§17#3ὁ δ’ ὑπολαβὼν, πλλαί γε, φησὶν, ἀπειρίαι κόσμων εἰσὶν, Ἱππόκρατες, καὶ μηδαμῶς, ἑταῖρε, κατασμικρολόγει πλουσίην τὴν φύσιν ἐοῦσαν.
すると彼は遮って言った。 「ヒッポクラテスよ、世界の数は無限にあるのだ。 友よ、豊かである自然を決して過小評価してはならない。
Ἀλλὰ ταῦτα μὲν, ἔφην, Δημόκριτε, διδάξεις ἐν ἰδίῳ καιρῷ, εὐλαβέομαι γὰρ μή πως καὶ τὴν ἀπειρίην διεξιὼν γελᾷν ἄρξῃ·
」「しかし、デモクリトスよ」と私は言った。 「それらのことは適切な機会に教えてください。 というのも、あなたが無限の世界について説明している時にも、また笑い出すのではないかと恐れるからです。
ἴσθι δὲ νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων.
しかし今は、あなたの笑いについて、人生に対して釈明をすることになるのだと知ってください。
Ὁ δὲ μάλα τρανὸν ἐπιδών μοι, δύο, φησὶ, τοῦ ἐμοῦ γέλωτος αἰτίας δοκέεις, ἀγαθὰ καὶ φαῦλα·
」すると彼は、私を非常に鋭く見つめて言った。 「君は、私の笑いには二つの原因、すなわち、良いことと悪いことがあると考えているようだ。
ἐγὼ δὲ ἕνα γελῶ τὸν ἄνθρωπον, ἀνοίης μὲν γέμοντα, κενεὸν δὲ πρηγμάτων ὀρθῶν, πάσῃσιν ἐπιβουλῇσι νηπιάζοντα, καὶ μηδεμιῆς ἕνεκεν ὠφελείης ἀλγέοντα τοὺς ἀνηνύτους μόχθους, πείρατα γῆς καὶ ἀορίστους μυχοὺς ἀμέτροισιν ἐπιθυμίῃσιν ὁδεύοντα, ἄργυρον τήκοντα καὶ χρυσὸν, καὶ μὴ παυόμενον τῆς κτήσιος ταύτης, αἰεὶ δὲ θορυβεύμενον περὶ τὸ πλέον, ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται·
しかし私は、ただ人間という者を笑っているのだ。 彼らは愚行に満ち、正しい行いを欠き、あらゆる計画において子供のように愚かであり、何の益にもならないのに、果てしない労苦に苦しんでいる。 また、際限ない欲望によって、大地の果てや限りのない地の極みへと旅し、銀や金を溶かし、この獲得を決してやめず、自分の取り分がより少なくならないようにと、常により多くを求めて心を騒がせている。
καὶ οὐδὲν αἰσχύνεται λεγόμενος εὐδαίμων, ὅτι χάσματα γῆς ὀρύσσει δεσμίων χερσὶν, ὧν οἱ μὲν ὑπὸ σομφῆς ἐπιπεσούσης τῆς γῆς ἐφθάρησαν, οἱ δὲ πολλῷ χρόνῳ ταύτην ἔχοντες τὴν ἀνάγαην ὡς ἐν πατρίδι τῇ κολάσει παραμένουσιν, ἀργύριον καὶ χρυσίον μαστεύοντες, ἴχνη κόνιος καὶ ψήγματα ἐρευνῶντες, ψάμμον ἄλλην ἀλλαχόθεν ἀγείροντες, καὶ τῆς γῆς φλέβας ἐκτέμνοντες, ἐς περιουσίην αἰεὶ βωλοκοπέοντες, ποιέοντες ἐκ γῆς τῆς μητρὸς πολεμίην γῆν, καὶ τὴν αὐτὴν ἐοῦσαν καὶ θαυμάζουσι καὶ πατέουσιν·
そして、自分が幸福であると言われるのを少しも恥じない。 なぜなら、囚人たちの手によって大地の裂け目を掘らせ、その囚人のうち、ある者は崩れやすい大地の崩落によって死に、別の者は長い間この苦役を強いられて、まるで祖国であるかのようにその刑罰の場所に留まり続け、銀や金を探し求め、塵の跡や砂金の粒を探し、あちらこちらから様々な砂を集め、大地の鉱脈を切り開き、富のために絶えず土塊を砕き、母なる大地から敵対的な大地を作り出し、同じものであるそれを称賛しつつ、同時に踏みにじっているからだ。
ὅσος γέλως, ἐπιμόχθου καὶ κρυφίης γῆς ἐρῶσι τὴν φανερὴν ὑβρίζοντες.
