§17#2μᾶλλον δὲ πρὸ πάντων κάθησο·
“或者说,在一切之前,你先坐下。
ὁρῇς δὲ ὡς ἔστιν οὗτος οὐκ ἀηδὴς φύλλων θῶκος ἔτι χλωρὸς καὶ μαλθακὸς, ἐγκαθίσαι προσηνέστερος τῶν τῆς τύχης ἐπιφθόνων θώκων.
你看这叶子做的座位并非不舒适,它依然翠绿且柔软,坐上去比命运那些令人嫉妒的宝座还要惬意。
Καθίσαντος δέ μου, πάλιν φησὶν, ἴδιον οὖν ἢ ἐπιδήμιον πρῆγμα διζήμενος δεῦρο ἀφῖξαι, φράζεο σαφέως·
”我坐下后,他再次说道:“那么,你来这里是寻求私事还是公事? 请说清楚。
καὶ γὰρ ἡμεῖς ὅ τι δυναίμεθα συνεργοῖμεν ἄν.
因为我们也愿意尽我们所能予以协助。
Κᾀγὼ, τὸ μὲν κατ’ ἀλήθειαν, ἔφην, αἴτιον, δεῦρο σέο χάριν ἥκω ξυντυχεῖν σοφῷ ἀνδρί·
”我说:“就真实的原因而言,我是为了你而来,想要拜访一位智者。
ἔχεὶ δὲ πρόφασιν ἡ πατρὶς, ἧς πρεσβείην τελέω.
不过,我的祖国是个借口,我正执行它的使节任务。
Ὁ δὲ, ξενίῃ τοίνυν, φησὶ, τὰ πρῶτα κέχρησο ἡμετέρῃ.
”他说:“那么,首先请接受我们的款待吧。
Πειρεύμενος δὲ κᾀγὼ κατὰ πάντα τἀνδρὸς, καίπερ ἤδη μοι δήλου μὴ παρακόπτειν ἐόντος, Φιλοποίμενα οἶσθα, ἔφην, πολίτην ἐόντα ὑμέτερον;
”我也成,为了在各个方面考验他,尽管我已经清楚他没有发疯,我还是说:“你认识菲洛皮门吗,他是你们的公民?
ὁ δὲ, καὶ μάλα, εἶπεν, τὸν Δάμωνος λέγεις υἱὸν, τὸν οἰκεῦντα παρὰ τὴν Ἑρμαίδα κρήνην.
”他说:“当然认识,你指的是达蒙之子,住在赫尔麦斯泉水旁的那个人吧?
Τοῦτον, εἶπον, οὗ καὶ τυγχάνω ἐκ πατέρων ἴδιος ξένος·
”我说:“正是他,我也碰巧与他有父辈传下来的客友关系。
ἀλλὰ σὺ, Δημόκριτε, τῇ κρείσσονί με ξενίῃ δέχου, καὶ πρῶτόν γέ τί τοῦτο τυγχάνεις γράφων φράζε.
但是德谟克利特啊,请你用更优异的款待来迎接我,并且首先请告诉我,你现在碰巧正在写着的是什么?
Ὁ δ’ ἐπισχὼν ὀλίγον, περὶ μανίης, ἔφη.
” 他稍微停顿了一下,说道:“关于狂气。
Κᾀγώ, ὦ Ζεῦ βασιλεῦ, φημὶ, εὐκαίρως γε ἀντιγράφεις πρὸς τὴν πόλιν.
”我说:“哦,王统治者宙斯啊,你对这座城市做出的答复真是及时。
Ὁ δὲ, ποίην, φησὶ, πόλιν, Ἱππόκρατες;
”他说:“希波克拉底,什么城市?
ἐγὼ δὲ, οὐδὲν, ἔφην, ὦ Δημόκριτε, ἀλλ’ οὐκ οἶδ’ ὅπως προΰπεσον·
”我说:“没什么,德谟克利特,只是不知道怎么就脱口而出了。
ἀλλὰ τί περὶ μανίης γράφεις;
但是你关于狂气写些什么呢?
Τί γὰρ;
”他说:“还能是什么呢?
