§4040. Τὰ παρ’ οὖς οἷς ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τουτέων ἀπαλλασσομένων, ὑποστροφὴ γίνεται κατὰ λόγον τῶν ὑποστροφῶν, ὁμοίᾳ περιόδῳ·
40. 关于耳周肿物,若在临界期附近出现而未化脓,当这些肿物消退时,则会按照复发的法则,以相似的周期发生复发。
ἐπὶ τουτέοις ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ἢ οὖρον παχὺ, οἷον τὸ λευκὸν ἐπὶ τοῖς κοπιώδεσι τεταρταίοισι, ῥύεται τῆς ἀποστάσιος·
在这些患者中,可望病灶转移至关节,或者,排出了类似疲劳伴随的四日热中白色的浓稠尿液,则能免于此种转移。
ἐνίοις δὲ τουτέων καὶ αἱμοῤῥαγίαι γίνονται ἐκ τῶν ῥινέων, καὶ πάνυ ταχὺ λύεται·
而其中某些患者也会出现鼻腔出血,并且病症会极其迅速地解除。
καὶ τούτοις πῦα ἀποχωρέουσιν ὑγιάζεται ἡ νοῦσος.
而对他们而言,随着脓液的排出,疾病得以痊愈。
§4141. Τοῖς μελαγχολικοῖς μετὰ φρενιτικῶν ἐχομένοις αἱμοῤῥοΐδες ἐγγενόμεναι ἀγαθόν.
41. 对于患有脑膜炎的忧郁质患者,并发出血痔是件好事。
§4242. Ὅσοι μαίνονται, αὐτόματοι ἢ ἀπαλλασσόμενοι ἐκ τῶν νούσων, τουτέοις τὴν μανίην ὀδύνη ἐς τοὺς πόδας εἰσελθοῦσα ἢ ἐς [τὸ] στῆθος, ἢ βὴξ ἰσχυρὴ γενομένη λύει·
42. 那些不管是自发地、还是在从疾病中恢复时发生精神错乱的人,若其痛楚侵入足部或胸部,或出现剧烈的咳嗽,便能解除精神错乱。
ἐὰν τουτέων μηδὲν γένηται, λυομένης τῆς μανίης, στέρησις τοῦ ὀφθαλμοῦ γίνεται.
如果这些情况都没有发生,则在精神错乱解除时,会导致失明。
§4343. Ὁκόσοι τῇ γλώσσῃ παφλάζουσι τῶν χειλέων μὴ κρατέοντες, ἐὰν ταῦτα παύσηται, ἔμπυοι γίνονται, ἢ ὀδύνη ἰσχυρὴ ἐν τοῖς κάτω χωρίοις λύει, ἢ κυφότης, ἢ αἷμα πολὺ ἐκ τῶν ῥινῶν ῥυὲν, ἢ μανίη.
43. 那些舌头颤动、无法控制嘴唇的人,如果这些症状停止,他们便会体内积脓,或者下腹部的剧烈疼痛,或驼背,或鼻腔大量流血,或精神错乱,能解除此症状。
§4444. Τοῦ μεγάλου νοσήματος ἐν ἔθει γενομένου λύσις, ἰσχίων ὀδύνη, ἢ ὀφθαλμῶν διαστροφὴ, ἢ τύφλωσις, ἢ ὀρχίων οἰδήσεις, ἢ τιτθῶν ἄρσις.
44. 当大病成为常态时,其解除方式为臀部疼痛、或眼睛歪斜、或失明、或睾丸肿胀、或乳房隆起。
§4545. Καῦσον λύει αἵματος ἐκ ῥινῶν ῥύσις.
45. 鼻腔流血能解除黑热病。
§4646. Ἐν καύσῳ ἐὰν ἐπιλάβῃ ῥῖγος, φιλέει ἐξιδροῦν.
46. 在黑热病中,如果并发出恶寒,大抵会出大汗。
§4747. Ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις.
47. 对于黑热病患者,若并发出恶寒,病症就会解除。
§4848. Ὅσοις ἐν τοῖσι καύσοισι τρόμοι ἐγγίνονται, παρακοπὴ λύει.
48. 凡是在黑热病中发生震颤的人,譫妄能解除之。
§4949. Ὅσοις ἂν ἐν τοῖς πυρετοῖς τὰ ὦτα κωφωθῇ, τουτέοισι μὴ λυθέντος τοῦ πυρετοῦ μανῆναι ἀνάγκη· λύει δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα χολώδεα, ἢ δυσεντερίη ἐπιγενομένη, ἢ ὀδύνη ἰσχίων ἢ γονάτων.
49. 凡是在发热中耳朵变聋的人,如果发热未得解除,必然会发狂;但鼻腔流血、或肠道功能紊乱排出胆汁质便、或并发痢疾、或臀部和膝部疼痛,能解除之。
§5050. Ὅσοισι πυρετοῖσι ῥῖγος ἐπιγίνεται, ὁ πυρετὸς λύεται.
50. 在并发出恶寒的热病中,发热得以解除。
§5151. Ὅσοισιν ὀδύναι γίνονται ἐξαπίνης, τὸ ὑποχόνδριον ἐπῆρται ἄνω· καὶ ἐὰν περὶ τὴν νόθον πλευρὴν καὶ περὶ σκέλεα αἱ ὀδύναι γίνωνται, τουτέοισι λύσις φλεβοτομίη καὶ κάθαρσις κάτω·
51. 凡是突然发生疼痛的人,其肋下部向上隆起;如果疼痛发生在假肋周围和双腿,则对他们而言,静脉切开和下部导泻是其解除之道。
οὐ γὰρ λαμβάνει πυρετὸς ἰσχυρὸς ἀδυνατούντων τῶν χωρίων.
