Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §17#1

抵达阿布德拉与初见德谟克利特

第 8 段,共 21 段 · 希腊语

内容简介

希波克拉底抵达阿布德拉,受到哀叹德谟克利特发疯的市民们的热烈欢迎。在观察到德谟克利特在山丘上的安静一隅专注地解剖动物和写作后,希波克拉底走近他并开始了直接对话。

§17#117. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
17. 希波克拉底致达马格托斯:问候。
Τοῦτ’ ἐκεῖνο, Δαμάγητε, ὅπερ εἰκάζομεν, οὐ παρέκοπτε Δημόκριτος, ἀλλὰ πάντα ὑπερεφρόνεε, καὶ ἡμᾶς ἐσωφρόνιζε καὶ δι’ ἡμέων πάντας ἀνθρώπους.
达马格托斯啊,正如我们所推测的那样,德谟克利特并没有发疯,相反,他对万事万物都超然思索,他让我们清醒,并试图通过我们让全人类清醒。
Ἐξέπεμψα δέ σοι, φιλότης, ὡς ἀληθέως τὴν Ἀσκληπιάδα νῆα, ᾗ πρόσθες μετὰ τοῦ ἁλίου ἐπίσημον καὶ ὑγιείην, ἐπεὶ κατὰ δαίμονα τῷ ὄντι ἱστιοδρόμηκε, καὶ ἐκείνῃ τῇ ἡμέρῃ κατέπλευσεν ἐς Ἄβδηρα, ᾗπερ αὐτέοισιν ἐπεστάλκειν ἀφίξεσθαι·
我的朋友,我向你派去了真正的阿斯克勒庇俄斯之船,其上请连同海盐一起加上“健康”作为船印,因为在神明的引导下,它确实已经扬帆起航,并在我向他们宣告抵达的那一天驶入了阿布德拉。
πάντας οὖν ἀολλέας πρὸ τῶν πυλέων εὕρομεν, ὡς εἰκὸς, ἡμέας περιμένοντας, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας, ἔτι δὲ καὶ πρεσβύτας καὶ παιδία νὴ τοὺς θεοὺς κατηφέα καὶ τὰ νήπια·
因此,我们发现所有人都在城门前聚集,正如预料的那样,他们在等待我们——不仅有男人,还有女人,甚至还有老人和孩子,神明作证,连婴儿也面带忧色。
καὶ οὗτοι μέντοι ὧδε εἶχον ὡς ἐπὶ μαινομένῳ τῷ Δημοκρίτῳ, ὁ δὲ μετ’ ἀκριβείης τότε ὑπερεφιλοσόφεεν.
他们因为德谟克利特发疯而处于这种悲伤的状态,而他当时却在极其精确地进行着超常的哲学思考。
Ἐπεὶ δέ με εἶδον, ἔδοξάν που σμικρὸν ἐφ’ ἑωυτῶν γεγονέναι, καὶ χρηστὰς ἐλπίδας ἐποιεῦντο·
当他们看到我时,似乎稍微恢复了平静,并抱有了美好的希望。
ὁ δὲ Φιλοποίμην ἄγειν ἐπὶ τὴν ξενίην με ὥρμητο, κᾀκείνοισι ξυνεδόκεε τοῦτο.
菲洛皮门急于带我前往住所,其他人也赞同这一点。
Ἐγὼ δὲ, ὦ ἄνδρες, ἔφην, Ἀβδηρϊται, οὐδὲν ἔστι μοι προὔργου ἢ Δημόκριτον θεήσασθαι.
但我说:“阿布德拉的市民们,对我来说,没有什么比立刻去见德谟克利特更要紧的事了。
Οἱ δ’ ἐπῄνεον ἀκούσαντες, καὶ ἥσθησαν, ἦγόν τέ με ξυντόμως διὰ τῆς ἀγορῆς, οἱ μὲν ἑπόμενοι, οἱ δὲ προθέοντες ἑτέρωθεν ἕτεροι, σῶζε λέγοντες, βοήθει, θεράπευσον.
”他们听后表示赞赏并十分高兴,领着我迅速穿过广场,有的在后面跟随,有的在前面奔跑,四处喊着:“救救他,帮帮他,医治他!
