Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §16

致克拉特乌阿斯请求采送药草

第 7 段,共 21 段 · 希腊语

内容简介

希波克拉底写信给精通采药的克拉特乌阿斯,迫切要求他采集并送来各种强效的山地药草以备治疗德谟克利特之用,同时阐述了医学中时机的重要性以及智慧作为终极疗药的意义。

§1616. Ἱπποκράτης Κρατεύᾳ χαίρειν.
16. 希波克拉底致克拉特乌阿斯:问候。
Ἐπίσταμαί σε ῥιζοτόμον ἄριστον, ὦ ἑταῖρε, καὶ διὰ τεὴν ἄσκησιν καὶ διὰ προγόνων κλέος, ὡς μηδὲν ἀποδεῖν σε δυνάμει τοῦ προπάτορος Κρατεύα.
我的朋友,我深知你是一位优秀的采药人,这既因你自身的修行,也因你先祖的声望,以至于你在能力上绝不亚于你的先祖克拉特乌阿斯。
Νῦν οὖν, εἰ καί ποτε ἄλλοτε, βοτανολόγησον ὁκόσα τε καὶ ὁκοῖα δύνασαι, ἀναγκαίη γὰρ ἐπείγει, καὶ διάπεμψαί μοι ταῦτα, ἐπ’ ἄνδρα ὅλῃ πόλει ἰσοστάσιον, Ἀβδηρίτην μὲν, ἀλλὰ Δημόκριτον·
因此,现在若有任何时候比这更紧迫,就请尽你所能采集尽可能多且各种类的药草,因为紧急的需要正迫在眉睫;请将这些送给我,用于一个抵得上整个城邦的人,他虽是阿布德拉人,但他是德谟克利特。
νοσέειν γάρ φασιν αὐτὸν καὶ καθάρσιος μάλα χρῄζειν ἐντὸς μανίης ἐόντα.
因为他们说他病了,深陷疯狂之中,极需净化。
Μὴ χρησαίμεθα μέντοι τοῖσι φαρμάκοισιν, ὥσπερ καὶ πέπεισμαι· ἀλλ’ ὅμως εὐτρεπίσασθαι χρὴ πανταχόθεν.
然而,我们或许根本不需要使用这些药物,正如我自己也确信的那样;但即便如此,我们仍需从各方面做好准备。
Τὸ δὲ χρῆμα τῶν βοτανῶν παρὰ σοὶ πολλάκις ἐθαύμασα, ὡς καὶ τὴν τῶν ὅλων φύσιν τε καὶ διάταξιν καὶ τὸ ἱερώτατων γῆς ἵδρυμα, ἐξ ἧς ζῶα καὶ φυτὰ καὶ τροφαὶ καὶ φάρμακα καὶ τύχη καὶ ὁ πλοῦτος αὐτὸς ἀναφύεται·
我对你那里药草的丰富屡屡感到惊叹,这仿佛是在惊叹万物的本性与秩序,以及大地这最神圣的基座——动物、植物、食物、药物、命运和财富本身都从这里生长出来。
οὐδὲ γὰρ ἂν εἶχεν οἷ ἐπιβῇ ἡ φιλαργυρίη, οὐδ’ ἂν Ἀβδηρῖταί με νῦν δέκα ταλάντοις ἐδελέαζον, ἀντὶ ἰητροῦ μισθωτὸν ἐλέγχοντες.
因为若非如此,贪财之念甚至无处落脚,阿布德拉人现在也不会用十个塔兰同来诱惑我,试图把我当作雇工而非医生来考验。
Εἴθε δὲ ἠδύνασο, Κράτευα, τῆς φιλαργυρίης τὴν πικρὴν ῥίζην ἐκκόψαι, ὡς μηδὲν λείψανον αὐτῆς ἀφεῖναι, εὖ ἴσθι ὡς ἐκαθήραμεν ἂν τῶν ἀνθρώπων μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς νοσεούσας.
克拉特乌阿斯啊,但愿你能斩断贪财的苦根,不留任何残余。 你且深知,若能如此,我们便能在医治人类身体的同时,也净化了他们生病的灵魂。
Ἀλλὰ ταῦτα μὲν εὐχαὶ, σὺ δ’ ἡμῖν τὸ παρεὸν μάλιστα τὰς ὀρεινὰς καὶ ὑψηλολόφους βοτάνας ῥιζοτόμει· στερεώτεραι γὰρ τῶν ὑδρηλοτέρων εἰσὶν καὶ δριμύτεραι μᾶλλον διὰ τὴν τῆς γῆς πυκνότητα καὶ τὴν λεπτότητα τοῦ ἠέρος· ὅ τι γὰρ ἕλκουσιν ἐμψυχότερόν ἐστι.
然而这些只是愿望。 在目前,你务必为我们采集山地和高丘上的药草,因为由于大地的紧密和空气的稀薄,它们比水分多的药草更坚实、更辛辣;因为它们所吸取的物质更富有生命力。
Πειρήθητι δ’ ὅμως καὶ τὰς παρὰ λίμναις ἑλείους πεφυκυίας ἀνθολογῆσαι, καὶ τὰς παραποταμίους ἢ κρηνίτιδας ἢ πιδακίτιδας παρ’ ἡμῖν καλεομένας, ἃς δὴ ἀσθενέας καὶ ἀτόνους καὶ γλυκυχύλους εἶναι πέπεισμαι.
不过,也请试着采集湖泊旁湿地里生长的植物,以及河流旁、或者在我们这里被称为“泉水药草”或“涌泉药草”的植物,我确信这些植物较为软弱、无力且汁液甘甜。
Πάντα δὲ ὁκόσα χυλοί τε καὶ ὀποὶ ῥέοντες, ἐν ὑαλίνοισιν ἀγγείοισι φερέσθωσαν· ὁκόσα δ’ αὖ φύλλα ἢ ἄνθεα ἢ ῥίζαι, ἐν κώθωσι καινοῖσι περιεσφηκωμένοισιν, ὅκως μὴ διαῤῥιπιζόμενα τῇσι πνοῇσιν ἐκλίπῃ τὸν τόνον τῆς φαρμακείης, ὥσπερ λειποψυχήσαντα·
