§1111. Ἴκτερος δὲ ἢν ἑβδομαίῳ ἐπιγένηται, ἢ ὕστερον ἐν καύσῳ καὶ δυσχέρεια, σιάλου πολλοῦ ἀποχώρησις·
11. 如果在黑热病中第七天或更晚出现黄疸,且伴有不适,则会出现大量唾液的排出。
ἔν τε τοῖς καυσώδεσι πυρετοῖς καὶ τοῖς ἄλλοις, ἢν, μηδενὸς τουτέων τῶν σημείων γενομένου, ἀφίῃ ὁ πυρετὸς, ἀνάγκη τοιάσδε κρίσιας ἀντὶ τουτέων γενέσθαι, ἢ φυμάτων μεγάλων ἀπόστασιν, ἢ ὀδύνας ἰσχυρὰς ἀπὸ τῆς ἀποστάσιος, ἢ τηκεδόνας τῶν ὑγρῶν ἐκ τοῦ θερμοῦ.
在黑热病及其他发热中,如果在没有发生任何这些征象的情况下退热,则必然会产生以下种类的危象来代替它们:或是大肿瘤的转移,或是因转移引起的剧烈疼痛,或是因热邪导致体液的消耗。
Κρίσιες δὲ καὶ ἀφέσιες τῶν καῦσον σημαινόντων, μακροτέρα ἡ νοῦσος·
在表现出黑热病征象的危象和缓解中,病程较长。
τῶν δὲ ἰσχυρῶν, θάνατος ὡς ἐπὶ τὸ πουλύ·
在伴有剧烈征象的情况中,大抵导致死亡。
οἱ δὲ λοιποὶ ἀσφαλέες παύονται καῦσοι ἑβδομαῖοι ἢ τεσσαρεσκαιδεκαταῖοι.
其余安全的黑热病则在第七天或第十四天结束。
Φιλέει δὲ καὶ ἐς λιπυρίην περιίστασθαι, καὶ λαμβάνει μάλιστα τεσσαράκοντα ἡμέρας καὶ ἐξηπιαλοῦται·
它也倾向于转化为内热外冷热(lipyria),持续约四十天并变为微热。
καὶ ἡ λιπυρίη τῆς αὐτῆς ἡμέρης λαμβάνει τε καὶ μεθίησι· γίνεται δὲ καὶ τῆς κεφαλῆς ὀδύνη·
且该内热外冷热在同一天袭来并退去;头痛也会发生。
ἐὰν δὲ μὴ μεθίῃ αὐτὸν ἡ λιπυρίη ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἀλλ’ ἀχθῇ καὶ ὀδύνη ἔχῃ τὴν κεφαλὴν, καὶ φλυηρέῃ, ἐπικάθηρον αὐτόν.
如果内热外冷热在四十天内不放过他,反使他痛苦、头痛并说胡话,则应用下药净化他。
Λήγοντος δὲ καύσου, ἂν ἐπιγένηται ἴκτερος, οὐ φιλέει ἔτι ἱδροῦν, οὐδ’ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλ’ ὑγιὴς γίνεται.
当黑热病消退时,如果并发出黄疸,则不再倾向于出汗,也不会以任何其他方式发生转移,但患者会康复。
§1212. Τριταῖος κρίνεται ἐν ἑπτὰ περιόδοισιν ὡς ἐπὶ τὸ πουλύ.
12. 三日热大抵在七个周期内得到解决。
§1313. Ὁκόσοις ἐν ἀφορήτοις πυρετοῖς τῇ ἑβδόμῃ, ἢ τῇ ἐνάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι γίνονται, ἀγαθὸν, ἐὰν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν γένηται· εἰ δὲ μὴ, ἐνδοιαστόν.
13. 在难以忍受的热病中,若在第七天、第九天或第十四天出现黄疸,只要右侧肋下部不变硬,则是好兆头;否则,就是不确定的。
§1414. Τὰ ὀξεὰ νοσήματα κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν ὡς ἐπὶ τὸ πουλύ.
14. 急性疾病大抵在十四天内得到解决。
§1515. Ἱδρῶτες πυρεταίνουσιν ἢν γίνωνται τριταίοις καὶ πεμπταίοις καὶ ἑβδομαίοις καὶ ἐναταίοις καὶ ἑνδεκαταίοις καὶ τεσσαρεσκαιδεκαταίοις καὶ μίῃ καὶ εἰκοσταίοις καὶ τριηκοσταίοις, οὗτοι οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ δὲ μὴ οὕτως γινόμενοι πόνους σημαίνουσιν.
15. 在发热的患者中,若在第三、第五、第七、第九、第十一、第十四、第二十一和第三十天出汗,这些出汗能解决疾病;但若不以这种方式出汗,则预示着痛苦。
§1616. Αἱ πεπάνσιες τῶν οὔρων κατὰ μικρὸν ἐκπεπαινόμεναι, ἐν τῇσι κρισίμοις ἐὰν πεπανθῶσι, λύουσι τὴν νοῦσον.
16. 尿液的成熟渐进发生,若在临界日达到完全成熟,则能解去疾病。
Παράδειγμα δεῖ τῶν οὔρων τὰ ἕλκεα ποιέεσθαι· τά τε γὰρ ἕλκεα, ἢν μὲν ἀνακαθαίρηται πύῳ λευκῷ, ταχείην θεραπείην δηλοῖ· ἐὰν δὲ μεταβάλλῃ ἐς τοὺς ἰχῶρας, κακοήθη γίνεται·
应当以溃疡作为尿液的类比;因为如果溃疡被白脓净化,预示着快速愈合,但若转变为浆液,则变得恶性。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ οὖρα σημαίνει.
