§17#117. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
17. ヒッポクラテスからダマゲトスへ、挨拶を送る。
Τοῦτ’ ἐκεῖνο, Δαμάγητε, ὅπερ εἰκάζομεν, οὐ παρέκοπτε Δημόκριτος, ἀλλὰ πάντα ὑπερεφρόνεε, καὶ ἡμᾶς ἐσωφρόνιζε καὶ δι’ ἡμέων πάντας ἀνθρώπους.
ダマゲトスよ、私たちが推測していたまさにその通りであった。 デモクリトスは狂ってなどおらず、むしろあらゆる事柄を超然と思索しており、私たちを正気に戻し、私たちを通じて全人類を正気に戻していたのだ。
Ἐξέπεμψα δέ σοι, φιλότης, ὡς ἀληθέως τὴν Ἀσκληπιάδα νῆα, ᾗ πρόσθες μετὰ τοῦ ἁλίου ἐπίσημον καὶ ὑγιείην, ἐπεὶ κατὰ δαίμονα τῷ ὄντι ἱστιοδρόμηκε, καὶ ἐκείνῃ τῇ ἡμέρῃ κατέπλευσεν ἐς Ἄβδηρα, ᾗπερ αὐτέοισιν ἐπεστάλκειν ἀφίξεσθαι·
友よ、私はお前のもとに、真の意味でアスクレピオスの船を送り出した。 その船に、海とともに「健康」という船印を付け加えるがよい。 なぜなら、それは実際に神の導きによって帆走し、私がアブデラ市民に到着すると告げていたまさにその日にアブデラに入港したからだ。
πάντας οὖν ἀολλέας πρὸ τῶν πυλέων εὕρομεν, ὡς εἰκὸς, ἡμέας περιμένοντας, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας, ἔτι δὲ καὶ πρεσβύτας καὶ παιδία νὴ τοὺς θεοὺς κατηφέα καὶ τὰ νήπια·
それゆえ、私たちは門の前に皆が集まって、当然のことながら、私たちを待ちわびているのを見つけた。 男たちだけでなく、女たち、さらには老人たちや、神々に誓って、悄然とした子供たちや乳幼児までもがいた。
καὶ οὗτοι μέντοι ὧδε εἶχον ὡς ἐπὶ μαινομένῳ τῷ Δημοκρίτῳ, ὁ δὲ μετ’ ἀκριβείης τότε ὑπερεφιλοσόφεεν.
そして彼らは、デモクリトスが狂っているということで、このような悲しげな状態にあったが、彼自身はそのとき極めて正確に哲学の極致に達していた。
Ἐπεὶ δέ με εἶδον, ἔδοξάν που σμικρὸν ἐφ’ ἑωυτῶν γεγονέναι, καὶ χρηστὰς ἐλπίδας ἐποιεῦντο·
彼らは私を見ると、おそらく少し落ち着きを取り戻したように見え、良い希望を抱いた。
ὁ δὲ Φιλοποίμην ἄγειν ἐπὶ τὴν ξενίην με ὥρμητο, κᾀκείνοισι ξυνεδόκεε τοῦτο.
フィロポイメンは私を宿へと案内しようと急いだが、アブデラ市民たちもそれに同意した。
Ἐγὼ δὲ, ὦ ἄνδρες, ἔφην, Ἀβδηρϊται, οὐδὲν ἔστι μοι προὔργου ἢ Δημόκριτον θεήσασθαι.
だが私は言った。 「アブデラの皆さん、私にとってデモクリトスに直接会うこと以上に先決な仕事はありません」。
Οἱ δ’ ἐπῄνεον ἀκούσαντες, καὶ ἥσθησαν, ἦγόν τέ με ξυντόμως διὰ τῆς ἀγορῆς, οἱ μὲν ἑπόμενοι, οἱ δὲ προθέοντες ἑτέρωθεν ἕτεροι, σῶζε λέγοντες, βοήθει, θεράπευσον.
これを聞いて彼らは称賛し、喜び、私を広場を通って速やかに案内した。 ある者は後ろから従い、他の者はあちこちから先を走りながら、「救ってください、助けてください、治療してください」と言いながら。
Κᾀγὼ παρῄνεον θαῤῥεῖν, ὡς τάχα μὲν οὐδενὸς ἐόντος κακοῦ πίσυνος ἐτησίῃσιν ὥρῃσιν, εἰ δ’ ἄρα καί τινος βραχέος, εὐδιορθώτου, καὶ ἄμα ταῦτα λέγων ᾔειν, οὐδὲ γὰρ πόῤῥω ἦν ἡ οἰκίη, μᾶλλον δ’ οὐδ’ ἡ πόλις ὅλη.
