§33. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
3. 诸王之王、伟大的阿尔塔薛西斯致赫勒斯滂总督许斯塔内斯:问候。
Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης.
诞生于阿斯克勒庇俄斯世家的科斯医师希波克拉底,其医术的名声也已传到了我这里。
Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας.
因此,给他所渴望的任意数量的金子,以及他所匮乏的其他一切物品,并将他送到我们这里。
Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ’ Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον.
因为他将获得与最显贵的波斯人同等的荣耀;此外,若欧洲还有其他贤能之士,不要吝惜财富,使之成为王室之友;因为要找到能以其建言有所建树之人并非易事。
Ἔῤῥωσο.
祝身体健康。
§44. Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν.
4. 赫勒斯滂总督许斯塔内斯致阿斯克勒庇俄斯家族的后裔希波克拉底:问候。
Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον.
伟大的国王阿尔塔薛西斯因需要你,向我们这些总督派遣了使者,命令将金银以及你所匮乏的其他物品、还有你所想要的一切丰厚地赐予你,并尽快将你送到他那里;因为你将获得与最显贵的波斯人同等的荣耀。
Σὺ οὖν παραγίνου ξυντόμως.
因此,请速前来。
Ἔῤῥωσο.
祝身体健康。
§55. Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
5. 医师希波克拉底致赫勒斯滂总督许斯塔内斯:问候。
Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖχθαι, πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇ καὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεόμεθα.
针对你送来并声称来自国王的那封信,请将我所说的话尽快写下送呈国王,内容如下:“我们在食物、衣服、住房以及一切足以维持生活的资产上皆能自给足足。
Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρους ἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων.
享用波斯人的财富于我不合天理,亦不可去医治那些身为希腊人仇敌的野蛮人。
Ἔῤῥωσο.
”祝身体健康。
§66. Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν.
6. 希波克拉底致德米特里:祝安好。
Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι. λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται.
波斯国王正召见我们,却不知于我而言,智慧之言比金子更有力量。
Ἔῤῥωσο.
祝身体健康。
§77. Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν.
7. 致诸王之王、我的伟大主宰阿尔塔薛西斯,赫勒斯滂总督许斯塔内斯问候。
Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ’ αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν.
您所寄来、命我转交给身为阿斯克勒庇俄斯家族后裔的科斯医师希波克拉底的信函,我已经送达;并从他那里收到了回复,这是他亲笔写下并交予我、要求送往您王宫的。
Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη.
因此,我已派遣名为居姆纳斯贝斯·狄欧图赫斯的人将此信呈送给您。
Ἔῤῥωσο.
祝身体健康。
§88. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοις τάδε λέγει. Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντα καὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα.
8. 诸王之王、伟大的阿尔塔薛西斯向科斯人宣示:将那个心怀恶意、对我及波斯人肆意侮辱的医师希波克拉底,交到我的使者手中。
Εἰ δὲ μὴ, γνώσεσθε καὶ τῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες· δηϊώσας γὰρ τὴν ὑμετέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐς τὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢ πόλις Κῶ.
否则,你们将明白你们亦将为最初的过错付出代价;因为我将摧毁你们的城邦,将你们的岛屿沉入大海,使后世再也无从得知,在这一片地方曾有过名为科斯的岛屿或城邦。
§99. Ἀπόκρισις Κῴων.
9. 科斯人的回复。
Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι.
民众决议对来自阿尔塔薛西斯的使者作如下回复:科斯人绝不做任何有辱梅罗普斯、赫拉克勒斯、或阿斯克勒庇俄斯之事,因而即便将以最悲惨的毁灭而消亡,全体公民也绝不交出希波克拉底。
Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ.
确实,即便在昔日大流士和薛西斯秉承其先祖之意致信要求“土与水”时,民众人见其与其他凡人一样同为必死之躯,也并未应允;如今,他们依然给出同样的回复。
Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον.
从科斯撤离吧,因为我们绝不将希波克拉底拱手相让。
Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ’ οἱ θεοὶ ἀμελήσουσιν ἁμέων.
使者们,因此去转告他吧:神明也绝不会摒弃我们。