Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §24-26

致德米特里王养生书与雅典表彰决议

第 16 段,共 21 段 · 希腊语

内容简介

希波克拉底致德米特里王关于以头部为疾病根源来维持健康的信函,雅典人表彰希波克拉底的决议,以及希波克拉底在雅典娜祭坛前向色萨利人求助以保卫科斯岛自由的请愿演说。

§2424. Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα.
24. 希波克拉底致德米特里王之养生书。
Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν.
科斯的希波克拉底致德米特里王问候。
Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν.
陛下,我们此前也曾致力于概括地考察人类本性的各部分,并正如您所要求的那样,将这些内容撰写并寄送了过去。
Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι· οἷς σὺ [καὶ] τῶν προτέρων ἀῤῥωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον.
而今,关于明智之人最应当致力于的事物,我们或从前人处继承,或如今由自己新近发现,已为您撰写下来;若您遵循这些,并在疾病迹象显现时多次加以利用,您将终身免于疾病。
Ἔστι δὲ δύο γένη ἀῤῥωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι.
一切动物的疾病都有两类,一类源于系统,另一类源于罹患,彼此并不相同。
Τὰς δ’ ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά· τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας.
对于关于食物的欲望,您将看到它们由相反者产生——使湿润者干燥、使干燥者湿润、使充实者排空、使排空者充实;您也将看到所有的疾病都由相反者而平息,且疾病是由疾病治愈的。
Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα· κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας· σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας.
对于痉挛,随后发生的发热会制止该疾病;对于头部的剧烈疼痛,通过双耳或双鼻出血会制止之;在所有忧郁症患者中,随后发生的痉挛会平息其忧郁症。
Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀῤῥωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται· ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς.
并且,总的来说,头部是人类疾病的根源,最严重的疾病即自此产生;因为头部位于身体之上,如同吸角一般,它往往会吸引所有摄入之物的多余残余和精细体液。
Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀῤῥωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ’ ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀῤῥώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών.
因此,必须集中注意力,使自己特意针对这些部位而生活,以便通过您那一侧所做出的照料和规整,使侵袭的疾病不得到任何增长。 在身体未得到锻炼的情况下,既不要沉溺于纵欲,也不要耽于杂多的食物,亦不要进行过度松弛的睡眠,而是要遵循身体中产生的迹象,保持每一个时机,以便防范即将侵袭的疾病,并利用我所撰写的治疗方法,使您能持续免于疾病。
§2525. Δόγμα Ἀθηναίων.
25. 雅典人的决议。
Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων.
雅典议会与民会决议如下。
Ἐπειδὴ Ἱπποκράτης Κῷος, ἰατρὸς ὑπάρχων καὶ γεγονὼς ἀπὸ Ἀσκληπιοῦ, μεγάλην εὔνοιαν μετὰ σωτηρίας ἐνδέδεικται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸ τῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀποστείλας τοὺς ἑαυτοῦ μαθητὰς, παρήγγειλε τίσι χρὴ θεραπείαις χρωμένους ἀσφαλῶς διαφεύξασθαι τὸν ἐπιόντα λοιμὸν, ὅπως τε ἰητρικὴ τέχνη Ἀπόλλωνος διαδοθεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σώζει τοὺς κάμνοντας αὐτῶν· ἐξέδωκε δὲ καὶ ξυγγράψας ἀφθόνως τὰ περὶ τῆς ἰητρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζοντας ὑπάρχειν ἰητρούς· τοῦ τε Περσῶν βασιλέως μεταπεμπομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ’ αὐτὸν ἴσαις καὶ δώροις ἐφ’ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν.
鉴于科斯的希波克拉底,作为医生且为阿斯克勒庇俄斯的后代,对希腊人展现了伴随救助的巨大善意。 当时,瘟疫从蛮族之地侵袭希腊,他向各地派出了自己的弟子,并指示人们应当采用何种治疗方法以安全地避开来袭的瘟疫,从而使阿波罗所传授的医术在希腊人中流传,并安全地救治了他们中的病患;他又慷慨地撰写并发表了关于医术的著作,希望能够有许多行救治之道的医生存在;且当波斯国王以与自身同等的荣耀以及希波克拉底自己所选择的任何礼物来召见他时,他蔑视了那蛮族的承诺,因为此人是希腊人好战的共同敌人。
Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων; δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων· ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ· καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύσιν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν· εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν. Πρυτανείῳ διὰ βίου.
因此,为了使雅典民会显得始终在为希腊人选择有益之事,并为了对希波克拉底的恩惠给予合宜的感谢,民会决议:如同对待宙斯之子赫拉克勒斯那样,以公费引导他加入大秘仪,并用价值一千金币的黄金冠冕为他加冕;并在大雅典人节的体育竞技中宣布这一加冕;并允许科斯的所有青年在雅典担任青年军,如同雅典的青年一样,因为他们的祖国孕育了如此伟人;且给予希波克拉底公民权以及终身在市政官邸中进餐的特权。
§2626. Ἐπιβώμιος.
26. 祭坛演说。
Ὦ πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν·
诸位,以及众多城市的居民,身处崇高地位、拥有共同名字的色萨利人啊,对所有人而言,承受分定之命运乃是痛苦的必然;因为必然迫使人们忍受其所意欲之事。
καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ’ Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν.
因此我如今也顺从于此,与我的子嗣一同戴上橄榄枝,作为请愿者坐在雅典娜的祭坛前。 对于不了解的人,我必须表明我是谁。
Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι.
诸位,科斯的医生希波克拉底,出于庄重而优美的缘由,我将自己和孩子们托付给你们。
Γινώσκεσθε, ὦ πλῆθος·
众人啊,你们当知晓。
καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων καὶ πολίων ὑμετέρων γινώσκομαι ὡς τύπῳ εἰπεῖν.
事实上,诸位,可以说作为亲属,我确实为你们中的许多人以及你们中的许多城市所熟知,概括地说是如此。
Οὔνομα δ’ ἰδέης καὶ προσωτέρω κεχώρηκε· δοκέω δὲ τοῦτο ἐκ τέχνης ἐμῆς ὑγιείης τε καὶ ζωῆς αἴτιον ἀνθρώποισιν, οὐ μόνον τοῖσι τὴν ἡμετέρην οἰκέουσιν, ἀλλὰ καὶ πολλοῖσιν Ἑλλήνων ἐγγὺς ἡμέων γινώσκομαι.
名声已传得更远;我认为这是由于我的医术,即人类健康与生命的源泉,我不仅为居住在我们土地上的人所知,也为我们附近的许多希腊人所知。
Ἤδη δὲ ὁτέῳ ὑπέμεινα τὸ τηλικοῦτον πρῆγμα ἔργῳ πρᾶξαι, ἐρέω.
现在,我将说明我是出于何种缘由才忍受在行动中履行如此重大的事情。
Ἀθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσίῃ χρεώμενοι, μητρόπολιν ἡμετέρην Κῶ ἐν δούλης μέρει διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιεύμενοι, οὔτε ξυγγενείην αἰδεσθέντες, ἥ ἐστιν αὐτέοις ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέους, ἥτις ἐς Αἴνιόν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἱκνέεται, οὔθ’ Ἡρακλέους εὐεργεσίας ἐνὶ φρεσὶ βαλόμενοι, ἃς ὁ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὀρθῶς ποιέων θεὸς ἐς ἐκείνους κατέθετο.
色萨利的诸位,雅典人滥用其权力,将我们的母市科斯置于奴隶般的境地,使通过祖辈继承而获得自由的土地变成兵刃征服之物。 他们既不尊重源自阿波罗和赫拉克勒斯的亲属关系——这关系延伸至他们的子嗣埃尼奥斯和苏尼翁,亦不把赫拉克勒斯的恩惠放在心上,那是对你们和我们都共同的、行事公义的神明留给他们的。
Ὑμεῖς τε ἀλλὰ πρὸς Διὸς ἱκεσίου καὶ θεῶν ὁμογνίων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίης φιλοτιμίης μηδὲν ἐλλείποντες.
因此,请你们凭着请愿者之神宙斯和同族神明之名,挺身而出、予以防御、使之解放,不使你们自己的荣耀有丝毫缺损。

词汇与语法注释

  1. §24κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι — 尽管先行词是中性名词 δύο γένη,但形容词 ἀνόμοιαι 却采用了阴性复数主格。这是一种依意一致(constructio ad sensum),与语境中暗示的阴性名词 ἀῤ怀στῖαι(疾病)相一致。
  2. §24ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά — 这些连续的现在分词属格复数起到了同位语的作用,具体解释了前置词短语 ἐκ τῶν ὑπεναντίων(由相反者)的内容。每一个都表示能动的要素,如“使湿润者干燥者”。
  3. §25δεδόκηται τῷ δήμῳ μυῆσαι — 此处使用了完成时被动式 δεδόκηται(已决议/已决定),而非官方决议中典型的过去时 ἔδοξε,以强调该决定的持久效力。后续的不定式(μυῆσαι、στεφανῶσαι 等)充当了这一非人称表达的主语。
  4. §26καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται — 动词 βιάζεται 在此具有能动(或中动)的非人称力量,意为“[必然/命运]强迫”,而关系代词从句 ἃ βούλεται([命运]所意欲的事物)充当了不定式 καρτερεῖν(忍受)的宾语。

引用这一段

希波克拉底, 书信、法令与演说集 §24-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:24-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。