そこで私も、おそらく何一つ悪いことはないだろう、季節を信頼すればそう言えるし、あるいは何か僅かな問題があるにせよ、それは容易に治療できるだろうと勧めて元気づけた。 そしてこれらのことを語りながら私は歩みを進めた。 家は遠くなく、というか、都市全体すらも遠くなかったからだ。
Παρῆμεν οὖν, πλησίον γὰρ τοῦ τείχεος ἐτύγχανεν, καὶ ἀνάγουσί με ἡσυχῇ, ἔπειτα κατόπιν τοῦ πύργου βουνὸς ἦν τις ὑψηλὸς, μακρῇσι καὶ δασείῃσιν αἰγείροισιν ἐπίσκιος·
私たちは到着した。 そこはたまたま城壁の近くだったからである。 彼らは私を静かに登らせた。 それから、塔の背後に、背が高く葉の生い茂ったポプラの木々で影になった高い丘があった。
ἔνθεν τε ἐθεωρεῖτο τὰ τοῦ Δημόκριτου καταγώγια, καὶ αὐτὸς ὁ Δημόκριτος καθῆστο ὑπό τινι ἀμφιλαφεῖ καὶ χθαμαλωτάτῃ πλατανίστῳ, ἐν ἐξωμίδι παχείῃ, μοῦνος, ἀνήλιφος, ἐπὶ λιθίνῳ θώκῳ, ὠχριηκὼς πάνυ καὶ λειπόσαρκος, κουριῶν τὰ γένεια.
そこからデモクリトスの住まいが見渡せ、デモクリトス自身は、葉のよく茂った、しかし非常に低いプラタナスの木の下に座っていた。 厚手の片肌脱ぎの衣をまとい、ただ一人、油を塗らず、石の腰掛けに座り、ひどく青ざめて痩せ細り、髭を長く伸ばしていた。
Παρ’ αὐτὸν δ’ ἐπὶ δεξιῆς λεπτόῤῥυτον ὕδωρ κατὰ πρηνέος τοῦ λόφου θέον ἠρεμαίως ἐκελάρυζεν·
彼の右側では、細く流れる水が丘の斜面を緩やかに流れ下りながら、静かにせせらぎの音を立てていた。
ἦν δέ τι τέμενος ὑπὲρ ἐκεῖνον τὸν λόφον, ὡς ἐν ὑπονοίῃ κατεικάζοντι, νυμφέων ἱδρυμένον, αὐτοφύτοισιν ἐπηρεφὲς ἀμπέλοισιν.
その丘の上には、推測する者の心に浮かぶように、野生のブドウの木で覆われた、ニンフたちに捧げられた聖域があった。
Ὁ δ’ εἶχεν ἐν εὐκοσμίῃ πολλῇ ἐπὶ τοῖν γουνάτοιν βιβλίον, καὶ ἕτερα δέ τινα ἐξ ἀμφοῖν τοῖν μεροῖν αὐτέῳ παρεβέβλητο, σεσώρευτο δὲ καὶ ζῶα συχνὰ ἀνατετμημένα δι’ ὅλων.
彼は膝の上に一冊の本を極めて端正に載せており、彼の両脇には、他のいくつかの本が置かれていた。 また、完全に解剖された多くの動物が積み重ねられていた。
Ὁ δὲ ὁτὲ μὲν ξυντόνως ἔγραφεν ἐγκείμενος, ὁτὲ δὲ ἠρέμει πάμπολύ τε ἐπέχων καὶ ἐν ἑωυτῷ μερμηρίζων·
彼はある時には、身を乗り出して熱心に書き込み、またある時には、非常に長く手を止めて、心の中で深く思索にふけっていた。
εἶτα μετ’ οὐ πολὺ, τουτέων ἑρδομένων, ἐξαναστὰς περιεπάτεε, καὶ τὰ σπλάγχνα τῶν ζώων ἐπεσκόπεε, καὶ καταθεὶς αὐτὰ μετελθὼν πάλιν ἐκαθέζετο.
その後まもなく、これらが行われている間に、立ち上がって歩き回り、動物たちの内臓を観察し、それらを置くと、再び戻って座るのだった。
Οἱ δὲ Ἀβδηρϊται περιεστῶτές με κατηφέες καὶ οὐ πόῤῥω τὰς ὄψιας δακρυόντων ἔχοντες φασὶν, ὁρῇς μέντοι τὸν Δημοκρίτου βίον, ὦ Ἱππόκρατες, ὡς μέμηνε, καὶ οὔτε ὅ τι θέλει οἶδεν οὔτε ὅ τι ἕρδει.