所有属于流动汁液或树脂的,都应用玻璃器皿装运;而属于叶、花或根的,则应用紧紧封口的新篮子装运,以免它们被风吹散,失去药效的张力,仿佛虚脱一般。
ἀλλ’ εὐθὺς ἡμῖν ταῦτα πέμψον.
请立即将这些送给我们。
Καὶ γὰρ ἡ ὥρη τοῦ ἔτεος ἁρμόδιος, καὶ ἡ ἀνάγκη τῆς λεγομένης μανίης ἐπείγει·
因为一年中的这个季节正合适,而所谓狂气的紧迫需要也正迫在眉睫。
τέχνης δὲ πάσης μὲν ἀλλότριον ἀναβολὴ, ἰητρικῆς δὲ καὶ πάνυ, ἐν ᾗ ψυχῆς κίνδυνος ἡ ὑπέρθεσις· ψυχαὶ δὲ τῶν θεραπειῶν οἱ καιροὶ, ὧν ἡ παραφυλακὴ τὸ τέλος.
延误对于任何技艺都是不相容的,而对于医学尤甚,在医学中,延期就是生命的危险;而时机则是治疗的灵魂,对其的把握便是目的。
Ἔλπομαι μὲν οὖν ὑγιέα εἶναι τὸν Δημόκριτον καὶ δίχα ἰήσιος·
因此,我期盼德谟克利特即使不加治疗也是健康的。
εἰ δ’ ἄρα τι σφάλμα φύσιος ἢ καιροῦ ἢ ἄλλη τις αἰτίη γένοιτο, πολλὰ γὰρ ἡμέας θνητοὺς ἐόντας λάθοι, ἅτε μὴ πάγχυ δι’ ἀτρεκίης εὐτονέοντας, ἐπὶ τὸ ἄδηλον πᾶσαν χρεὼν δύναμιν ἠθροῖσθαι.
但如果由于自然或时机的失误,或由于其他什么原因(因为我们作为凡人,由于无法完全凭借精确性而保持强健,许多事情可能会瞒过我们),我们就必须针对未知积聚起所有的力量。
Οὐ γὰρ ἀρκέεται ὁ κινδυνεύων οἷς δυνάμεθα, ἀλλ’ ἐπιθυμεῖ καὶ ἃ μὴ δυνάμεθα·
因为处于危险中的人不会满足于我们所能做到的,而是也渴望我们所做不到的。
καὶ σχεδὸν ἀεὶ πρὸς δύο στρατευόμεθα τέλεα, τὸ μὲν ἀνθρώπου, τὸ δὲ τέχνης, ὧν τὸ μὲν ἄδηλον, τὸ δὲ τῆς ἐπιστήμης ὥρισται.
我们几乎总是朝着两个目的作战:一个是人类的目的,另一个是技艺的目的;其中前者是未知的,而后者由科学所界定。
Δεῖ δὲ ἐν ἀμφοτέροισι τουτέοισι καὶ τύχης·
在这两者中,都需要运气。
τὸ γὰρ ἀτέκμαρτον ἐν τῇσι καθάρσεσι δι’ εὐλαβείης ἰατέον·
因为在净化过程中,无法预测的因素必须以谨慎来治疗。
καὶ γὰρ καὶ στομάχου κάκωσιν ὑφορώμεθα, καὶ ξυμμετρίην φαρμακείης πρὸς ἀγνοουμένην φύσιν στοχαζόμεθα·
我们不仅防范胃部的损伤,还要针对未知的本性去推测药物的适度配比。
οὐ γὰρ ἡ αὐτὴ καὶ μία φύσις ἁπάντων, ἕτερον δ’ αἰεὶ πρὸς ἑωυτὴν ὁρίζουσα οἰκειοῖ, ἐνίοτε δὲ τὸ πᾶν ἀπώλεσεν.
因为万物的本性并非同一且单一,而是总在不断规定并使相异之物适合自身,有时甚至会毁掉一切。
Καὶ ταῖσι βοτάναισι πολλὰ τῶν ἑρπετῶν ἐνιοβόλησε, καὶ περιχανόντα τῇ ἐντὸς αὔρῃ κάκωσιν ἀντ’ ἀλεξήσιος αὐτῇσι προσέπνευσεν, καὶ τούτου ἄγνοια ἔσται, εἰ μή τις ἄρα κηλὶς ἢ σπίλος ἢ ὀδμὴ θηριώδης καὶ ἀπηνὴς τοῦ γενομένου ξύμβολον φανείη·
而且,许多爬行动物在药草中注入了毒液,并张大口用内里的气息向其吹入毒气,带来伤害而非防御,而这在没有出现任何斑点、污渍或野兽般刺鼻的气味作为所发生之事的象征时,将是不为人知的。
εἶθ’ ἡ τέχνη διὰ τὸ ξύμπτωμα τῆς τύχης τῆς κατορθώσιος ἀφήμαρτε.
于是,技艺由于偶然的灾祸而错失了成功。
Βεβαιότεραι δ’ αἰεὶ αἱ δι’ ἐλλεβόρων διὰ τοῦτο καθάρσιές εἰσιν, αἷς καὶ Μελάμπους ἐπὶ τῶν Προίτου θυγατέρων καὶ Ἀντικυρεὺς ἐφ’ Ἡρακλέους ἱστορέονται κεχρῆσθαι.
因此,使用藜芦进行的净化总是更为稳妥,据记载,梅兰普斯曾对普洛托斯的女儿们使用过,安提基流斯也曾对赫拉克勒斯使用过。
Μὴ χρησαίμεθα δὲ ἡμεῖς ἐπὶ Δημοκρίτεω μηδενὶ τουτέων, ἀλλᾲ γένοιτο ἐκείνῳ τῶν δραστικωτάτων καὶ ἰητρικωτάτων φαρμάκων σοφίη τέλος.
但愿我们对德谟克利特不用其中的任何一种,而是让智慧成为他最有效、最能治病的药物的结局。
Ἔῤῥωσο.
祝身体健康。

