§1## ΠΕΡΙ ΕΥΣΧΗΜΟΣΥΝΗΣ.
1. Οὐκ ἀλόγως οἱ προβαλλόμενοι τὴν σοφίην πρὸς πολλὰ εἶναι χρησίμην, ταύτην δὴ τὴν ἐν τῷ βίῳ.
■ 论体面 1. 那些主张智慧在许多方面都有用的人——确切地说是指生活中的这种智慧——并非没有道理。
Αἱ γὰρ πολλαὶ πρὸς περιεργίην φαίνονται γεγενημέναι· λέγω δὲ, αὗται αἱ μηδὲν ἐς χρέος τῶν πρὸς ἃ διαλέγονται·
因为大多数智慧似乎都是为了过度繁琐而产生的;我是说,那些对于它们所讨论的事物毫无用处的智慧。
ληφθείη δ’ ἂν τουτέων μέρεα ἐς ἐκεῖνο, ὅτι ὅπη οὐκ ἀργίη, οὐδὲ μὴν κακίη·
但是,这些智慧的一部分也许可以用于此目的,即:凡是没有闲散的地方,也就没有邪恶。
τὸ γὰρ σχολάζον καὶ ἄπρηκτον ζητέει ἐς κακίην καὶ ἀφέλκεσθαι· τὸ δ’ ἐγρηγορὸς καὶ πρός τι τὴν διάνοιαν ἐντετακὸς ἐφειλκύσατό τι τῶν πρὸς καλλονὴν βίου τεινόντων.
因为闲散和无所作为会寻求并被拖向邪恶;而保持警醒并专注于某事的心灵,则会吸引一些趋向生活美感的事物。
Ἐῶ δὲ τουτέων τὰς μηδὲν ἐς χρέος πιπτούσας διαλέξιας· χαριεστέρη γὰρ ἡ πρὸς ἕτερον μέν τι ἐς τέχνην πεποιημένη, τέχνην δὲ τὴν πρὸς εὐσχημοσύνην καὶ δόξαν.
我略过他们那些毫无用处的讨论;因为更优雅的是那些一方面为了其他事物而向技术迈进,且是向着趋于体面和名声的技术迈进的讨论。
§22. Πᾶσαι γὰρ αἱ μὴ μετ’ αἰσχροκερδείης καὶ ἀσχημοσύνης καλαὶ, ᾗσι μέθοδός τις ἐοῦσα τεχνικὴ ἐργάζεται·
2. 因为一切不伴随卑鄙私利和不雅、且有某种系统方法在其中起作用的艺术都是美好的。
ἀλλ’ εἴ γε μὴ, μὴ πρὸς ἀναιτίην δημευτέαι.
但若非如此,它们就不应无故受到公开谴责。
Νέοι τε γὰρ αὐτέοισιν ἐμπίπτουσιν· ἀκμάζοντες δὲ δι’ ἐντροπίην ἱδρῶτας τίθενται βλέποντες· πρεσβῦται δὲ διὰ πικρίην νομοθεσίην τίθενται ἀναίρεσιν ἐκ τῶν πόλεων.
因为年轻人会陷入其中,而正值壮年的人出于羞愧,看着也会流汗;老年人则出于愤恨,立法将它们从城市中取缔。
Καὶ γὰρ ἀγορὴν ἐργαζόμενοι, οὔτοι μετὰ βαναυσίης ἀπατέοντες, καὶ ἐν πόλεσιν ἀνακυκλέοντες οἱ αὐτοί.
事实上,那些在市场上活动的人,只要不用粗俗的方式欺骗,就与在城市中游走的人是同一类人。
Ἴδοι δέ τις ἂν καὶ ἐπ’ ἐσθῆτος καὶ ἐν τῇσιν ἄλλῃσι περιγραφῇσι· κἢν γὰρ ἔωσιν ὑπερηφανέως κεκοσμημένοι, πουλὺ μᾶλλον φευκτέοι καὶ μισητέοι τοῖσι θεωμένοισίν εἰσιν.
人们在衣服和其他外表装饰上也能看到这一点;因为即使他们装饰得傲慢华丽,在观看者眼中也更应该被避开和憎恶。
§33. Τὴν δὲ ἐναντίην χρὴ ὧδε σκοπέειν· οἷς οὐ διδακτὴ κατασκευὴ, οὐδὲ περιεργίη· ἔκ τε γὰρ περιβολῆς καὶ τῆς ἐν ταύτῃ εὐσχημοσύνης καὶ ἀφελείης, οὐ πρὸς περιεργίην πεφυκυίης, ἀλλὰ μᾶλλον πρὸς εὐδοξίην, τό τε σύννουν, καὶ τὸ ἐν νῷ πρὸς ἑωυτοὺς διακεῖσθαι, πρός τε τὴν πορείην.