Κᾀγὼ παρῄνεον θαῤῥεῖν, ὡς τάχα μὲν οὐδενὸς ἐόντος κακοῦ πίσυνος ἐτησίῃσιν ὥρῃσιν, εἰ δ’ ἄρα καί τινος βραχέος, εὐδιορθώτου, καὶ ἄμα ταῦτα λέγων ᾔειν, οὐδὲ γὰρ πόῤῥω ἦν ἡ οἰκίη, μᾶλλον δ’ οὐδ’ ἡ πόλις ὅλη.
”我也劝他们宽心,说或许并无大碍,这得益于季风季节,即使有少许不适,也容易调治;我一边说着这些话一边前行,因为他的家并不远,甚至整个城市也都不大。
Παρῆμεν οὖν, πλησίον γὰρ τοῦ τείχεος ἐτύγχανεν, καὶ ἀνάγουσί με ἡσυχῇ, ἔπειτα κατόπιν τοῦ πύργου βουνὸς ἦν τις ὑψηλὸς, μακρῇσι καὶ δασείῃσιν αἰγείροισιν ἐπίσκιος·
我们到了,因为那地方碰巧就在城墙附近。 他们静静地引我上山。
ἔνθεν τε ἐθεωρεῖτο τὰ τοῦ Δημόκριτου καταγώγια, καὶ αὐτὸς ὁ Δημόκριτος καθῆστο ὑπό τινι ἀμφιλαφεῖ καὶ χθαμαλωτάτῃ πλατανίστῳ, ἐν ἐξωμίδι παχείῃ, μοῦνος, ἀνήλιφος, ἐπὶ λιθίνῳ θώκῳ, ὠχριηκὼς πάνυ καὶ λειπόσαρκος, κουριῶν τὰ γένεια.
在塔楼后面有一座高山丘,被高大茂密的白杨树遮蔽;从那里可以望见德谟克利特的住所,而德谟克利特本人正坐在一棵枝叶繁茂、极矮的悬铃木下,身穿一件厚厚的无袖工作服,独自一人,身上没有涂油,坐在石凳上,脸色苍白,消瘦异常,胡须很长。
Παρ’ αὐτὸν δ’ ἐπὶ δεξιῆς λεπτόῤῥυτον ὕδωρ κατὰ πρηνέος τοῦ λόφου θέον ἠρεμαίως ἐκελάρυζεν·
在他的右侧,一股细细的清泉顺着平缓的山坡静静地流淌,发出轻微的汩汩声。
ἦν δέ τι τέμενος ὑπὲρ ἐκεῖνον τὸν λόφον, ὡς ἐν ὑπονοίῃ κατεικάζοντι, νυμφέων ἱδρυμένον, αὐτοφύτοισιν ἐπηρεφὲς ἀμπέλοισιν.
在山丘之上,仿佛在推测者的脑海中浮现的一样,有一处献给宁芙的神圣区域,上面覆盖着天然生长的葡萄藤。
Ὁ δ’ εἶχεν ἐν εὐκοσμίῃ πολλῇ ἐπὶ τοῖν γουνάτοιν βιβλίον, καὶ ἕτερα δέ τινα ἐξ ἀμφοῖν τοῖν μεροῖν αὐτέῳ παρεβέβλητο, σεσώρευτο δὲ καὶ ζῶα συχνὰ ἀνατετμημένα δι’ ὅλων.
他极其整洁地在膝盖上放着一本书,他的两侧还散落着其他几本书,并且还堆放着许多被完全解剖的动物。
Ὁ δὲ ὁτὲ μὲν ξυντόνως ἔγραφεν ἐγκείμενος, ὁτὲ δὲ ἠρέμει πάμπολύ τε ἐπέχων καὶ ἐν ἑωυτῷ μερμηρίζων· εἶτα μετ’ οὐ πολὺ, τουτέων ἑρδομένων, ἐξαναστὰς περιεπάτεε, καὶ τὰ σπλάγχνα τῶν ζώων ἐπεσκόπεε, καὶ καταθεὶς αὐτὰ μετελθὼν πάλιν ἐκαθέζετο.
他时而心无旁骛地书写,时而安静地停顿极久,在心中苦苦思索;不一会儿,在做完这些事后,他站起来踱步,观察动物的内脏,放下内脏后又走回去重新坐下。
Οἱ δὲ Ἀβδηρϊται περιεστῶτές με κατηφέες καὶ οὐ πόῤῥω τὰς ὄψιας δακρυόντων ἔχοντες φασὶν, ὁρῇς μέντοι τὸν Δημοκρίτου βίον, ὦ Ἱππόκρατες, ὡς μέμηνε, καὶ οὔτε ὅ τι θέλει οἶδεν οὔτε ὅ τι ἕρδει.
