← ヒポクラテス

書簡、決議、演説

§3-9

アルタクセルクセスの招聘の拒絶とコス島民の抵抗

アルタクセルクセス王はヒポクラテスを召し寄せようとするが、ヒポクラテスはギリシア人の敵であるペルシア人に仕えることを拒絶する。怒った王はコス島民に引き渡しを要求するが、島民は脅しを退けて拒絶を貫く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

​3. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης.1 Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ’ Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον. Ἔῤῥωσο.

​3. 諸王の王たる大アルタクセルクセス、ヘレスポントスの総督ヒュスタネスに挨拶を送る。 アスクレピオスの子孫であるコスの医師ヒポクラテスの、その技術の名声は、私のところにも届いている。それゆえ、彼に望むだけの金と、その他に彼が不足しているものを惜しみなく与え、我々のもとへと送り届けてくれ。彼はペルシア人のうちで最も高貴な者たちと同等の名誉を得るであろうから。また、ヨーロッパに他に優れた者がいるならば、富を惜しむことなく、王家に親しい友とせよ。助言において何事かを成し遂げうる人物を見いだすことは容易ではないからだ。健やかであれ。

§4

​4. Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν. Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγίνου ξυντόμως. Ἔῤῥωσο.

​4. ヘレスポントスの総督ヒュスタネス、アスクレピアデスの一族の末裔であるヒポクラテスに挨拶を送る。 大王アルタクセルクセスは、あなたを求めて我ら総督たちに使いを送り、あなたに銀や金、その他にあなたが不足しているもの、そしてあなたが望む限りのものを惜しみなく与え、速やかにご自身のもとへと送り届けるよう命じられました。あなたはペルシア人のうちで最も高貴な者たちと同等の名誉を得ることになるからです。それゆえ、速やかにおいでなさい。健やかであれ。

§5

​5. Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖχθαι,2 πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇ καὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεόμεθα. Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρους ἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων. Ἔῤῥωσο.

​5. 医師ヒポクラテス、ヘレスポントスの総督ヒュスタネスに挨拶を送る。 王から届いたとしてあなたが送ってきた書簡に対しては、私が言うことを大至急書き記して王に送りなさい。「我々は食物にも、衣服にも、住居にも、そして生活に十分なあらゆる財産にも事欠いてはいない。ペルシア人の富を享受することは私にとって正義に反するし、ギリシア人の敵である野蛮人どもを病から救うこともまた然りである」と。健やかであれ。

§6

​6. Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν. Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι. λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται.3 Ἔῤῥωσο.

​6. ヒポクラテス、デメトリオスに。健やかであれ。 ペルシア王が私を召し寄せている。知恵の言葉が私にとって金よりもはるかに価値があることを、あの男は知らないのだ。健やかであれ。

§7

​7. Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν. Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ’ αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι4 Γυμνάσβην Διευτύχη. Ἔῤῥωσο.

​7. 諸王の王にして我が大いなる主人たるアルタクセルクセス、ヘレスポントスの総督ヒュスタネスより挨拶を送る。 あなた様が、アスクレピアデスの一族の末裔であるコスの医師ヒポクラテスに送るよう命じてお寄せくださった書簡ですが、私はそれを送りました。そして彼からの返答を受け取りました。彼はそれを書面にして私に渡し、あなた様の王宮へと送るよう求めたのです。それゆえ、これをお届けするため、ギュムナスベス・ディエウテュケスと名乗る者をあなた様のもとへと派遣いたしました。健やかであれ。

§8

​8. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοις τάδε λέγει. Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντα καὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα. Εἰ δὲ μὴ, γνώσεσθε καὶ τῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες·5 δηϊώσας γὰρ τὴν ὑμετέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐς τὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢ πόλις Κῶ.

​8. 諸王の王たる大アルタクセルクセス、コス島民に次のように告げる。 私に対してもペルシア人に対しても非礼を働き、邪悪な性質を示す医師ヒポクラテスを、我が使者たちに引き渡せ。さもなくば、最初の過ちに対する報いをも受けることになると思い知るがよい。なぜなら、私はお前たちの都市を荒廃させ、島を海の中へと沈め、将来にわたって、この場所にコスという島や都市が存在したかどうかさえ分からぬようにするからだ。

§9

​9. Ἀπόκρισις Κῴων. Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν6 πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον. Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ’ οἱ θεοὶ ἀμελήσουσιν ἁμέων.

​9. コス島民の返答。 民衆は、アルタクセルクセスからの使者たちに次のように答えることを決議した。コス島民はメロプスにもヘラクレスにもアスクレピオスにも恥じぬ、ふさわしい行動を取る。それゆえに、たとえ最も悲惨な破滅をもって滅びることになろうとも、すべての市民はヒポクラテスを引き渡すことはない。実際、かつてダレイオスやクセルクセスが、その父祖より書簡を送り「土と水」を要求してきたときにも、彼らが他の人間と同様に死すべき身であることを知っていた民衆は、それらを与えなかった。そして今も、同じ返答を返すものである。コスの地から立ち去るがよい。ヒポクラテスを引き渡すことはないのだから。使者たちよ、それゆえ王に伝えるがよい、神々もまた我々を見捨てることはないと。

構文注6 件
  1. 3Ἱπποκράτους ... κλέος ... τῆς τέχνης

    Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος は、文末の τῆς τέχνης とともに、主語である κλέος を修飾する。構造的には「アスクレピオスの子孫であるコスの医師ヒポクラテスの、その技術の名声」が、主動詞 ἀφῖκται の主語となっている。

  2. 5φάμενος παρὰ βασιλέως ἀφῖκται

    分詞 φάμενος(〜と言いながら、〜と主張して)の補文として、間接話法の完了不定詞 ἀφῖχθαι(届いた、到着した)が用いられている。

  3. 6λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται

    σοφίης は λόγος(言葉、語り)にかかる属格(「知恵の言葉」)。χρυσοῦ は比較級 πλέον(より多く、より以上に)に伴う比較の属格(「金よりも」)。δύναται は「力がある、価値がある」の意。

  4. 7Φέροντα ... φάναι

    Φέροντα は「(返答を)携える者」という能動態現在分詞の対格男性単数で、ἀπέστειλα の目的語として実詞化されている。φάναι は「言うことには、名乗るには」という不定詞。

  5. 8γνώσεσθε ... τίσοντες

    知覚の動詞 γνώσεσθε(知ることになるだろう、悟るだろう)は、that節の代わりに分詞構文を補文に取る。ここでは未来分詞 τίσοντες(償うことになる、報いを受けることになる)を伴って、「償うことになるということを知るだろう」という未来の帰結を表す。τῆς πρώτης ἁμαρτίας は τιμωρίην にかかる属格(「最初の過ちに対する罰」)。

  6. 9ὧν ἕνεκεν

    関係代名詞属格複数 ὧν の先行詞は、直前の「メロプス、ヘラクレス、アスクレピオス」である。ἕνεκεν(〜のために、〜のゆえに)を伴って、「それらの先祖たちのゆえに、市民たちはヒポクラテスを引き渡さない」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:3-9