εἱπεν, ἄλλο, πλὴν ἥτις τε εἴη, καὶ ὅκως ἀνθρώποισιν ἐγγίνεται, καὶ τίνα τρόπον ἀπολωφέοιτο·
无非是它是什么,它是如何从人类身上产生的,以及它以何种方式得以平息。
τά τε γὰρ ζῶα ταῦτα ὁκόσα, ἔφη, ὁρῇς, τουτέου μέντοι γε ἀνατέμνω εἵνεκα, οὐ μισέων θεοῦ ἔργα, χολῆς δὲ διζήμενος φύσιν καὶ θέσιν·
因为,你看到的这所有动物,我剖开它们正是为了这个目的:并非因为我憎恨神的杰作,而是为了寻找胆汁的性质和位置。
οἶσθα γὰρ ἀνθρώπων παρακοπῆς ὡς αἰτίη ἐπιτοπολὺ αὕτη πλεονάσασα, ἐπεὶ πᾶσι μὲν φύσει, ἀλλὰ παρ’ οἷς μὲν ἔλαττον, παρ’ οἷς δέ τι πλέον·
因为你知道,胆汁一旦过剩,多半就是人类狂发的原因。 虽然人人天生都有,但有人少,有人稍多。
ἡ δ’ ἀμετρίη αὐτέης νοῦσοι τυγχάνουσιν, ὡς ὕλης ὁτὲ μὲν ἀγαθῆς, ὁτὲ δὲ φαύλης ὑποκειμένης.
而它的失衡就会导致疾病,正如作为基础的物质时而优良、时而低劣一样。
Κᾀγὼ, νὴ Δία, ἔφην, ὦ Δημόκριτε, ἀληθέως γε καὶ φρονίμως λέγεις, ὅθεν εὐδαίμονά σε κρίνω τοσαύτης ἀπολαύοντα ἡσυχίης·
”我说:“以宙斯之名,德谟克利特啊,你的话确实真实而明智。 因此,我判定你是幸福的,能享受到如此巨大的宁静。
ἡμῖν δὲ μετέχειν ταύτης οὐκ ἐπιτέτραπται.
但对我们来说,是不被允许分享这种宁静的。
Ἐρεομένου δὲ διὰ τί, ὦ Ἱππόκρατες, οὐκ ἐπιτέτραπται;
”当他问起:“为什么不被允许,希波克拉底?
ὅτι, ἔφην, ἢ ἀγροὶ ἢ οἰκίη ἢ τέκνα ἢ δάνεια ἢ νοῦσοι ἢ θάνατοι ἢ δμῶες ἢ γάμοι ἢ τοιαῦτά τινα τὴν εὐκαιρίην ὑποτάμνεται.
”我说:“因为田地、家产、孩子、债务、疾病、死亡、奴仆、婚姻或诸如此类的事情切断了我们的机会。
Ἐνταῦθά δὴ ὁ ἀνὴρ εἰς τὸ εἰωθὸς πάθος κατηνέχθη, καὶ μάλα ἀθρόον τι ἀνεκάγχασε, καὶ ἐπετώθασε, καὶ τὸ λοιπὸν ἡσυχίην ἦγεν Κᾀγὼ, τί μέντοι, Δημόκριτε, ἔφην, γελᾷς;
”就在这时,这个人陷入了他往常的发作状态,极其突然地纵声大笑,百般嘲弄,随后便安静了下来。 于是我说:“不过,德谟克利特,你到底在笑什么?
πότερον τὰ ἀγαθὰ ὧν εἶπον, ἢ τὰ κακά;
是在我说过的那些好事,还是那些坏事?
ὁ δὲ ἔτι μᾶλλον ἐγέλα, καὶ ἄποθεν ὁρεῦντες οἱ Ἀβδηρῖται, οἱ μὲν τὰς κεφαλὰς αὐτέων ἔπαιον, οἱ δὲ τὰ μέτωπα, οἱ δὲ τὰς τρίχας ἔτιλλον·
”他笑得更厉害了,远远观望的阿布德拉人,有的捶打自己的头,有的捶打额头,有的撕扯头发。
καὶ γὰρ, ὡς ὕστερον ἔφησαν, πλεονάζοντι παρὰ τὸ εἰωθὸς τῷ γέλωτι ἐχρήσατο.
因为,正如他们后来所说,他发出了超出常态的剧烈笑声。
Ὑποτυχὼν δ’ ἐγὼ, ἀλλὰ μὴν, ἔφην, σοψῶν ἄριστε, Δημόκριτε, ποθέω γὰρ αἰτίην τοῦ περὶ σὲ πάθεος καταλαβέσθαι, τίνος ἄξιος ἐφάνην ἐγὼ γέλωτος;
我打断道:“然而,智者中最优秀的德谟克利特,因为我渴望理解你身上这种发作的原因。 我有什么地方值得嘲笑吗?
