυνάμει μόνον σύμμετροι αἱ Γ, Δ ῥητὸν περιέχουσαι, καὶ ἡ Γ τῆς Δ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει.
因此,已求得两条仅在平方上共测且包围一个有理面积的中项线 C、D,且较大线 C 上的正方形比较小线 D 上的正方形大,其差等于在长度上与 C 共测的线上的正方形。
ὁμοίως δὴ δειχθήσεται καὶ τῷ ἀπὸ ἀσυμμέτρου, ὅταν ἡ Α τῆς Β μεῖζον δύνηται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
而当较大线 A 比较小线 B 大,其差等于与 A 不共测的线上的正方形时,同样可以证明其差等于不共测线上的正方形。