§1414. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
14. 希波克拉底致达马格图斯:问候。
Οἰδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην.
达马格图斯,我在罗德岛拜访你时,就了解那艘船,船上刻有“太阳”字样,那是一艘极其美丽、船尾极佳、装备充分且容量巨大的船;你曾称赞它的船员服务迅速、安全且技术精湛,并赞美它航行的快速。
Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ’ εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτὴν·
请把这艘船派给我们,但如果可能的话,不要用桨,而是用翅膀来划动它。
ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον.
因为事态紧急,我的朋友,必须极其迅速地航行到阿布德拉;我想通过一个生病的德谟克利特,来医治一个生病的城邦。
Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ’ ἐκείνοισι δόξαν εἶναι.
你想必听说过那个人的名声,他的祖国指责他受疯狂之害;但我希望,或者说更祈祷,他并非真的发狂,而只是在他们看来如此。
Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει·
他们说,他总是笑,且在任何事情上都不停止发笑,这在他们看来就是疯狂的征兆。
ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων.
因而,请告诉罗德岛的朋友们要始终保持中庸,不要多笑,也不要多面带愁容,而是要在这两者之间取得适度,以便在一些人看来你极其和蔼,在另一些人看来则是思索美德的哲人。
Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ’ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον.
然而,达马格图斯,他凡事都笑,这确实有不好之处;因为如果无度是坏事,那么始终如此就更坏了。
Καὶ εἴποιμ’ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται.
我或许会对他说明:“德谟克利特啊,在有人生病、被杀、死去、被围困以及遭遇各种灾难时,所发生的每一件事都成了你发笑的素材。
Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας;
世间既然存在着喜与忧两样事物,你若将其中之一驱逐,难道不是在与神对抗吗?
μακάριός τ’ ἂν ᾖς, ἀλλ’ ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα.
你或许是幸福的——但这不可能——除非你的母亲不曾生病,父亲、后来的孩子、妻子或朋友也都不曾生病,而是由于你这唯一的笑,一切都幸运地保全了。
Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι·
但人们生病时你笑,人们死去时你乐,若听到哪里有灾祸你便欣喜;德谟克利特啊,你是多么恶劣,且离智慧多么遥远,如果你甚至认为这些事情根本不是坏事。
μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις.
因而你患了忧郁症,德谟克利特,你正冒着自己也变成一个阿布德拉人的危险,而城邦反而更聪明。
Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει.
”不过,关于这些事,我们到那里后会谈得更详尽,达马格图斯;但船在我给你写信的这段时间里也在被耽搁。
Ἔῤῥωσο.
祝身体健康。
§1515. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.
15. 希波克拉底致菲洛皮门:问候。
Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην.
我因德谟克利特而陷入沉思、忧心忡忡,就在那晚入睡后,将近黎明时分,我做了一个梦;因此,我深信没有发生任何危险的事,因为我是惊醒过来的。
Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτόν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν.
因为我似乎看见了阿斯克勒庇俄斯本人,并觉得他显现在近旁;当时我们恰好已经到了阿布德拉人的城门前。
Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς, ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες·
阿斯克勒庇俄斯显现时,并不像他平时的雕像那样看起来温和安详,而是姿态矫健,看起来更为可怖;随行着他的还有蟒蛇,那是一群极其巨大的爬行动物,它们也拖着长长的身体急匆匆前行,并发出如荒野和深谷中那般令人毛骨悚然的嘶嘶声。
οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν.
尾随其后的随从们则抱着绑得十分结实的药箱前行。
Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης·
随后,神向我伸出手;我欣然握住,并央求他一同前往,不要耽误了我的治疗。
ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν.
祂却说:“目前你完全不需要我,而这名神祇,作为神凡共有的存在,现在会引导你。
Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ’ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν.
”我转过身,看见一位美丽而高大的女子,发辫简雅,衣着华丽;她的眼眸中闪烁着纯净的光芒,仿佛星辰闪烁。
Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη·
于是,神离去了;而那名女子用柔和而有力的手握住我的手腕,友善地引领我穿过市区。
ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρά Δημοκρίτεω καταλήψομαι.
当我们靠近那栋我认为已准备好款待的房子时,她像幻影般消失了,仿佛在说:“明天,我会在德谟克利特那里等你。
Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν;
”在她转身要走时,我请求道:“高贵的人啊,你是谁? 我们该怎么称呼你?
ἡ δὲ, Ἀλήθεια, ἔφη·
”她便说:“真理。
αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ· ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ’ αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν.
”“还有你看着正走过来的这位……” 突然,另一个女子出现在我面前,她自己也并非不美丽,但看起来更大胆、更急躁,她说自己名叫“意见”,并且住在阿布德拉人那里。
Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε.
于是,我起来后对自己解读了这个梦:德谟克利特并不需要医生,因为前来治疗的神祇自己都离去了,觉得没有治疗的材料;相反,他健康的“真理”留在德谟克利特身边,而他生病的“意见”却真的在阿布德拉人那里安了家。
Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ.
菲洛皮门,我相信这些是真实的,事实上也确实如此;我并不轻视梦境,特别是当它保持着清晰的条理时。
Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος.
医学与预言极其亲近,因为这两种技艺的父亲是同一个,即我们的祖先阿波罗,他预言着现在和将来的疾病,并医治现在和未来的病患。
Ἔῤῥωσο.
祝身体健康。