词汇与语法注释

  1. 16εἰ καί ποτε ἄλλοτε — 一种惯用表达,意为“比以往任何时候都更……”或“现在正是时候”。虽然结构上是个条件从句,但实际上起到了最高级的强调作用。
  2. 16οὐδὲ γὰρ ἂν εἶχεν οἷ ἐπιβῇ ἡ φιλαργυρίη — 使用助词 ἄν 和直说过去式(εἶχεν)构成的反事实条件句。它假设了前文“财富从大地生长出来”这一事实的否定面(如果大地不产生这些,贪财便无处落脚)。关系从句 οἷ ἐπιβῇ 是带有表示目的或可行性虚拟语气的人称或处所从句。
  3. 16Εἴθε δὲ ἠδύνασο... ἐκαθήραμεν ἂν — 表示无法实现愿望的 εἴθε 搭配直说过去式 ἠδύνασο(“要是你能……该多好”)以及随后反事实条件句的结论部(ἐκαθήραμεν ἂν,“我们本可以净化……”)的组合。构成了双重不可能与反事实的逻辑:现实中无法根除贪婪,因而也无法完全净化人类生病的灵魂。
  4. p.346ψυχαὶ δὲ τῶν θεραπειῶν οἱ καιροὶ, ὧν ἡ παραφυλακὴ τὸ τέλος — 表语名词 ψυχή(“灵魂”或“核心”)受复数主语 οἱ καιροί(“时机”)的影响而变为复数形式 ψυχαί。关系代词 ὧν 的先行词是 οἱ καιροί,其结构意为“对它们(时机)的把握即是目的”。
  5. p.348ἀλλὰ γένοιτο ἐκείνῳ τῶν δραστικωτάτων καὶ ἰητρικωτάτων φารμάκων σοφίη τέλος — 使用表示愿望的希求语气 γένοιτο 的句子。主语是 σοφίη(“智慧”),τέλος(“结局”或“目的”)充当表语:“愿智慧成为他最有效和最具医疗价值的药物的结局”。属格 τῶν φαρμάκων 起到修饰主语或表语的作用(关系属格或定义属格)。

引用这一段

希波克拉底, 书信、法令与演说集 §16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。