Humanitext Reader

希波克拉底 · 论体面 §5-10

医者的哲学素养、诊疗仪态与药具准备

第 2 段,共 3 段 · 希腊语

内容简介

本章论述了医生具备哲学智慧的重要性,规定了诊疗时的得体举止,并详细列出了日常及出行时需预先备妥的医疗器具、处方药饮及各种软膏敷药。

§55. Διὸ δεῖ ἀναλαμβάνοντα τουτέων τῶν προειρημένων ἕκαστα, μετάγειν τὴν σοφίην ἐς τὴν ἰητρικὴν καὶ τὴν ἰητρικὴν ἐς τὴν σοφίην.
5. 因此,必须吸取前述的每一件事,将智慧引入医学,将医学引入智慧。
Ἰητρὸς γὰρ φιλόσοφος ἰσόθεος·
因为热爱智慧的医生等同于神明。
οὐ πολλὴ γὰρ διαφορὴ ἐπὶ τὰ ἕτερα· καὶ γὰρ ἔνι τὰ πρὸς σοφίην ἐν ἰητρικῇ πάντα, ἀφιλαργυρίη, ἐντροπὴ, ἐρυθρίησις, καταστολὴ, δόξα, κρίσις, ἡσυχίη, ἀπάντησις, καθαριότης, γνωμολογίη, εἴδησις τῶν πρὸς βίου χρηστῶν καὶ ἀναγκαίων, ἀκαθαρσίης ἀπεμπόλησις, ἀδεισιδαιμονίη, ὑπεροχὴ θεία.
因为确实,两方面并没有太大的区别;因为凡是与智慧相关的事物都存在于医学中:不贪财、谦逊、羞耻心、自制、名声、判断力、静默、妥当应对、清洁、说格言、对生活中实用且必需之物的知识、排除不洁、不迷信、神圣的卓越。
Ἔχουσι γὰρ ἃ ἔχουσι πρὸς ἀκολασίην, πρὸς βαναυσίην, πρὸς ἀπληστίην, πρὸς ἐπιθυμίην, πρὸς ἀφαίρεσιν, πρὸς ἀναιδείην.
因为他们拥有对抗放纵、粗俗、贪婪、欲望、掠夺和无耻的手段。
Αὕτη γὰρ ἡ γνῶσις τῶν προσιόντων καὶ χρῆσις τῶν πρὸς φιλίην, καὶ ὡς καὶ ὁκοίως τὰ πρὸς τέκνα, πρὸς χρήματα.
因为这就是对接近者(患者)的了解,对友谊之事的运用,以及对孩子和金钱应该以何种方式、何种态度对待。
Ταύτῃ μὲν οὖν ἐπικοινωνὸς σοφίη τις, ὅτι καὶ ταῦτα τὰ πλεῖστα ὁ ἰητρὸς ἔχει.
因此,在这种方式下,某种智慧是共有的,因为医生也拥有这些事物的大部分。
§66. Καὶ γὰρ μάλιστα ἡ περὶ θεῶν εἴδησις ἐν νόῳ αὐτὴ ἐμπλέκεται· ἐν γὰρ τοῖσιν ἄλλοισι πάθεσι καὶ ἐν συμπτώμασιν εὑρίσκεται τὰ πολλὰ πρὸς θεῶν ἐντίμως κειμένη ἡ ἰητρική.
6. 事实上,关于神明的知识尤其交织在心灵本身之中;因为在其他病痛和并发症中,医学在很大程度上被发现是神明尊重地确立起来的。
Οἱ δὲ ἰητροὶ θεοῖσι παρακεχωρήκασιν· οὐ γὰρ ἔνι περιττὸν ἐν αὐτέῃ τὸ δυναστεῦον.
而医生们也向神明让步;因为医学中起支配作用的力量绝非多余。
Καὶ γὰρ οὗτοι πολλὰ μὲν μεταχειρέονται, πολλὰ δὲ καὶ κεκράτηται αὐτέοισι δι’ ἑωυτέων.
确实,他们处理许多事情,而许多事情也通过他们自身而被克服。
Ἃ δὲ καταπλεονεκτεῖ νῦν ἡ ἰητρικὴ, ἐντεῦθεν παρέξει.
至于医学现在所超越的地方,医学将从那里提供。
Ἔστι γὰρ ὁδός τις ἐν σοφίῃ ὧδε καὶ αὐτέοισιν ἐκείνοισιν· οὕτω δ’ οὐκ οἴονται, ὁμολογέουσι δὲ τὰ περὶ σώματα παραγενόμενα, ἃ δὴ διὰ πάσης αὐτῆς πεπόρευται, μετασχηματιζόμενα ἢ μεταποιούμενα, ἃ δὲ μετὰ χειρουργίης ἰώμενα, ἃ δὲ βοηθούμενα, θεραπευόμενα ἢ διαιτώμενα.
因为在智慧中,即使对那些人自己来说也确实有这样的一条道路;但他们不这么认为,不过他们承认发生在身体上的事情,这些事情确实贯穿了整个医学,被转化或重塑,有些通过外科手术治愈,有些得到辅助、治疗或通过食疗养生。
Τὸ δὲ κεφαλαιωδέστατον ἔστω ἐς τὴν τουτέων εἴδησιν.
让最核心的事情作为对这些知识的了解吧。
§77. Ὄντων οὖν τοιουτέων τῶν προειρημένων ἁπάντων, χρὴ τὸν ἰητρὸν ἔχειν τινὰ εὐτραπελίην παρακειμένην· τὸ γὰρ αὐστηρὸν δυσπρόσιτον καὶ τοῖσιν ὑγιαίνουσι καὶ τοῖσι νοσέουσιν.
