Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §17#3

德谟克利特嘲笑人类愚行与希波克拉底的反驳

第 10 段,共 21 段 · 希腊语

内容简介

德谟克利特通过列举世界的无限性以及人类种种愚蠢而矛盾的行为来阐明自己发笑的合理性;希波克拉底则辩护称,人类的各项活动源于不可避免的必然性,人们因无法预知不确定的未来而怀揣希望生活,对其进行嘲笑是不妥的。

§17#3ὁ δ’ ὑπολαβὼν, πλλαί γε, φησὶν, ἀπειρίαι κόσμων εἰσὶν, Ἱππόκρατες, καὶ μηδαμῶς, ἑταῖρε, κατασμικρολόγει πλουσίην τὴν φύσιν ἐοῦσαν.
他接着说道:“希波克拉底,世界的数量其实有无数个,朋友,千万不要低估富饶的自然。
Ἀλλὰ ταῦτα μὲν, ἔφην, Δημόκριτε, διδάξεις ἐν ἰδίῳ καιρῷ, εὐλαβέομαι γὰρ μή πως καὶ τὴν ἀπειρίην διεξιὼν γελᾷν ἄρξῃ·
”“但是,德谟克利特,”我说,“这些事情你留到合适的时候再教我吧,因为我担心你在解释世界的无限性时,又会开始发笑。
ἴσθι δὲ νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων.
但现在请知道,你必须就你的笑向人生做出交代。
Ὁ δὲ μάλα τρανὸν ἐπιδών μοι, δύο, φησὶ, τοῦ ἐμοῦ γέλωτος αἰτίας δοκέεις, ἀγαθὰ καὶ φαῦλα·
”他非常锐利地注视着我,说道:“你以为我的笑有两个原因,即好事和坏事;但我只笑一样东西,那就是人。
ἐγὼ δὲ ἕνα γελῶ τὸν ἄνθρωπον, ἀνοίης μὲν γέμοντα, κενεὸν δὲ πρηγμάτων ὀρθῶν, πάσῃσιν ἐπιβουλῇσι νηπιάζοντα, καὶ μηδεμιῆς ἕνεκεν ὠφελείης ἀλγέοντα τοὺς ἀνηνύτους μόχθους, πείρατα γῆς καὶ ἀορίστους μυχοὺς ἀμέτροισιν ἐπιθυμίῃσιν ὁδεύοντα, ἄργυρον τήκοντα καὶ χρυσὸν, καὶ μὴ παυόμενον τῆς κτήσιος ταύτης, αἰεὶ δὲ θορυβεύμενον περὶ τὸ πλέον, ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται·
他充满了愚蠢,缺乏正确的行为,在所有的计划中都像孩童般幼稚,为了毫无益处的事情承受着无尽的劳苦,以放纵的欲望游历于大地的尽头和无边无际的深处,熔炼金银,从不停止这种占有,却总是为了拥有更多而焦虑不安,唯恐自己的份额变得比自己更少。
καὶ οὐδὲν αἰσχύνεται λεγόμενος εὐδαίμων, ὅτι χάσματα γῆς ὀρύσσει δεσμίων χερσὶν, ὧν οἱ μὲν ὑπὸ σομφῆς ἐπιπεσούσης τῆς γῆς ἐφθάρησαν, οἱ δὲ πολλῷ χρόνῳ ταύτην ἔχοντες τὴν ἀνάγαην ὡς ἐν πατρίδι τῇ κολάσει παραμένουσιν, ἀργύριον καὶ χρυσίον μαστεύοντες, ἴχνη κόνιος καὶ ψήγματα ἐρευνῶντες, ψάμμον ἄλλην ἀλλαχόθεν ἀγείροντες, καὶ τῆς γῆς φλέβας ἐκτέμνοντες, ἐς περιουσίην αἰεὶ βωλοκοπέοντες, ποιέοντες ἐκ γῆς τῆς μητρὸς πολεμίην γῆν, καὶ τὴν αὐτὴν ἐοῦσαν καὶ θαυμάζουσι καὶ πατέουσιν·
而且他被称作幸福时一点也不感到羞耻,因为他用囚犯的双手挖掘大地的深渊,这些囚犯中,有的因为松软大地的塌方而丧生,有的长期承受这种奴役,把惩罚之地当作祖国般留存下来,寻找着银和金,搜寻着尘土的痕迹和砂金的颗粒,从各处收集不同的沙子,割开大地的矿脉,为了富足而不断敲碎土块,将母亲般的大地变成敌对的大地,他们既赞美又践踏这同一个大地。