因为当这些部位衰弱无力时,强烈的发热是不会发生的。
§5252. Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν ἢ κοιλίην ὑδατώδους ῥυέντος, λύσις.
52. 对于患有水肿的人,如果水分通过静脉流入膀胱或肠道排出,病症就会解除。
§5353. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγίνηται ἰσχυρὴ, λύσις.
53. 如果患有白色粘液的人并发出严重腹泻,病症就会解除。
§5454. Ὑπὸ διαῤῥοίης ἐχομένῳ ἰσχυρῆς ἔμετος ἐπιγενόμενος ἀπὸ τοῦ αὐτομάτου λύσις.
54. 对于患有严重腹泻的人,自发出现的呕吐能解除之。
§5555. Ὅσοι ὑπὸ διαῤῥοίης πουλὺν χρόνον λαμβάνονται ξὺν βηχὶ, οὐκ ἀπαλλάσσονται, ἐὰν μὴ ὀδύναι ἰσχυραὶ ἐν τοῖς ποσὶν ἐμπέσωσιν·
55. 长期伴随咳嗽而患腹泻的人,除非双足发生剧烈疼痛,否则无法摆脱。
ἢ βούλεται διαστροφὴ γίνεσθαι φύσιος, ἐπειδὰν μὴ διάῤῥοια ἴῃ, ἢ κενὴ διαχώρησις πρὸς πᾶσαν λάβῃ· ἐπιγίνονται γὰρ φῦσαι ἔσωθεν οὖσαι·
或者,当腹泻不通,或在各方面发生空虚排便时,体质倾向于发生转变;因为会并发出源自内部的胀气。
δῆλον τοίνυν οὐκ ἔχουσιν οὐδὲν ὑγρὸν, ὥστε προσφέρειν, εἰ δεῖ, σῖτα ἀσφαλῶς τῷ οὕτως ἔχοντι.
因此,显然他们体内没有湿气,所以如果有必要,可以安全地向处于此状态的人提供食物。
§5656. Εἰλεοῦ ἐπιγενομένου, οἶνον ψυχρὸν δίδου πίνειν πουλὺν ἄκρατον κατ’ ὀλίγον, ἕως ὕπνος, ἢ σκελέων ὀδύνη γίνηται· λύει δὲ καὶ πυρετὸς ἢ δυσεντερίη.
56. 若并发肠梗阻,应给予大量冰冷的纯酒,一次少许地饮用,直到出现睡眠或双腿疼痛为止;而发热或痢疾也能解除之。
§5757. Κεφαλὴν περιωδυνοῦντι καὶ νοσέοντι, πύου ῥέοντος ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὰς ῥῖνας, λύεται τὸ νόσημα.
57. 对于头痛剧烈且患病的患者,如果有脓液自耳部或鼻部流出,则疾病得以解除。
§5858. Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαπίνης ὀδύναι ἐγγίνονται ἐν ταῖς κεφαλαῖς, καὶ παραχρῆμα ἄφωνοι γίνονται, καὶ ῥέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέραις, ἐὰν μὴ πυρετὸς ἐπιλάβῃ.
58. 那些健康的人,如果头部突然发生剧烈疼痛,并立即失语且打鼾,除非发生发热,否则会在七天内死亡。
§5959. Κεφαλὴν περιωδυνέοντι σικύην πρόσβαλε, ὅ τι ἂν τῶν ἄνω χωρίων πονήσῃ· λύει ὀδύνη ἐς ἰσχία καὶ γούνατα καὶ ἆσθμα, ὅ τι ἂν τουτέων γίνηται.
59. 对于头痛剧烈的人,应在头部不适的任何部位施加拔罐;而如果臀部和膝部的疼痛、以及呼吸困难之中有任何一种发生,便能解除之。
§6060. Ὀφθαλμιῶντι ὑπὸ διαῤῥοίης ἁλῶναι ἀγαθόν.
60. 对于患有眼炎的人,并发出腹泻是件好事。
§6161. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.
61. 对于患有痉挛或破伤风的人,并发出发热能解除疾病。
§6262. Ὑπὸ πυρετοῦ ἐχομένῳ σπασμὸς ἢν λάβῃ, παύεται ὁ πυρετὸς αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.
62. 对于发热患者,如果发生痉挛,发热会在当天、或第二天、或第三天停止。
§6363. Ὁπόταν ξυντεταμένος τὰς χεῖρας καὶ τοὺς πόδας [ᾖ], μανίην ἐμποιέει.
63. 每当双手和双足发生强直时,就会引起精神错乱。
§6464. Ἢν αἱ φλέβες σφύζωσιν αἱ ἐν ταῖς χερσὶ καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ μαλακὰ, ἀλλὰ ἐπηρμένα ᾖ, χρονίη ἡ νοῦσος· ἄνευ σπασμοῦ [οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ ἰσχία].
64. 如果手部的静脉搏动,面色红润有神,且肋下部不松软而是隆起,则病程长引;若没有痉挛、或鼻腔大量出血、或臀部疼痛,则不能解除。