何という滑稽さだろう! 彼らは労苦に満ちた隠された大地を愛し、目に見える大地を侮辱しているのだ。
Κύνας ὠνεῦνται, οἱ δ’ ἵππους, οἱ δὲ χώρην πολλὴν περιορίζοντες ἰδίην ἐπιγράφουσιν, καὶ πολλῆς ἐθέλοντες δεσπόζειν οὐδὲ αὐτέων δύνανται·
ある者は犬を買い、別の者は馬を買い、また別の者は広大な土地を囲い込んで私有地と名付けるが、多くの土地を支配したいと望みながら、自分自身さえ支配することができない。
γαμεῖν σπεύδουσιν, ἃς μετ’ ὀλίγον ἐκβάλλουσιν, ἐρῶσιν, εἶτα μισέουσι, μετ’ ἐπιθυμίης γεννῶσιν, εἶτ’ ἐπβάλλουσι τελείους.
急いで結婚するが、少し経つとその妻たちを追い出し、愛し、そして憎み、欲望を抱いて子供を産むが、成長した子供たちを後に追い出す。
Τίς ἡ κενὴ σπουδὴ καὶ ἀλόγιστος, μηδὲν μανίης διαφέρουσας πολεμοῦσιν ἔμφυλον, ἠρεμίην οὐχ αἱρετίζοντες·
何と虚しく、狂気と何ら変わることのない不条理な熱心さだろう。 平穏を選ぼうとせず、同族の戦争を行う。
ἀντενεδρεύουσι βασιλέας, ἀνδροφονέουσι, γῆν ὀρύσσοντες ἀργύριον ζητοῦσιν, ἀργύριον εὑρόντες γῆν ἐθέλουσι πρίασθαι, ὠνησάμενοι γῆν καρποὺς πιπράσκουσι, καρποὺς ἀποδόμενοι πάλιν ἀργύριον λαμβάνουσιν.
王たちに陰謀を企て、人を殺害し、地を掘って銀を探し求め、銀を見つけると土地を買おうと望み、土地を購入すると作物を売り、作物を売却すると再び銀を手に入れる。
Ἐν ὅσῃσι μεταβολῇσιν εἰσὶν, ἐν ὅσῃ κακίῃ·
彼らがいかに多くの変転の中にあり、いかに多くの悪徳の中にあることか。
οὐσίην μὴ ἔχοντες οὐσίην ποθέουσιν, ἔχοντες κρύπτουσιν, ἀφανίζουσιν.
財産を持たない時は財産を望み、持っている時はそれを隠し、死蔵する。
Καταγελῶ ἐφ’ οἷσι κακοπραγέουσιν, ἐπιτείνω τὸν γέλωτα ἐφ’ οἷς δυστυχέουσι, θεσμοὺς γὰρ ἀληθείης παραβεβήκασι, φιλονεικέοντες ἔχθρῃ πρὸς ἀλλήλους, δῆριν ἔχουσι μετὰ ἀδελφεῶν καὶ τοκήων καὶ πολιτέων, καὶ ταῦτα ὑπὲρ τοιουτέων κτημάτων ὧν οὐδεὶς θανὼν δεσπότης ἐστὶν, ἀλληλοκτονέουσιν, ἀθεσμόβια φρονεῦντες φίλων καὶ πατρίδων ἀπορίην ὑπερορῶσι, πλουτίζουσι τὰ ἀνάξια καὶ τὰ ἄψυχα, ὅλης τῆς οὐσίης ἀνδριάντας ὠνέονται, ὅτι δοκέει λαλεῖν τὸ ἄγαλμα, τοὺς δὲ ἀληθέως λαλέοντας μισεῦσιν.
私は彼らが悪事を働くのを笑い、彼らが不幸に見舞われるのを見て笑いを強める。 なぜなら、彼らは真理の法を踏み越え、互いに敵意を抱いて争い、兄弟や親や市民たちと争いを起こすからだ。 しかも、死んでしまえば誰も持ち主ではいられないような、そのような財産のために殺し合いをし、道義に反する生き方を考えて、友人や祖国の窮状を無視する。 価値のないものや命のないものを豊かに飾り、その像が話しているように見えるという理由で、全財産を投げ打って彫像を買い、本当に話している者たちを憎んでいる。
Τῶν μὴ ῥηϊδίων ἐφίενται·
彼らは容易でないものを切望する。
καὶ γὰρ ἤπειρον οἰκεῦντες θάλασσαν ποθέουσι, καὶ πάλιν ἐν νήσοισιν ἐόντες ἠπείρων γλίχονται, καὶ πάντα διαστρέφουσιν ἐς ἰδίην ἐπιθυμίην.
なぜなら、大陸に住んでいれば海を熱望し、逆に島にいる時は大陸を渇望し、すべてのものを自分自身の欲望に合わせて歪めてしまうからだ。
Καὶ δοκέουσι μὲν ἐν πολέμῳ ἀνδρείην ἐπαινέεσθαι, νικῶνται δὲ καθ’ ἡμερην ὑπὸ τῆς ἀσελγείης, ὑπὸ τῆς φιλαργυρίης, ὑπὸ τῶν παθέων πάντῶν, ἃ νοσέουσι.