围在我身边的阿布德拉人面带忧色,几乎要流下眼泪,他们说:“希波克拉底啊,你看看德谟克利特的生活,他疯得多么厉害,他既不知道自己想要什么,也不知道自己在做什么。
Καί τις αὐτέων ἔτι μᾶλλον ἐνδείξασθαι βουλόμενος τὴν μανίην αὐτοῦ, ὀξὺ ἀνεκώκυσεν εἴκελον γυναικὶ ἐπὶ θανάτῳ τέκνου ὀδυρομένῃ, εἶτ’ ἀνῴμωξε πάλιν ἄλλος ὑποκρινόμενος παροδίτην ἀπολέσαντά τι ὧν διεκόμιζε· καὶ ὁ Δημόκριτος ὑπακούων τὰ μὲν ἐμειδία, τὰ δὲ ἐξεγέλα, καὶ οὐκ ἔτι οὐδὲν ἔγραφεν, τὴν δὲ κεφαλὴν θαμινὰ ἐπέσειεν.
”他们中的一个人为了进一步证明他的疯癫,像一个为孩子死去而哀号的女人一样凄厉地尖叫,接着另一个人也跟着哭泣,模仿一个丢了所携带物品的过路人;而德谟克利特听着,时而微笑,时而大笑,不再写任何东西,只是频繁地摇头。
Ἐγὼ δὲ, ὑμεῖς μὲν, ἔφην, ὦ Ἀβδηρῖται, αὐτόθι μίμνετς, ἐγγυτέρω δ’ αὐτὸς καὶ λόγων καὶ σώματος τἀνδρὸς γενηθεὶς, ἰδών τε καὶ ἀκούσας εἴσομαι τοῦ πάθεος τὴν ἀλήθειαν·
我说:“阿布德拉的市民们,你们留在原处,我亲自去接近他的言语和身体,通过亲眼所见和亲耳所听来查明他病症的真相。
καὶ ταῦτ’ εἰπὼν κατέβαινον ἡσυχῇ.
”说完这些话,我便静静下山去。
Ἦν δὲ ὀξὺ καὶ ἐπίφορον ἐκεῖνο τὸ χωρίον· μόλις οὖν διαστηριζόμενος διῆλθον·
那地方十分陡峭且容易滑倒,因此我好不容易才支持着身体走过去。
ἐπεὶ δὲ ἐπλησίαζον, ἔτυχεν, ὅτε ἐπῆλθον αὐτέῳ, τι δή ποτε γράφων ἐνθουσιωδῶς καὶ μεθ’ ὁρμῆς.
当我走近时,正碰上他,他正热狂且充满激情地写着什么。
Εἱστήκειν οὖν αὐτόθι περιμένων αὐτέου τὸν καιρὸν τῆς ἀναπαύσιος·
于是我站在那里,等待他停笔休息的时机。
ὁ δὲ μετὰ σμικρὸν τῆς φορῆς λήξας τοῦ γραφίου ἀνέβλεψέ τε ἐς ἐμὲ προσιόντα καὶ φησὶ, χαῖρε, ξένε.
不一会儿,他停止了笔尖的挥动,抬头看着向他走来的我,说道:“你好,陌生人。
Κᾀγὼ, πολλά γε καὶ σὺ, Δημόκριτε, ἀνδρῶν σοφώτατε.
”我也说:“最睿智的德谟克利特啊,也祝你安好。
Ὁ δὲ αἰδεσθεὶς, οἶμαι, ὅτι οὐκ ὀνομαστὶ προσεῖπέ με, σὲ δὲ, ἔφη, τί καλέομεν;
” 他似乎有些羞愧,我想是因为他没有直呼我的名字,便说:“我们该怎么称呼你呢?
ἄγνοια γὰρ τοῦ σοῦ ὀνόματος ἦν πρόφασις τῆς τοῦ ξένου προσηγορίας.
因为不知道你的名字,是我称呼你为陌生人的借口。
Ἱπποκράτης, ἔφην, ἔμοιγε τούνομα ὁ ἰητρός.
”我说:“我叫希波克拉底,是个医生。
Ὁ δὲ εἶπεν, ἡ τῶν Ἀσκληπιαδῶν εὐγένεία πολύ τέ σου τὸ κλέος τῆς ἐν ἰητρικῇ σοφίης πεφοίτηκε· καὶ ἐς ἡμέας ἀφῖκται.
”他说:“阿斯克勒庇俄斯家族的高贵出身以及你在医学上的卓越智慧,名声传播甚远,连我们也听说了。
Τί δὲ χρέος, ἑταῖρε, δεῦρό σε ἤγαγε;
朋友,是什么事情把你带到这里来的? ”