ὅσος γέλως, ἐπιμόχθου καὶ κρυφίης γῆς ἐρῶσι τὴν φανερὴν ὑβρίζοντες.
真是可笑! 他们爱那充满劳苦且隐秘的大地,却侮辱那显而易见的大地。
Κύνας ὠνεῦνται, οἱ δ’ ἵππους, οἱ δὲ χώρην πολλὴν περιορίζοντες ἰδίην ἐπιγράφουσιν, καὶ πολλῆς ἐθέλοντες δεσπόζειν οὐδὲ αὐτέων δύνανται·
有人购买猎犬,有人购买骏马,还有人围起大片土地,署上自己的名字据为己有,他们渴望统治广阔的土地,却连自己都无法统治。
γαμεῖν σπεύδουσιν, ἃς μετ’ ὀλίγον ἐκβάλλουσιν, ἐρῶσιν, εἶτα μισέουσι, μετ’ ἐπιθυμίης γεννῶσιν, εἶτ’ ἐπβάλλουσι τελείους.
他们急于结婚,不久又将妻子驱逐;他们恋爱,随后又憎恨;他们怀着欲望生育,随后又在子女长大后将其驱逐。
Τίς ἡ κενὴ σπουδὴ καὶ ἀλόγιστος, μηδὲν μανίης διαφέρουσας πολεμοῦσιν ἔμφυλον, ἠρεμίην οὐχ αἱρετίζοντες·
这是何等虚幻且无理性的热诚,与狂气毫无区别!
ἀντενεδρεύουσι βασιλέας, ἀνδροφονέουσι, γῆν ὀρύσσοντες ἀργύριον ζητοῦσιν, ἀργύριον εὑρόντες γῆν ἐθέλουσι πρίασθαι, ὠνησάμενοι γῆν καρποὺς πιπράσκουσι, καρποὺς ἀποδόμενοι πάλιν ἀργύριον λαμβάνουσιν.
他们不选择安宁,却进行同胞间的战争;他们图谋篡夺王位,残杀人类,挖掘土地寻找银子,找到银子后又想购买土地,买下土地后又卖掉作物,卖掉作物后又再次换取银子。
Ἐν ὅσῃσι μεταβολῇσιν εἰσὶν, ἐν ὅσῃ κακίῃ·
他们处于何等频繁的变迁之中,处于何等深重的邪恶之中!
οὐσίην μὴ ἔχοντες οὐσίην ποθέουσιν, ἔχοντες κρύπτουσιν, ἀφανίζουσιν.
没有财产时渴望财产,拥有财产时又将其隐藏、藏匿。
Καταγελῶ ἐφ’ οἷσι κακοπραγέουσιν, ἐπιτείνω τὸν γέλωτα ἐφ’ οἷς δυστυχέουσι, θεσμοὺς γὰρ ἀληθείης παραβεβήκασι, φιλονεικέοντες ἔχθρῃ πρὸς ἀλλήλους, δῆριν ἔχουσι μετὰ ἀδελφεῶν καὶ τοκήων καὶ πολιτέων, καὶ ταῦτα ὑπὲρ τοιουτέων κτημάτων ὧν οὐδεὶς θανὼν δεσπότης ἐστὶν, ἀλληλοκτονέουσιν, ἀθεσμόβια φρονεῦντες φίλων καὶ πατρίδων ἀπορίην ὑπερορῶσι, πλουτίζουσι τὰ ἀνάξια καὶ τὰ ἄψυχα, ὅλης τῆς οὐσίης ἀνδριάντας ὠνέονται, ὅτι δοκέει λαλεῖν τὸ ἄγαλμα, τοὺς δὲ ἀληθέως λαλέοντας μισεῦσιν.
我嘲笑他们作恶,当他们遭遇不幸时,我更放声大笑,因为他们违背了真理的法则。 他们怀着敌意互相竞争,与兄弟、父母和同胞争斗,而且是为了那些死后谁也无法继续拥有的财产而自相残杀。 他们怀着不法的念头生活,无视朋友和祖国的困境。 他们使无价值和无生命的东西变得富丽堂皇,花尽全部家产购买雕像,只因为那塑像看起来像在说话,却憎恨那些真正说话的人。
Τῶν μὴ ῥηϊδίων ἐφίενται·
他们渴望那些不易得到的东西。
καὶ γὰρ ἤπειρον οἰκεῦντες θάλασσαν ποθέουσι, καὶ πάλιν ἐν νήσοισιν ἐόντες ἠπείρων γλίχονται, καὶ πάντα διαστρέφουσιν ἐς ἰδίην ἐπιθυμίην.