7. 既然前述的这一切都是如此,医生必须随身保持某种和蔼;因为严肃古板不论对健康人还是病人都是难以接近的。
Τηρεῖν δὲ χρὴ ἑωυτὸν ὅτι μάλιστα, μὴ πολλὰ φαίνοντα τῶν τοῦ σώματος μερέων, μηδὲ πολλὰ λεσχηνευόμενον τοῖσιν ἰδιώτῃσιν, ἀλλὰ τἀναγκαῖα· νομίζειν γὰρ τωὐτὸ βίῃ εἶναι ἐς πρόκλησιν θεραπηΐης.
医生必须尽可能约束自己,不要过多地裸露身体部位,也不要与外行人闲聊过多,而只说必要的话;因为应该认为,这样做等同于在要求治疗时使用强力。
Ποιέειν δὲ κάρτα μηδὲν περιέργως αὐτέων, μηδὲ μετὰ φαντασίης· ἐσκέφθω δὲ ταῦτα πάντα, ὅκως ᾖ σοι προκατηρτισμένα ἐς τὴν εὐπορίην, ὡς δέοι· εἰ δὲ μὴ, ἐπὶ τοῦ χρέους ἀπορίη ἀηδής.
在做这些事时绝不能过度,也不要带有炫耀;但这一切都必须经过深思熟虑,以便根据需要预先为你做好准备,以便应对自如;否则,在需要时就会出现令人不快的束缚和无措。
§88. Μελετᾷν δὲ χρὴ ἐν ἰητρικῇ ταῦτα μετὰ πάσης καταστολῆς, περὶ ψηλαφίης, καὶ ἐγχρίσιος, καὶ ἐγκαταντλήσιος, πρὸς τὴν εὐρυθμίην τῶν χειρέων, περὶ τιλμάτων, περὶ σπληνῶν, περὶ ἐπιδέσμων, περὶ τῶν ἐκ καταστάσιος, περὶ φαρμάκων, ἐς τραύματα καὶ ὀφθαλμικὰ, καὶ τουτέων τὰ πρὸς τὰ γένεα, ἵν’ ᾖ σοι προκατηρτισμένα ὄργανά τε καὶ μηχαναὶ καὶ σίδηρος καὶ τὰ ἑξῆς· ἡ γὰρ ἐν τουτέοισιν ἀπορίη ἀμηχανίη καὶ βλάβη ἐστίν.
8. 医生必须以极大的沉着在医学中练习这些:关于触诊、涂药和灌注,以达到双手的协调灵活;关于敷料、压迫绷带、绷带、骨折复位后的处理,以及治疗伤口和眼疾的药物,并按其种类进行练习,以便为你预先备好仪器、器械、铁质工具等;因为在这些事情上缺乏准备就是束缚和危害。
Ἔστω δέ σοι ἑτέρη παρέξοδος ἡ λιτοτέρη πρὸς τὰς ἀποδημίας ἡ διὰ χειρέων· ἡ δ’ εὐχερεστάτη διὰ μεθόδων· οὐ γὰρ οἷόν τε διέρχεσθαι πάντα τὸν ἰητρόν.
对于出行,还要准备另一个更简易的、便于手提的药包;而最简便的是通过系统的方法;因为医生不可能随身携带所有东西。
§99. Ἔστω δέ σοι εὐμνημόνευτα φάρμακά τε καὶ δυνάμιες ἁπλαϊ καὶ ἀναγεγραμμέναι, εἴπερ ἄρα ἐστὶν ἐν νόῳ καὶ τὰ περὶ νούσων ἰήσιος, καὶ οἱ τουτέων τρόποι, καὶ ὁσαχῶς καὶ ὃν τρόπον περὶ ἑκάστων ἔχουσιν· αὕτη γὰρ ἡ ἀρχὴ ἐν ἰητρικῇ καὶ μέσα καὶ τέλος.
9. 药剂及其效能,无论是单方的还是处方配制的,都必须易于记忆,如果你的脑海中确实装有关于疾病治疗的事情、其方法以及关于每种情况有多少种以及以何种方式存在;因为这是医学的开端、中间和终结。
§1010. Προκατασκευάσθω δέ σοι καὶ μαλαγμάτων γένεα πρὸς τὰς ἑκάστων χρήσιας, ποτήματα τέμνειν δυνάμενα ἐξ ἀναγραφῆς ἐσκευασμένα πρὸς τὰ γένεα.
10. 还必须为你预先准备好各种软化敷药以适应各自的用途,以及根据处方调制并能根据其种类进行消解的药饮。
Προητοιμάσθω δὲ καὶ τὰ πρὸς φαρμακίην [ἐς τὰς καθάρσιας], εἰλημμένα ἀπὸ τόπων τῶν καθηκόντων, ἐσκευασμένα εἰς ὃν δεῖ τρόπον, πρὸς τὰ γένεα καὶ τὰ μεγέθεα ἐς παλαίωσιν μεμελετημένα, τὰ δὲ πρόσφατα ὑπὸ τὸν καιρὸν, καὶ τἄλλα κατὰ λόγον.
还必须预先备好用于导泻的药物,它们采集自合适的地方,以必要的方式调制,根据其种类和数量考虑到陈化(保存)的要求,而另一些则在需要时新鲜使用,其余的依此类推。