词汇与语法注释

  1. §17#1Τοῦτ’ ἐκεῖνο, — 一种口语化和戏剧性的习语,当先前的传闻或预期与眼前的现实完全吻合时,带着惊讶或确信使用。在此处,它为阿布德拉人的传闻与德谟克利特实际的高尚状态之间的对比埋下了伏笔。
  2. §17#1ἐφ’ ἑωυτῶν γεγονέναι — 介词 ἐπί 连同反身代词的属格,后接 γίγ浓缩的 γίγνομαι 构成的惯用表达,意为“恢复自我”、“重获冷静”或“平静下来”。它描写了焦虑的阿布德拉人在这位著名医生抵达时暂时感到宽慰的样子。
  3. §17#1οὐδὲν ἔστι μοι προὔργου — 否定词 οὐδέν 及存在动词与 προὔργου(由短语 πρὸ ἔργου 融合而成,意为“工作之前”或“有用的”,作形容词或副词用)相结合的表达。意为“对我而言,没有什么比(比比较对象 ἤ 之后的家内容)更先决或更重要的工作了”。
  4. p.350πίσυνος ἐτησίῃσιν ὥρῃσιν — 形容词 πίσυνος(信赖、依靠)支配与格 ἐτησίῃσιν ὥρῃσιν 的结构。表明希波克拉底依赖于艾特西亚季风(夏季东北季风)季节带来的有益健康的作用,从而推测德谟克利特的病情较轻。
  5. p.350ὡς ἐν ὑπονοίῃ κατεικάζοντι — 与格分词 κατεικάζοντι 是表示未明示的判断主体(“对于推测者而言”)的关系与格。它与连词 ὡς 及介词短语 ἐν ὑπονοίῃ 连用,表达了观察者从场景中推测出的主观印象,而非客观事实。

引用这一段

希波克拉底, 书信、法令与演说集 §17#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:17%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。