そして、戦争においては勇気を称賛されているように見えるが、日常においては、放縦や貪欲、また彼らが罹っているあらゆる情念の病によって日々屈服している。
Θερσῖται δ’ εἰσὶ τοῦ βίου πάντες.
彼らはみな、人生のテルシテスなのだ。
Τί δὲ τὸν ἐμὸν, Ἱππόκρατες, ἐμέμψω γέλωτα;
ヒッポクラテスよ、なぜ君は私の笑いを非難したのか。
οὐ γὰρ αὐτός τις τῆς ἰδίης ἀνοίης, ἀλλὰ ἄλλος ἄλλου καταγελᾷ, οἱ μὲν τῶν μεθυόντων, ὅταν αὐτοὶ δοκέωσι νήφειν, οἱ δὲ τῶν ἐρώντων, χαλεπωτέρην νοῦσον νοσεῦντες αὐτοὶ, οἱ δὲ τῶν πλεόντων, ἄλλοι δὲ τῶν περὶ γεωργίην ἀσχοληθέντων·
自分自身の愚かさを笑う者はおらず、誰もが他人のそれを嘲笑っている。 ある者は、自分自身が素面であると思っている時に酔っ払いたちを笑い、別の者は、自分がより重い病に罹っていながら恋する者たちを笑い、ある者は航海する者を、またある者は農業に従事する者を笑う。
οὐ συμφωνέουσι γὰρ οὔτε ταῖς τέχναις οὔτε τοῖς ἔργοις.
なぜなら、彼らは技術においても、行いにおいても一致していないからだ。
Ἐγὼ δὲ, ταῦτα μὲν, ἔφην, κρήγυα, Δημόκριτε, οὐδ’ ἄλλος τις ἂν εἴη λόγος ἁρμοδιώτερος ἐξαγγέλλων ταλαιπωρίην θνητῶν·
」そこで私は言った。 「デモクリトスよ、それらは確かに真実であり、凡人の惨めさを告げるのに、これ以上適切な議論はないでしょう。
ἀλλ’ αἱ πρήξιες νομοθετέουσυτὴν ἀναγκαίην, οἰκονομίης τε εἵνεκα καὶ ναυπηγίης καὶ τῆς ἑτέρης πολιτείης, ἐν ᾗ χρεὼν εἶναι τὸν ἄνθρωπον·
しかし、諸々の活動が不可避の必要を規定しているのです。 それは家政や造船、あるいはその他の市民生活のためであり、その中に人間は身を置くべきなのです。
οὐ γὰρ εἰς ἀργίην αὐτὸν ἡ φύσις ἐγέννησεν·
なぜなら、自然は人間を怠惰のために生み出したのではないからです。
ἐκ τουτέων δὲ πάλιν φιλοδοξίη χυθεῖσα ἔσφηλε πολλῶν ὀρθογνώμονα ψυχὴν, σπουδαζόντων μὲν ἅπαντα ὡς ἐπὶ ἀδιαπτωσίῃ, μὴ κατευτονεόντων δὲ τὴν ἀδηλότητα προορῆσθαι.
しかし、これらの活動から、またしても名誉欲が湧き起こり、多くの人々の正しい判断力を持つ魂を躓かせるのです。 彼らはすべてを失敗のないものとして真剣に行うものの、不確実な未来を見通す力を持たないために躓くのです。
Ἤ που γάρ τις, ὦ Δημόκριτε, γαμέων ἢ χωρισμὸν ἢ θάνατον προσεδόκησεν;
デモクリトスよ、結婚するにあたって、離婚や死を予想する者がいるでしょうか。
τίς δ’ ὁμοίως παιδοτροφέων ἀπώλειαν;
同様に、子供を育てるにあたって、その死を予想する者がいるでしょうか。
ἀλλ’ οὐδ’ ἐν γεωργίῃ καὶ πλόῳ καὶ βασιλείῃ καὶ ἡγεμονίῃ καὶ πάνθ’ ὅσ’ ὑπάρχει κατὰ τὸν αἰῶνα·
農業においても、航海においても、王権や支配においても、そして人の一生におけるすべての事柄において同様です。
οὐδεὶς γὰρ προϋπέλαβε πταῖσαι, ἀλλ’ ἀγαθῇσιν ἕκαστος τουτέων ἐλπίσι φέρβεται, τῶν δὲ χερειόνων οὐ μέμνηται·
なぜなら、誰も自分が躓くとはあらかじめ想定せず、各人がそれらにおいて、良い希望を糧として生きており、より悪い結果については気にも留めないからです。
μή ποτ’ οὖν ὁ σὸς γέλως τουτέοισιν ἀνάρμοστος;
だとすれば、あなたの笑いはこれらに対して、不適切なのではないでしょうか。 」