§1111. Ἐπὴν δὲ ἐσίῃς πρὸς τὸν νοσέοντα, τουτέων σοι ἀπηρτισμένων, ἵνα μὴ ἀπορῇς, εὐθέτως ἔχων ἕκαστα πρὸς τὸ ποιησόμενον, ἴσθι γινώσκων, ὃ χρὴ ποιέειν πρὶν ἐσελθεῖν· πολλὰ γὰρ οὐδὲ συλλογισμοῦ, ἀλλὰ βοηθείης δεῖται τῶν πραγμάτων.
11. 当你前去探视病人时,这些东西都已为你准备就绪,以免你临场不知所措。 使每件物品都妥善放置以备使用,在你进入病房前,务必清楚知晓该做什么;因为许多事情甚至不需要推论,而是需要对事态的直接帮助。
Προδιαστέλλεσθαι οὖν χρὴ τὸ ἐκβησόμενον ἐκ τῆς ἐμπειρίης· ἔνδοξον γὰρ καὶ εὐμαθές.
因此,必须根据经验预先判断将要发生的结果;因为这样做能赢得名望且易于掌握。
§1212. Ἐν δὲ τῇ εἰσόδῳ μεμνῆσθαι καὶ καθέδρης, καὶ καταστολῆς, περιστολῆς, ἀνακυριώσιος, βραχυλογίης, προσεδρίης, ἐπιμελείης, ἀντιλέξιος πρὸς τὰ ἀπαντώμενα, πρὸς τοὺς ὄχλους τοὺς ἐπιγινομένους εὐσταθείης τῆς ἐν ἑωυτῷ, πρὸς τοὺς θορύβους ἐπιπλήξιος, πρὸς τὰς ὑπουργίας ἑτοιμασίης.
12. 在进入时,应当记住坐姿、仪表、着装、威严、言语简练、侍立、照料、对所遇情况的应对、面对聚集而来的群众时内心的沉着、对骚乱的斥责,以及对协助的准备。
Ἐπὶ τουτέοισι μέμνησο παρασκευῆς τῆς πρώτης· εἰ δὲ μὴ, τὰ κατ’ ἄλλα ἀδιάπτωτον, ἐξ ὧν παραγγέλλεται εἰς ἑτοιμασίην.
除这些之外,记住最初的装备准备;否则,在其他方面应当保持无误,这些方面是为准备就绪而给予指示的基础。
§1313. Ἐσόδῳ χρέο πυκνῶς, ἐπισκέπτεο ἐπιμελέστερον, τοῖσιν ἀπατεωμένοισιν ἐπὶ τὰς μεταβολὰς ἀπαντῶν·
13. 应当频繁探视,更仔细地检查,以应对那些被病情变化所迷惑的人;因为这样你更容易了解病情,同时你自己也会更加应对自如。
ῥᾷον γὰρ εἴσῃ, ἅμα δὲ καὶ εὐμαρέστερος ἔσῃ· ἄστατα γὰρ τὰ ἐν ὑγροῖσι· διὸ καὶ εὐμεταποίητα ὑπὸ φύσιος καὶ ὑπὸ τύχης·
因为体液中的状态是不稳定的,因此它们极易受到自然和偶然的影响而改变。
ἀβλεπτηθέντα γὰρ τὰ κατὰ τὸν καιρὸν τῆς ὑπουργίης ἔφθασαν ὁρμήσαντα καὶ ἀνελόντα· οὐ γὰρ ἦν τὸ ἐπικουρῆσον.
事实上,在协助的时刻被忽视的事情会迅速爆发并夺去生命,因为当时没有辅助的手段。
Πολλὰ γὰρ ἅμα τὰ προσιόντα τι χαλεπόν· τὸ γὰρ καθ’ ἓν κατ’ ἐπακολούθησιν εὐθετώτερον καὶ ἐμπειρότερον.
许多事情同时发生是困难的;而顺着顺序一件一件地处理则更为妥当,也更显经验丰富。
§1414. Ἐπιτηρεῖν δὲ δεῖ καὶ τὰς ἁμαρτίας τῶν καμνόντων, δι’ ὧν πολλοὶ πολλάκις διεψεύσαντο ἐν τοῖσι προσάρμασι τῶν προσφερομένων·
14. 此外,还必须注意患者的过错,他们经常因此在服用所给之物时撒谎。
ἐπεὶ τὰ μισητὰ ποτήματα οὐ λαμβάνοντες, ἢ φαρμακευόμενοι ἢ θεραπευόμενοι, ἀνῃρέθησαν· καὶ αὐτῶν μὲν οὐχ ὡς ὁμολογίην τρέπεται τὸ ποιηθὲν, τῷ δὲ ἰητρῷ τὴν αἰτίην προσῆψαν.
因为他们不服用那些令人厌恶的药饮,或者在进行药物洗涤或治疗时死去;而在他们那一边,所发生的事并不会转化为对过错的承认,反而将责任归咎于医生。
§1515. Ἐσκέφθαι δὲ χρὴ καὶ τὰ περὶ ἀνακλίσεων, ἃ μὲν αὐτέων πρὸς τὴν ὥρην, ἃ δὲ καὶ πρὸς τὰ γένεα· οἱ μὲν γὰρ αὐτέων ἐς ὑψηλοὺς, οἱ δὲ ἐς μὴ ὑψηλοὺς, οἱ δὲ ἐς καταγείους καὶ σκοτεινοὺς τόπους·
15. 此外,还必须考虑关于卧床的事宜,其中一些根据季节,另一些根据疾病的种类;因为他们中的一些人应安置在高处,一些人在不高的地方,另一些人在地下或黑暗的地方。
τά τε ἀπὸ ψόφων καὶ ὀσμῶν, μάλιστα δ’ ἀπὸ οἴνου, χειροτέρη γὰρ αὕτη, φυγεῖν δὲ καὶ μετατιθέναι.