周りに立つアブデラ市民たちは、悄然とし、涙を流さんばかりの表情で言った。 「ヒッポクラテスよ、デモクリトスの暮らしぶりをご覧なさい、どのように狂っているかを。 彼は自分が何を望んでいるかも、何をしているかも分かっていないのです」。
Καί τις αὐτέων ἔτι μᾶλλον ἐνδείξασθαι βουλόμενος τὴν μανίην αὐτοῦ, ὀξὺ ἀνεκώκυσεν εἴκελον γυναικὶ ἐπὶ θανάτῳ τέκνου ὀδυρομένῃ, εἶτ’ ἀνῴμωξε πάλιν ἄλλος ὑποκρινόμενος παροδίτην ἀπολέσαντά τι ὧν διεκόμιζε·
そして彼らの一人は、彼の狂気をさらに示そうとして、我が子の死を嘆き悲しむ女のように鋭く泣き叫び、次に別の者が、持ち運んでいたものを失った旅人の真似をして声を上げて泣いた。
καὶ ὁ Δημόκριτος ὑπακούων τὰ μὲν ἐμειδία, τὰ δὲ ἐξεγέλα, καὶ οὐκ ἔτι οὐδὲν ἔγραφεν, τὴν δὲ κεφαλὴν θαμινὰ ἐπέσειεν.
デモクリトスはこれを聞いて、ある時は微笑み、ある時は大笑いし、もはや何も書かず、ただ頭を頻繁に振るばかりだった。
Ἐγὼ δὲ, ὑμεῖς μὲν, ἔφην, ὦ Ἀβδηρῖται, αὐτόθι μίμνετς, ἐγγυτέρω δ’ αὐτὸς καὶ λόγων καὶ σώματος τἀνδρὸς γενηθεὶς, ἰδών τε καὶ ἀκούσας εἴσομαι τοῦ πάθεος τὴν ἀλήθειαν·
そこで私は言った。 「アブデラの皆さん、あなたがたはここに留まっていなさい。 私自身が彼の言葉と身体の近くに行き、見て、聞くことで、その病の真実を知ることにしよう」。
καὶ ταῦτ’ εἰπὼν κατέβαινον ἡσυχῇ.
そう言って、私は静かに下っていった。
Ἦν δὲ ὀξὺ καὶ ἐπίφορον ἐκεῖνο τὸ χωρίον·
その場所は険しく、滑りやすかった。
μόλις οὖν διαστηριζόμενος διῆλθον·
それゆえ、私はやっとのことで体を支えながら通り抜けた。
ἐπεὶ δὲ ἐπλησίαζον, ἔτυχεν, ὅτε ἐπῆλθον αὐτέῳ, τι δή ποτε γράφων ἐνθουσιωδῶς καὶ μεθ’ ὁρμῆς.
私が近づき、彼のところに達したとき、彼はたまたま、熱狂的に、かつ勢いよく何かを書いていた。
Εἱστήκειν οὖν αὐτόθι περιμένων αὐτέου τὸν καιρὸν τῆς ἀναπαύσιος·
それゆえ、私は彼が筆を休める時を待ちながらそこに立っていた。
ὁ δὲ μετὰ σμικρὸν τῆς φορῆς λήξας τοῦ γραφίου ἀνέβλεψέ τε ἐς ἐμὲ προσιόντα καὶ φησὶ, χαῖρε, ξένε.
少しすると、彼は執筆を止め、近づいてくる私を見上げて言った。 「見知らぬ人よ、こんにちは」。
Κᾀγὼ, πολλά γε καὶ σὺ, Δημόκριτε, ἀνδρῶν σοφώτατε.
そこで私も言った。 「最も賢い人デモクリトスよ、あなたにも大いに挨拶を送ります」。
Ὁ δὲ αἰδεσθεὶς, οἶμαι, ὅτι οὐκ ὀνομαστὶ προσεῖπέ με, σὲ δὲ, ἔφη, τί καλέομεν;
彼は、私の名を呼ばずに挨拶したことを恥じ入ったのか、「ところで、あなたを何とお呼びすればよいですか。
ἄγνοια γὰρ τοῦ σοῦ ὀνόματος ἦν πρόφασις τῆς τοῦ ξένου προσηγορίας.
あなたの名前を知らなかったことが、見知らぬ人と呼んだ理由なのですから」と言った。
Ἱπποκράτης, ἔφην, ἔμοιγε τούνομα ὁ ἰητρός.
「私は医師のヒッポクラテスという名です」と私は言った。
Ὁ δὲ εἶπεν, ἡ τῶν Ἀσκληπιαδῶν εὐγένεία πολύ τέ σου τὸ κλέος τῆς ἐν ἰητρικῇ σοφίης πεφοίτηκε· καὶ ἐς ἡμέας ἀφῖκται.
彼は言った。 「アスクレピオスの一族の高貴さと、医術におけるあなたの知恵の大きな名声は広く知れ渡り、私のところにも届いています。
Τί δὲ χρέος, ἑταῖρε, δεῦρό σε ἤγαγε;
友よ、どのような用件があなたをここへ導いたのですか」。