ἢ τὰ λεχθέντα, ὅκως μαθὼν παύσομαι τῆς αἰτίης, ἢ σὺ ἐλεγχθεὶς διακρούσῃ τοὺς ἀκαίρους γέλωτας.
还是我所说的话值得嘲笑? 请告诉我,以便在了解后,我能不再成为其原因;又或者,你被驳倒后,能改掉这不合时宜的笑。
Ὁ δὲ, Ἡράκλεις, ἔφη, εἰ γὰρ δυνήσῃ με ἐλέγξαι, θεραπείην θεραπεύσεις, οἵην οὐδένα οὐδεπώποτε, ὦ Ἱππόκρατες.
”他说:“赫拉克勒斯啊,希波克拉底,如果你能驳倒我,你将实施一次前所未有的治疗。
Καὶ πῶς οὐκ ἐλεγχθείης, ἔφην, ὦ ἄριστε;
”我说:“优秀的人啊,你怎会不被驳倒呢?
ἢ οὐκ οἴη ἄτοπός. γε εἶναι γελῶν ἀνθρώπου θάνατον ἢ νοῦσον ἢ παρακοπὴν ἢ μανίην ἢ μελαγχολίην ἢ σφαγὴν ἢ ἄλλο τι χεῖρον;
难道你不觉得,嘲笑人的死亡、疾病、狂乱、疯癫、忧郁、屠杀或任何更糟的事情,是极其怪异的吗?
ἢ τοὔμπαλιν γάμους ἢ πανηγύριας ἢ τεκνογονίην ἢ μυστήρια ἢ ἀρχὰς καὶ τιμὰς ἢ ἄλλο τι ὅλως ἀγαθόν;
或者相反,嘲笑婚礼、节日、生育、秘仪、官职和荣誉,或者其他任何完全是好事的事情?
καὶ γὰρ ἃ δέον οἰκτείρειν γελᾷς, καὶ ἐφ’ οἷσιν ἥδεσθαι χρὴ, καταγελᾷς τουτέων, ὥστε μήτε ἀγαθὸν μήτε κακὸν παρὰ σοὶ διακεκρίσθαι.
因为你正在嘲笑那些应当哀怜的事,又在戏弄那些应当高兴的事,以至于在你那里,善与恶都变得无法区分了。
Ὁ δὲ, ταῦτα μὲν, ἔφη, εὖ λέγεις, ὦ Ἱππόκρτες, ἀλλ’ οὐκ οἶσθά πω τοῦ ἡμετέρου γέλωτος αἰτίην, μαθὼν δ’ εὖ οἶδ’ ὅτι κρέσσονα τῆς πρεσβείης ἀντιφορτισάμενος ἀποίσεις θεραπείην τὸν ἐμὸν γέλωτα τῇ πατρίδι καὶ ἑωυτέῳ, καὶ τοὺς ἄλλους δυνήσῃ σωφρονίζειν·
”他说:“希波克拉底,你这些话说得确实对。 但你还不知道我发笑的原因。 我确信,一旦你了解了它,你将带回我的笑声作为对你的祖国和自身的治疗,这比你的使节任务是更好的收获,并且你能够让其他人清醒。
ἀνθ’ ὧν ἴσως κᾀμὲ διδάξεις ἰητρικὴν ἀμοιβηδὸν, γνοὺς ὅση σπουδῇ περὶ τὰ ἀσπούδαστα, φιλοτιμεύμενοι πρήσσειν τὰ μηδενὸς ἄξια, πάντες ἄνθρωποι τὸν βίον ἀναλίσκουσι, γελώτων ἄξια διοικεῦντες.
作为回报,或许你反过来也会教我医术。 因为你将看到,所有人都在用何种热忱去追求那些不值得追求的事,争先恐后地去做毫无价值的事,将生命虚度在值得嘲笑的事情上,处理着可笑的事务。
Ἐγὼ δέ φημι, λέγε πρὸς θεῶν, μήποτε γὰρ διαλανθάνῃ ἅπας ὁ κόσμος νοσέων, καὶ οὐκ ἔχει ὅκου διαπέμψηται πρεσβείην πρὸς θεραπείην·
”但我说,请凭着诸神告诉我,是否有可能整个世界其实都在暗中患病,却无处派遣使节去寻求治疗。
τί γὰρ ἂν εἴη ἔξω αὐτέου;
因为除了这个世界,还能有什么呢? ”