- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:14-15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ヒポクラテスはダマゲトスにロードス島にある『太陽』号の速やかな派遣を要請しつつ、万物に笑いかけるデモクリトスの不条理な状態に強い懸念を示す。続くフィロポイメンへの手紙では、医神アスクレピオスと女神「真理」および「意見」が登場する神聖な夢を語り、デモクリトスは正常であり、狂気に病んでいるのは彼を誤解するアブデラ市民であるという確信を示す。
14. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν. Οἰδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ’ εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας1 αὐτὴν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ’ ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει· ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ’ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον. Καὶ εἴποιμ’ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ’ ἂν ᾖς, ἀλλ’ ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι· μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔῤῥωσο.
14. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν. ダマゲトスよ、私がロードスでお前のところにいたとき、あの船のことを知っている。それに「太陽」という名が刻まれており、きわめて美しく、船尾も立派で、十分に艤装されており、収容量も大きかった。お前はその船の乗組員が敏速で安全で巧みに奉仕すること、そしてその航海の快速さを褒めていた。この船を私達のもとに送り出してくれ。しかし、もし可能なら、櫂ではなく翼で漕がせるようにして。というのも、友よ、事態は切迫しており、何としてもアブデラへ極めて迅速に航海せねばならないからだ。私は、病んでいる一人のデモクリトスを通じて、病んでいる都市を治療したいのだ。お前もあの男の名声を聞いているだろう。彼の祖国は、彼が狂気に冒されていると非難している。だが私は、いやむしろ彼が本当に狂っているのではなく、彼らにそう思われているだけであることを望み、また祈っている。彼らは、彼が常に笑っており、いかなる事柄に対しても笑うのをやめないと言い、これが彼らにとって狂気の兆候と思われているのだ。それゆえ、ロードスの友人たちに、常に中庸を保ち、多く笑わず、また多く顔をしかめず、これら両者の中庸を獲得するように言いなさい。そうすれば、ある人々にはきわめて愛想よく思われ、他の人々には徳について思索する思索家と思われるだろう。しかしながら、ダマゲトスよ、彼が事あるごとに笑うことには、何か悪い点がある。もし過剰が悪いものであるなら、絶えずそうであることはいっそう悪いことだ。そして私は彼にこう言うかもしれない。「デモクリトスよ、人が病んでいるときも、殺されるときも、死ぬときも、包囲されているときも、あらゆる災いが降りかかるときも、行われる事柄の一つ一つがあなたにとって笑いの材料となっている。世界に喜びと悲しみという二つのものがあるのに、あなたがその一方を放逐してしまったなら、神に背いているのではないか。あなたは幸福だろう、しかし、もしあなたに母親が病んでおらず、父親も、その後の子供たちも、妻も、友人も病んでおらず、あなたのただ一つの笑いによってすべてが幸運に救われているのでなければ、そんなことは不可能だ。しかし、人々が病んでいるのにあなたは笑い、死にゆくのに喜び、何か災いを聞けば喜び楽しむ。デモクリトスよ、あなたはきわめて不実であり、もしそれらを悪ですらないと考えているなら、知恵からは程遠い。デモクリトスよ、それゆえにあなたは憂鬱症にかかっており、あなた自身がアブデラ人になる危険があり、都市の方が賢明なのだ。」しかし、これらのことについては、あちらでより詳しく話そう、ダマゲトスよ。だが船は、私がこの手紙を書き送っているこの時間の間にも遅れている。健やかであれ。
15. Ἱπποκράτης Φιλοποίμενι χαίρειν. Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην. Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτόν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν. Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς,2 ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης· ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ’ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρά Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν; ἡ δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς,3 καὶ· ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ’ αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔῤῥωσο.
15. Ἱπποκράτης Φιλοποίμενι χαίρειν. デモクリトスについて深く考え思い悩んで、まさにその夜、眠りについたところ、夜明けが始まる頃に夢を見た。それゆえ、何一つ危険なことは起きていないと私は強く思っている。私は驚いて目を覚ました。というのも、アスクレピオス御自身を見ており、彼が近くに現れたように思われたからだ。そのとき私たちはすでにアブデラの人々の門の近くにいた。アスクレピオスは、彼の像がいつもそうであるような、見るからに穏やかで優しい姿ではなく、その姿勢は活気に満ち、見るからに恐ろしい姿で現れた。彼の後には、蛇たち、すなわち這うものたちの途方もない群れが従っており、それらもまた長い尾を引いて急いでおり、荒野や深い谷間のように不気味なシューシューという音を立てていた。その後ろでは、お供の者たちが薬の箱をしっかりと縛られた状態で抱えて進んでいた。それから、神は私に手を差し伸べられた。私も喜んでその手を握り、一緒に来て私の治療を助けてほしいと懇願した。すると神は言った、「現在のところ、お前は私をまったく必要としていない。むしろ、今は不死なる者たちと死すべき者たちの共通の神であるこの女神が、お前を案内するだろう。」私が振り返ると、端雅に髪を編み、輝かしい衣をまとった、美しく気高き女性が見えた。彼女の両目の瞳からは、星のまたたきと思われるほどの清らかな光が輝き出ていた。そして神は去って行かれた。その女性は私の手首を優しく、しかし力強く握り、親切に市街へと導いてくれた。私たちの宿が用意されていると思われる家の近くに来ると、彼女は幻影のように消え去り、こう言うかのようであった。「明日、デモクリトスのところであなたを待っています。」彼女が立ち去りかけたとき、私は頼んだ、「高貴なる方よ、あなたはどなたですか、何とお呼びすればよいのですか。」彼女は言った、「真理である」と。「そして、お前が近づいてくるのを見るこの者もそうだ。」すると突然、もう一人の女性が私の前に現れた。彼女も不美人ではなかったが、より大胆な様子で、せかせかとしていた。彼女は「意見」と呼ばれていると言った。そしてアブデラの人々の間に住んでいると。さて、私は起き上がって、この夢を自分なりに解釈した。デモクリトスは医者を必要としていない、なぜなら治療する神御自身が、治療の材料がないとして立ち去られたのだから。むしろ、健康であるという「真理」はデモクリトスのもとに留まり、彼が病んでいるという「意見」が本当にアブデラの人々のもとに住み着いているのだ。フィロポイメンよ、私はこれらが真実であると信じているし、実際に真実である。そして私は夢を否定しない、特にそれが秩序を保っているときは。医術と予言術はきわめて近縁である。なぜなら両方の技術の父は、私たちの祖先でもあるアポロンであり、彼は現在および将来の病気をあらかじめ告げ、病んでいる者や病むであろう者を治療するからである。健やかであれ。
- 14πτεροῖς ἐρετμώσας
比喩的な表現。船の帆を「翼」に見立てており、人間の腕による櫂(κώπαις)ではなく、帆を大きく広げて風の力を得て、最大限に素早く航行して船を派遣することを要請している。
- 15χρῆμά τι ἑρπετῶν ὑπερφυὲς
名詞 χρῆμα(もの、所有物)に属格(ここでは ἑρπετῶν「這うものたち、蛇」)が伴うことで、ある対象の並外れた大きさ、凄まじい量、あるいは驚くべき性質を強調する古典ギリシア語の慣用表現。
- 15αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς
「真理」のセリフの途中で、突然目の前に現れたもう一人の女神「意見(Doxa)」を直接指し示す表現。関係詞節 ἣν... ὁρῇς が「お前が近づいてくるのを見る彼女」として、新たな登場人物である Δόξα の導入を先取りしている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-30)
- 2026-09-30 表記の統一 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
