Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §1-2

阿尔塔薛西斯与佩托斯之间的来往书信

第 1 段,共 21 段 · 希腊语

内容简介

阿尔塔薛西斯国王写给佩托斯、请求其提供治疗军队中瘟疫之方法的书信(第一信),以及佩托斯推荐科斯岛著名医师希波克拉底的复信,信中强调了希波克拉底的神圣谱系和卓越医术(第二信)。

§1## ΕΠΙΣΤΟΛΛΙ. ΔΟΓΜΑ. ΕΠΙΒΩΜΙΟΣ. ΠΡΕΣΒΕΥΤΙΚΟΣ. 1. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳ χαίρειν.
1. 诸王之王、伟大的阿尔塔薛西斯致佩托斯:问候。
Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασιν ἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν.
所谓的瘟疫之疾已袭向我们的军队,尽管我们多方设法,它却毫无消退之势。
Ὅθεν ἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ’ ἐμοῦ διδομέναις δωρεαῖς, ἤ τι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρήξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπε τάχος·
因此我要求你:用尽一切办法,并带着我所赐予的一切赏赐,无论是你天资所想出的点子,还是出自医术的实际行动,抑或是有治疗能力的别家学派之指引,都请立刻送来。
μάστιξον, ἀξιῶ, τὸ πάθος·
我请求你,鞭笞这病痛。
ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων.
因为群众中充满了惶恐,并伴随着沉重而急促之喘息的极大焦虑。
Οὐ πολεμοῦντες πολεμούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια·
我们并未进行战争却反遭攻击,因为我们正面临着残害羊群的野兽这一宿敌。
τέτρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει·
它伤人无数,使其难以治愈,并不断射出痛苦之箭。
οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ’ ἀνδρῶν γονίμων βουλεύσασθαι.
我无法忍受;我已无心与贤能之士共商对策。
Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει.
怀着善良的良知,毫不迟疑地解决这一切吧。
Ἔῤῥωσο.
祝身体健康。
§22. Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν.
2. 佩托斯致诸王之王、伟大的阿尔塔薛西斯:问候。
Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους·
自然之疗法并不能消除瘟疫之疾的流行。
ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα· ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων.
源于自然的疾病,自然本身会通过判定来自行治愈;而由于流行所致的疾病,则由医术通过专业地判定身体之转化来予以治愈。
Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος·
而医师希波克拉底正在治疗此种病痛。
τῷ γένει μὲν οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος.
他在族源上是多利亚人,城邦则属于科斯,父亲是赫拉克莱德斯,其上依次是希波克拉底、格诺西迪科斯、内布鲁斯、索斯特拉图斯、狄奥多罗斯、克莱奥米塔德斯、克里萨米斯。
Οὗτος θείᾳ φύσει κέχρηνται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν.
此人拥有一副神圣的天赋,将医学从微小且业余的状态,提升至宏大且专业的高度。
Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκοστὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν·
因此,神圣的希波克拉底在父系上是国王克里萨米斯的第九代孙、阿斯克勒庇俄斯的第十八代孙、宙斯的第二十代孙;在母系上,其母是源自赫拉克勒斯家族的费纳雷特之女普拉克西特娅。
ὥστε κατ’ ἀμφότερα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης.
故而在这两支血脉中,神圣的希波克拉底都是神明的后代,父系上是阿斯克勒庇俄斯的子孙,母系上是赫拉克勒斯的子孙。
Ἔμαθε δὲ τὴν τέχνην παρά τε τῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει.
他从父亲赫拉克莱德斯以及祖父希波克拉底那里学习了这一医术。
Ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβηκὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ.
然而在他们那里,理所当然地,他只是被传授了他们可能也知晓的医学之初步门径,而其全部医术则是凭借其神圣天赋自学成才,且他在心灵之天赋上超越其先辈的程度,正如同他在医术之造诣上与他们判若云泥。
Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, διασπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα.
他清除了广阔的陆地和海洋中的——并非野兽之属,而是如野兽般凶猛的疾病,并如同特里普托勒莫斯播撒得墨忒耳的种子一般,将阿斯克勒庇俄斯的救治之法播撒到世界各地。
Τοιγαροῦν ἐνδικώτατα καὶ αὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν.
因而非常公正地,他本人也在大地的多处地方被奉为神圣,并被雅典人视作应当获得与赫拉克勒斯和阿斯克勒庇俄斯同等的恩赐。
Αὐτὸν μετάπεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειν αὐτῷ.
召他前来吧,下令将他所渴望的任意数量的金银赏赐给他。
Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος, οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶς ἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης.
因为此人知晓的治病方法不止一种,此人乃健康之父,此人乃救星,此人乃免除痛苦者,此人简而言之即是神圣科学的领路人。
Ἔῤῥωσο.
祝身体健康。

词汇与语法注释

  1. §1πολλὰ ποιησάντων ἡμῶν — 属格独立分词结构,在此处表示让步(“尽管我们做出了诸多努力”)。
  2. §1πνεῦμα μέγα καὶ πυκνὸν ἔχων — 现在分词 ἔχων(阳性单数一格)修饰前面的阳性名词 ἄλυς(焦虑、苦闷),并与其保持性、数、格的一致。
  3. §2ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων — 根据与前句“ἃ δὲ ἐκ φύσιος... αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα”的对称关系,本句句末省略了动词 ἰᾶται(治愈)。
  4. §2τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν — τῶν αὐτῶν δωρεῶν 是动词 ἠξίωται(被认为配得上)的属格宾语。Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ 是比较与格,与 τῶν αὐτῶν 搭配,表示“与赫拉克勒斯和阿斯克勒庇俄斯相同的恩赐”。

引用这一段

希波克拉底, 书信、法令与演说集 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。