还必须避免并搬离那些由噪音和气味——尤其是酒味(因为这更糟糕)——带来的干扰。
§1616. Πρήσσειν δ’ ἅπαντα ταῦτα ἡσύχως, εὐσταλέως, μεθ’ ὑπουργίης τὰ πολλὰ τὸν νοσέοντα ὑποκρυπτόμενον·
16. 应当静静地、端庄地进行这一切,在协助时向病人隐瞒大部分情况。
ἃ δὲ χρὴ, παρακελεύοντα ἱλαρῶς καὶ εὐδιεινῶς, σφέτερα δὲ ἀποτρεπόμενον, ἅμα μὲν ἐπιπλήσσειν μετὰ πικρίης καὶ ἐντάσεων, ἅμα δὲ παραμυθέεσθαι μετ’ ἐπιστροφῆς καὶ ὑποδέξιος, μηδὲν ὑποδεικνύντα τῶν ἐσομένων ἢ ἐνεστώτων αὐτέοισι·
在必要的事情上,以愉快和使人安心的态度予以鼓励,转移他们的注意力,同时既要以严厉和紧张的态度予以申斥,又要以关注和接纳予以安慰,绝不要向他们透露任何将要发生或目前存在的事情。
πολλοὶ γὰρ δι’ αἰτίην ταύτην ἐφ’ ἑκάτερα ἀπεώσθησαν, διὰ τὴν πρόῤῥησιν τὴν προειρημένην τῶν ἐνεστώτων ἢ ἐπεσομένων.
因为许多人正是由于这个原因,因为上述对现状或未来的预言,而被推向了两个极端。
§1717. Τῶν δὲ μανθανόντων ἔστω τὶς ὁ ἐφεστὼς, ὅκως τοῖσι παραγγέλμασιν οὐκ ἀκαίρως χρήσεται, ποιήσει δὲ ὑπουργίην τὸ προσταχθέν·
17. 应该让你的学生中有一人负责,使他不会不合时宜地使用指示,而是切实执行所吩咐的协助工作。
ἐκλέγεσθαι δὲ αὐτέων ἤδη τοὺς ἐς τὰ τῆς τέχνης εἰλημμένους, προσδοῦναί τι τῶν ἐς τὸ χρέος, ἢ ἀσφαλέως προσενεγκεῖν·
在他们之中,挑选那些已经入门该技艺的人,以便对所需之事提供进一步的帮助,或者安全地进行处置。
ὅκως τε ἐν διαστήμασι μηδὲν λανθάνῃ σε·
这样在间隔期间,就不会有任何事情瞒过你。
ἐπιτροπὴν δὲ τοῖσιν ἰδιώτῃσι μηδέποτε διδοὺς περὶ μηδενός· εἰ δὲ μὴ, τὸ κακῶς πρηχθὲν εἰς σὲ χωρῆσαι τὸν ψόγον ἐᾷ·
绝不要把任何事情托付给外行人;否则,你就是任由对处理不当之事的指责落到你自己身上。
μήποτ’ ἀμφιβόλως ἔχῃ, ἐξ ὧν τὸ μεθοδευθὲν χωρήσει, καὶ οὐ σοὶ τὸν. ψόγον περιάψει, καὶ τευχθὲν δὲ πρὸς τὸ κλέος ἔσται·
使他绝不要对治疗案的走向产生怀疑,这样他就不会把指责加于你,而一旦成功,也将带来你的声誉。
πρόλεγε οὖν ταῦτα πάντα ἐπὶ τῶν ποιευμένων, οἷς καὶ τὸ ἐπεγνῶσθαι πρόκειται.
因此,对于那些正在操作、且以获得认可为目标的人,要预先说明这一切。
§1818. Τοιουτέων οὖν ἐόντων τῶν πρὸς εὐδοξίην καὶ εὐσχημοσύνην τῶν ἐν τῇ σοφίῃ καὶ ἰητρικῇ καὶ ἐν τῇσιν ἄλλῃσι τέχνῃσι, χρὴ τὸν ἰητρὸν διειληφότα τὰ μέρεα περὶ ὧν εἰρήκαμεν, περιεννύμενον πάντοτε τὴν ἑτέρην διατηρέοντα φυλάσσειν, καὶ παραδιδόντα ποιέεσθαι·
18. 既然在智慧、医学以及其他技艺中,带来名望和端庄的事物是如此,医生在理解了我们所说过的这些部分后,应当始终将另一方始终披戴在身,通过不断保持来加以守护,并在传授中付诸实践。
εὐκλεᾶ γὰρ ἐόντα πᾶσιν ἀνθρώποισι διαφυλάσσεται·
因为这些事物对所有人来说都是光荣的,因而得以保存。
οἵ τε δι’ αὐτέων ὁδεύσαντες δοξασταὶ πρὸς γονέων καὶ τέκνων·
而那些通过这些途径走过来的人,也受到父母和子女的尊崇。
κἤν τινες αὐτέων μὴ πολλὰ γινώσκωσιν, ὑπ’ αὐτέων τῶν πρηγμάτων ἐς σύνεσιν καθίστανται.
即使他们中的一些人知道得并不多,他们也会被事情本身引导至聪慧。