Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §12-13

行前准备与托付友人家政之事

第 5 段,共 21 段 · 希腊语

内容简介

希波克拉底写信给朋友菲洛皮门,指出德谟克利特并非发疯,而是因智慧移居到了“真理之境”,并请求其安排住宿。同时他写信给狄奥尼修斯,托付其在自己离开期间照看科斯的家和城邦,并监管妻子。

§1212. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.
12. 希波克拉底致菲洛皮门:问候。
Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν ἑτέρην διαίτην.
将城邦信件送达给我的使者们也送达了你的信,得知你许诺款待以及另一种生活方式,我感到非常高兴。
Ἔλθοιμεν δ’ ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [ἢ] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται, οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν ἄντροισι καὶ ἐρημίῃσιν ἢ ἐν ὑποσκιάσεσι δενδρέων, ἢ ἐν μαλθακῇσι ποίῃσιν, ἢ παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν.
愿我们伴随好运前去,而且正如我们所料,我们将怀着比来信所写更好的希望到达。 因为那个人表明的并非疯狂,而是灵魂某种超常的强健。 他既不关心子女、妻子,也不关心亲属、财产或任何其他事物,而是日夜安顿于自身并独自生活,大半时间都在洞窟、荒野、树荫下、柔软的草地上,或在丰沛的流水之畔。
Συμβαίνει μὲν οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα· σιγηροί τε γὰρ ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν· ἀπανθρωπέονταί τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες·
的确,这些特征大半发生于忧郁质的人身上;因为他们有时沉默寡言,喜欢独处,并且避开人群,将同类人类的容貌视为异类。
οὐκ ἀπεοικὸς δὲ καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι.
然而,对于潜心于学问的人来说,由于对智慧的唯一倾注而使其他所有的顾虑都被驱散,这也是不足为奇的。
Ὥσπερ γὰρ δμῶές τε καὶ δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως αὐτοῖσιν ἡ δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι, παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ λοιπὰ πάθεα ἐκκεχώρηκεν.
正如男女仆役在屋里吵闹争执时,一旦女主人突然出现在他们面前,他们便会因惊恐而安静下来。 同样地,魂中其他作为人类邪恶女仆的欲望也是如此:当智慧的身影显现时,其他激情就像奴隶一样退去了。
Ποθέουσι δ’ ἄντρα καὶ ἡσυχίην οὐ πάντως οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες ἀταραξίης ἐπιθυμίῃ·
渴望洞窟与宁静的,绝非仅是疯狂之人,那些因渴望无能倾动的心境而轻视人间事务的人也是如此。
ὁκόταν γὰρ ὁ νοῦς ὑπὸ τῶν ἔξω φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει κύκλῳ χωρίον ἀληθείης, ἐν ᾧ οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα, οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν τῶν θόρυβον ἐμποιησάντων·
因为当心灵受到外界顾虑的折磨而渴望让身体休息时,它便会迅速转向宁静,随后在黎明醒来,在自身之中环顾“真理之境”。 在那里,没有父亲,没有母亲,没有妻子,没有孩子,没有兄弟,没有亲属,没有仆人,没有运气,绝无任何会引起喧嚣的事物。
πάντα δ’ ἀποκεκλεισμένα τὰ ταράσσοντα ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ’ εὐλαβείης τῶν αὐτόθι ἐνοικεόντων· οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι.
所有带来动荡的事物都因恐惧而被拒之门外,由于敬畏居住在那里的存在,它们甚至不敢靠近;而在那个领域里,居住着各种技艺与美德、诸神、精灵、深思熟虑以及见识。
Καὶ ὁ μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται, εἰς ὃ τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται· εἶτ’ οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται μανίης νοῦσον διὰ τὸ φιλέρημον· σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον.
伟大的天球在那个领域里加冕着不断运行的群星,德谟克利特或许也已被智慧迁居于此;因此,由于他已远涉他方,不再见到城邦里的人,却因热爱独处而被认为患有疯狂之疾;而阿布德拉人因为不理解德谟克利特,竟急于用金钱来暴露自我的无知。
Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε τὴν ξενίην, ὦ ἑταῖρε Φιλοποίμην· οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα.
但我的朋友菲洛皮门啊,请你为我们准备好款待;我不愿给那座混乱的城邦添麻烦,因为如你所知,我自古以来就将你视为我个人的宿主。
Ἔῤῥωσο.
祝身体健康。
§1313. Ἱπποκράτης Διονυσίῳ χαίρειν.
13. 希波克拉底致狄奥尼修斯:问候。
Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε·
朋友啊,要么在哈利卡纳苏斯等我,要么你自己先到。
κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ’ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις.
因为我无论如何都必须为了德谟克利特前往阿布德拉,在他生病时,城邦召见了我。
Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε·
狄奥尼修斯啊,人们的同情心真是难以言表。
ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι.
他们仿佛拥有同一个灵魂,与那名公民共同患病,以至于在我看来,他们自己也需要治疗。
Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ’ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον.
但我认为这本身甚至不是疾病,而是教养的无度,但在现实中这绝非无度,只是在凡夫俗子看来如此,因为美德的无度绝无可能带来危害。
Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν·
疾病的表象之所以产生于超常之处,是因为评判者的无知;因为每个人都根据自己所缺乏的,来判定别人身上充裕的东西为多余。
ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον.
正如懦夫想必将勇敢视为无度,守钱奴将大度视为无度,每一种缺乏都认为美德的适度是一种过度。
Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα.
总之,怀着此处的预判去见到他本人,并听取他的言论,我们会了解得更清楚。
Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι·
狄奥尼修斯,请你本人也急忙赶来。
βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ’ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι·
因为我希望你在我返回之前留在我的祖国,以便照料我的事务,首先是我们的城邦;因为不知何故,今年凑巧是个健康的年份,保持着原有的气候特征,所以不会有太多疾病滋扰。
πλὴν ὅμως πάριθι.
但尽管如此,请你务必前来。
Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην.
你将住进我的家里,那里极其宽敞方便,因为在我出门在外期间,内子正住在她父母家。
Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῷς γερόντιον.
不过,你还是要留心她的举止,看她是否生活端庄,不要因丈夫不在身边就结交其他男人;因为她本就举止端庄,且有着体面的父母,她的父亲更是一位异乎寻常地刚毅、极其嫉恶如仇的优秀老人。
Ἀλλ’ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει.
然而,女人总是需要有人加以规劝引导,因为她天生具有放任自流的本性,这若不每天加以修剪,就会像树木过度繁茂一样任其荒野化。
Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι’ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ’ εὐνοίης.
而且我认为,在监管妻子方面,朋友比父母更严厉;因为朋友不会像父母那样,内心同居着盲目的偏爱之情,父母的规劝往往会被这种偏爱所遮蔽;在一切事物中,越是不受情感左右的人便越是明智,因为他不会因偏爱而动摇。
Ἔῤῥωσο.
祝身体健康。

词汇与语法注释

  1. §12ὑπισχνεομένου σέο — 这是表示主句动词 ἥσθην(我感到高兴)原因的属格独立结构。属格代词 σέο 作为现在分词 ὑπισχνεομένου 的逻辑主语。
  2. §12διασαφηνέοντος τοῦ ἀνδρὸς — 另一个属格独立结构,用以解释前句中提到“怀着更好的希望”的原因。其主语为 τοῦ ἀνδρὸς(那个人,即德谟克利特),表明他展现出的不是疯狂,而是灵魂非凡的强健。
  3. §13ἀμετρίην παιδείης — 直译为“教养的无度(过度)”。尽管 ἀμετρία 通常带有缺乏节制的否定含义,但随后的从句(οὐκ οὖσάν γε τῷ ὄντι...)阐明了美德的“过度”绝非有害,这是一种看似矛盾实则肯定的修辞用法。
  4. §13εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει — 这是一个混合条件句,条件从句使用过去希求法(ἐπικόπτοιτο),主句使用现在直说发(καθυλομανέει)。它强调了一种普遍的心理与自然规律:女性的天性若不每天加以修剪约束,就会像未修剪的树木一样,立刻任其荒野化。

引用这一段

希波克拉底, 书信、法令与演说集 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。