词汇与语法注释

  1. §5ἀναλαμβάνοντα — 宾格分词 `ἀναλαμβάνοντα` 与无人称动词 `δεῖ` 的未表达宾格主语(泛指“医生”或“人”)相一致。
  2. §5ἔχουσι γὰρ ἃ ἔχουσι — 短语 `ἔχουσι γὰρ ἃ ἔχουσι`(因为他们拥有他们所拥有的)是一种同义反复的惯用语,强调修习医学与智慧者已经充分具备了对抗这些恶德的适当手段或自制力。
  3. §7νομίζειν γὰρ τωὐτὸ βίῃ εἶναι ἐς πρόκλησιν θεραπηΐης — 起命令作用的不定式 `νομίζειν` 指向省略的宾格主语 `τινά` 或 `τὸν ἰητρόν`。短语 `τωὐτὸ βίῃ εἶναι`(与强力等同)意味着过度的身体暴露或闲聊在要求治疗时会被视作无礼地施加了强迫。
  4. §8τῶν ἐκ καταστάσιος — 名词 `κατάστασις` 是一个医学术语,指骨折或脱臼的“复位”或“固定”;带有 `ἐκ` 的短语指示了从复位或固定处置中所产生的后续治疗或状态。

引用这一段

希波克拉底, 论体面 §5-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg050.humanitext-grc1:5-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。