因为住在大陆时,他们渴望海洋;反之,身处岛屿时,他们又向往大陆,将一切都扭曲以迎合自己的欲望。
Καὶ δοκέουσι μὲν ἐν πολέμῳ ἀνδρείην ἐπαινέεσθαι, νικῶνται δὲ καθ’ ἡμερην ὑπὸ τῆς ἀσελγείης, ὑπὸ τῆς φιλαργυρίης, ὑπὸ τῶν παθέων πάντῶν, ἃ νοσέουσι.
他们似乎在战争中因勇敢而受到赞扬,但在日常生活中,却每天都被放荡、贪财以及他们所患的一切情念之病所征服。
Θερσῖται δ’ εἰσὶ τοῦ βίου πάντες.
他们全是人生的瑟西提斯。
Τί δὲ τὸν ἐμὸν, Ἱππόκρατες, ἐμέμψω γέλωτα;
希波克拉底,你为何指责我的笑?
οὐ γὰρ αὐτός τις τῆς ἰδίης ἀνοίης, ἀλλὰ ἄλλος ἄλλου καταγελᾷ, οἱ μὲν τῶν μεθυόντων, ὅταν αὐτοὶ δοκέωσι νήφειν, οἱ δὲ τῶν ἐρώντων, χαλεπωτέρην νοῦσον νοσεῦντες αὐτοὶ, οἱ δὲ τῶν πλεόντων, ἄλλοι δὲ τῶν περὶ γεωργίην ἀσχοληθέντων· οὐ συμφωνέουσι γὰρ οὔτε ταῖς τέχναις οὔτε τοῖς ἔργοις.
因为没有人会笑自己的愚蠢,而是人人都在嘲笑他人。 有的人在自以为清醒时嘲笑醉酒者,有的人自己患有更难治的病却嘲笑恋爱中的人,有的人嘲笑航海者,还有的人嘲笑从事农业的人;因为他们在技艺和行为上都互不一致。
Ἐγὼ δὲ, ταῦτα μὲν, ἔφην, κρήγυα, Δημόκριτε, οὐδ’ ἄλλος τις ἂν εἴη λόγος ἁρμοδιώτερος ἐξαγγέλλων ταλαιπωρίην θνητῶν·
”我说:“德谟克利特,这些话确实说得对,也没有其他任何言论能比这更贴切地宣告凡人的悲惨了。
ἀλλ’ αἱ πρήξιες νομοθετέουσυτὴν ἀναγκαίην, οἰκονομίης τε εἵνεκα καὶ ναυπηγίης καὶ τῆς ἑτέρης πολιτείης, ἐν ᾗ χρεὼν εἶναι τὸν ἄνθρωπον·
然而,各种活动规定了不可避免的必要性,这是为了家政、造船以及其他公民生活,而人类必须置身其中。
οὐ γὰρ εἰς ἀργίην αὐτὸν ἡ φύσις ἐγέννησεν·
因为自然创造人类并非为了让他无所事事。
ἐκ τουτέων δὲ πάλιν φιλοδοξίη χυθεῖσα ἔσφηλε πολλῶν ὀρθογνώμονα ψυχὴν, σπουδαζόντων μὲν ἅπαντα ὡς ἐπὶ ἀδιαπτωσίῃ, μὴ κατευτονεόντων δὲ τὴν ἀδηλότητα προορῆσθαι.
但从这些活动中,虚荣心再次蔓延,败坏了许多拥有正确判断力的心灵。 他们虽然把一切都当作不会失败的事情来热心追求,却因没有足够的力量预见不确定性而遭遇挫折。
Ἤ που γάρ τις, ὦ Δημόκριτε, γαμέων ἢ χωρισμὸν ἢ θάνατον προσεδόκησεν;
德谟克利特,难道有谁在结婚时就预料到分手或死亡吗?
τίς δ’ ὁμοίως παιδοτροφέων ἀπώλειαν;
同样,有谁在抚养孩子时就预料到失去他们呢?
ἀλλ’ οὐδ’ ἐν γεωργίῃ καὶ πλόῳ καὶ βασιλείῃ καὶ ἡγεμονίῃ καὶ πάνθ’ ὅσ’ ὑπάρχει κατὰ τὸν αἰῶνα·
但在农业、航海、王权、统治以及人一生中存在的一切事物中,都是如此。
οὐδεὶς γὰρ προϋπέλαβε πταῖσαι, ἀλλ’ ἀγαθῇσιν ἕκαστος τουτέων ἐλπίσι φέρβεται, τῶν δὲ χερειόνων οὐ μέμνηται·
因为没有人预先设想自己会遭遇挫折,而是每个人都在这些事情中以美好的希望为养分,而不去想更坏的结果。
μή ποτ’ οὖν ὁ σὸς γέλως τουτέοισιν ἀνάρμοστος;
那么,你的笑声难道不是与这些人的处境不相称吗? ”