尿液也以同样的方式提示征象。
Ἐὰν ἐκ πόνου λεπτὰ γένηται, ἀπὸ τῆς προφάσιος δεῖ λογίζεσθαι, ᾖ τὸ νόσημα παρεγένετο, καὶ ταύτην ὁρᾷν ἐπεὶ παύεται· ὡς ταύτης ὑπολειπομένης, τῶν ἄλλων σημείων ἐπιγινομένων οἵων δεῖ, οὐκ εἶναι ἀπαλλαγὴν τῇ νούσῳ οἰητέον.
如果尿液因疼痛而变稀,必须从导致疾病发生的初因来推算,并观察该病因何时结束;因为只要这一病因残留,即使其他征象按要求出现,也不应认为疾病会得到解脱。
Ἐὰν ἀλγέῃ ἡ κεφαλὴ, καὶ ἀπὸ τουτέου πυρετὸς ἐπιγένηται, [καὶ] τουτέου μὴ καταπαύσηται, μηδὲ τῆς ὀδύνης παυομένης, οὐ κρίσιμος ὁ πυρετός.
如果头痛并由此并发发热,且发热不退,疼痛也不止,则该发热不是危象性的。
Κρίσεως μακρῆς ἔτι ἐπὶ τὸ ἄμεινον, πλεῖστα ταὐτ’ ἐστὶ καὶ ἐπὶ τουτέων ἅπερ ἐς ὑγίην ἰόντα.
至于向好方向发展的长期危象,在这些情况中的大部分征象也与走向康复的人相同。
§1717. Ἐν τοῖσιν ὑποχονδρίοισιν οἰδήματα μαλθακὰ καὶ ἀνώδυνα καὶ ὑπείκοντα ἐπεὶ θιγγάνῃς αὐτέου, χρονιωτέρας μὲν τὰς κρίσιας ποιέει, ἧσσον δὲ φοβερὰς τῶν ἐναντίων τουτέοις φυμάτων·
17. 肋下部若有柔软、无痛且触之有退让感的肿胀,会使危象更为延长,但不如与其相反性质的肿瘤那样令人畏惧。
ὡσαύτως δὲ ἔχει καὶ περὶ τῶν ἐν τῇ ἄλλῃ κοιλίῃ φυμάτων.
对于腹部其他部位的肿瘤也是如此。
§1818. Οὔρων δὲ ἢν τὸ μὲν οὐρηθὲν καθαρὸν ᾗ, τὸ δ’ ὑπόστημα λευκόν τε καὶ λεῖον ἔχῃ, χρονιωτέρη ἡ κρίσις, ἢ καὶ ἧσσον ἀσφαλὲς τοῦ βελτίστου οὔρου· ἢν δέ ποτε ὑπέρυθρον [τὸ] οὖρον καὶ τὸ ὑπόστημα ὑπέρυθρον καὶ λεῖον, πουλυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σωτήριον δὲ κάρτα.
18. 关于尿液,如果排出的尿澄清,但带有白色且光滑的沉淀物,则危象更为长引,且不如最优秀的尿液那样安全;但若尿液微红,且沉淀物也微红而光滑,这虽然比前者更长引,但极有利于救治。
§1919. Ὁκόσα δὲ ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἐν τεσσαράκονθ’ ἡμέραις ἀφλέγμαντα καθίστανται.
19. 凡是发生的痛风性疾病,在四十天内消炎平息。
§2020. Ἅπερ ἐς θάνατον ἐν ἡμέρῃ καὶ νυκτὶ κρίνεται, ἅπερ ἀσθενεώσεως σημεῖα, οἷον φαρμακοποσίης, κοιλίης ἐκταράξεως καὶ ἄνω καὶ κάτω, ἄσης, καὶ τῶν ἄλλων τῶν τοιουτέων·
20. 凡是在一日一夜内决定死期的危象,都伴有衰竭的征象,例如服药、胃肠向上及向下的剧烈紊乱、恶心以及其他类似症状。
ἢν μὲν οὖν ἀπαλλάσσηται τούτων τὰ σημεῖα ἐν ἡμέρῃ καὶ νυκτί· εἰ δὲ μὴ, θανατώδη νομίζειν εἶναι.
因此,如果在一昼夜内能摆脱这些征象则佳;否则,必须认为它们是致命的。
§2121. Τῶν ἱδρώτων κάκιστοί εἰσιν οἱ ψυχροί τε καὶ περὶ τὸν αὐχένα γενόμενοι· οὗτοι γὰρ θανάτους καὶ μῆκος νούσων προσημαίνουσιν.
21. 在排汗中,最坏的是那些冰冷且发生在颈部周围的汗;因为这些预示着死亡和病程的延长。
§2222. Τὰ ποικίλα ὑποχωρήματα χρονιώτερα μὲν τῶν μελάνων καὶ τῶν ἄλλων θανασίμων ὑποχωρημάτων, οὐδὲν δὲ ἧσσον ὀλέθρια·
22. 多样杂色的排泄物虽比黑色及其他致命的排泄物更长引,但同样具有毁灭性。
ἔστι δὲ τοιάδε, ξυσματώδεα, χολώδεα, αἱματώδεα, πρασοειδέα, μέλανα, καὶ τοτὲ μὲν ὁμοῦ πάντα διαχωρέει, τοτὲ δὲ κατὰ μέρος ἕκαστον.
它们是:屑状的、胆汁质的、血性的、韭绿色的、黑色的,有时它们全都一同排出,有时则各自分别排出。