词汇与语法注释

  1. 17#3πλουσίην τὴν φύσιν ἐοῦσαν — 形容词 `πλουσίην` 与伊奥尼亚方言形式的分词 `ἐοῦσαν`(`οὖσαν`)对动词 `κατασμικρολόγει` 的直接宾语 `τὴν φύσιν` 进行谓语性修饰,构成“不要低估富饶的大自然”或“不要将大自然视为贫瘠,它实则富饶”的句式结构。
  2. 17#3ἴσθι δὲ νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων — `ἴσθι`(`οἶδα` 的命令式)带补充分词,意为“须知……”。此处它伴有与主语一致的将来时分词 `δώσων`,表达“须知你将(对人生)做出解释”这一确定的未来行为。
  3. p.362ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται — 连接词 `ὅκως`(伊奥尼亚方言的 `ὅπως`)引导目的或担忧从句(“免得”、“为了不……”),用以解释 `θορυβεύμενον`(焦虑不安)的原因。比较属格 `αὐτοῦ` 在语境中指代财富,意为“免得其份额比它本身变少”。
  4. p.366μὴ κατευτονεόντων δὲ τὴν ἀδηλότητα προορῆσθαι — 分词 `κατευτονεόντων`(源自 `κατευτονέω`,“有足够力量/能力”),与 `σπουδαζόντων` 并列修饰 `πολλῶν`,支配宾格不定式 `προορῆσθαι`(预见),用以表达原因或状态:“因为没有足够的能力去预见不确定性”。

引用这一段

希波克拉底, 书信、法令与演说集 §17#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:17%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。