3. 但相反的状况必须这样来考察:即对于那些没有人工修饰,也没有过度繁琐的人;因为从他们的着装以及其中的体面和朴素中,产生了深思、内心对自己的良好心态以及步态中的体面。
Οἷοι ἕκαστοι σχήματι, τοιοῦτοι· ἀδιάχυτοι, ἀπερίεργοι, πικροὶ πρὸς τὰς συναντήσιας, εὔθετοι πρὸς τὰς ἀποκρίσιας, χαλεποὶ πρὸς τὰς ἀντιπτώσιας, πρὸς τὰς ὁμοιότητας εὔστοχοι καὶ ὁμιλητικοὶ, εὔκρητοι πρὸς ἅπαντας, πρὸς τὰς ἀναστάσιας σιγητικοὶ, πρὸς τὰς ἀποσιγήσιας ἐνθυμηματικοὶ καὶ καρτερικοὶ, πρὸς τὸν καιρὸν εὔθετοι καὶ λημματικοὶ, πρὸς τὰς τροφὰς εὔχρηστοι καὶ αὐτάρκεες, ὑπομονητικοὶ πρὸς καιροῦ τὴν ὑπομονὴν, πρὸς λόγους ἀνυστοὺς πᾶν τὸ ὑποδειχθὲν ἐκφέροντες, εὐεπίῃ χρώμενοι, χάριτι διατιθέμενοι, δόξῃ τῇ ἐκ τουτέων διισχυριζόμενοι, ἐς ἀληθείην πρὸς τὸ ὑποδειχθὲν ἀποτερματιζόμενοι.
他们的外在仪表如何,其性格便如何:沉着不乱,没有过度修饰,在相遇时严肃,在回答时迅速,在面对逆境时坚强,在相似性上敏锐且善于社交,对所有人温和,在喧闹中保持沉默,在沉默中深思和忍耐,对时机适应且善于抓住,对食物节制且自足,对时机所需的忍耐具有耐心,为了行之有效的论证而展现出所指示的一切,使用美好的语言,以优雅对待他人,依靠由此产生的名声来确立自己,并根据所指示的事物直达真理。
§44. Ἡγεμονικωτατον μὲν οὖν τουτέων ἁπάντων τῶν προειρημένων ἡ φύσις·
4. 因此,在所有这些前述的事物中,天性是最具主导作用的。
καὶ γὰρ οἱ ἐν τέχναισιν, ἢν προσῇ αὐτέοισι τοῦτο, διὰ πάντων τουτέων πεπόρευνται τῶν προειρημένων.
因为在艺术领域的人,如果他们身上具备这种天性,就必然已经历了所有这些前述的事物。
Ἀδίδακτον γὰρ τὸ χρέος ἔν τε τῇ σοφίῃ καὶ ἐν τῇ τέχνῃ· πρόσθε μὲν ἢ διδαχθῇ, ἐς τὸ ἀρχὴν λαβεῖν ἡ φύσις κατεῤῥύη καὶ κέχυται, ἡ δὲ σοφίη ἐς τὸ εἰδῆσαι τὰ ἀπ’ αὐτέης τῆς φύσιος ποιεύμενα.
因为在智慧和技术中的有用性都是无法教授的;在被教授之前,为了获得开端,天性已经流淌并倾注,而智慧则是为了认识由天性自身所产生的事物。
Καὶ γὰρ ἐν ἀμφοτέροισι τοῖσι λόγοισι πολλοὶ κρατηθέντες οὐδαμῆ συναμφοτέροισιν ἐχρήσαντο τοῖσι πρήγμασιν ἐς δεῖξιν· ἐπὴν οὖν τις αὐτέων ἐξετάζῃ τι πρὸς ἀληθείην τῶν ἐν ῥήσει τιθεμένων, οὐδαμῆ τὰ πρὸς φύσιν αὐτέοισι χωρήσει.
事实上,在这两种言说中,许多被击败的人绝无法将这两者结合起来用于论证;因此,当他们中的某个人真正检验言辞中所阐述的某些内容时,符合天性的事物绝不会让他们成功。
Εὑρίσκονται γοῦν οὗτοι παραπλησίην ὁδὸν ἐκείνοισι πεπορευμένοι.
无论如何,人们发现这些人走了一条与那些人相似的道路。
Διόπερ ἀπογυμνούμενοι τὴν πᾶσαν ἀμφιέννυνται κακίην καὶ ἀτιμίην.
因此,他们被剥得一丝不挂,披上了所有的邪恶与耻辱。
Καλὸν γὰρ ἐκ τοῦ διδαχθέντος ἔργου λόγος· πᾶν γὰρ τὸ ποιηθὲν τεχνικῶς ἐκ λόγου ἀνηνέχθη· τὸ δὲ ῥηθὲν τεχνικῶς, μὴ ποιηθὲν δὲ, μεθόδου ἀτέχνου δεικτικὸν ἐγενήθη· τὸ γὰρ οἴεσθαι μὲν, μὴ πρήσσειν δὲ, ἀμαθίης καὶ ἀτεχνίης σημεῖόν ἐστιν·
因为从被教授的实践中产生的言辞是美好的;因为一切通过技术制造的事物都归结于言辞;而那些在技术上被说出但未被实践的事物,则表明了无技术的方法;因为只有想法而不付诸行动,是无知和缺乏技术的标志。
οἴησις γὰρ μάλιστα ἐν ἰητρικῇ αἰτίην μὲν τοῖσι κεχρημένοισιν, ὄλεθρον δὲ τοῖσι χρεομένοισιν ἐπιφέρει·
特别是在医学中,主观臆断会给使用它的医生带来指责,而给承受它的患者带来毁灭。
καὶ γὰρ ἢν ἑωυτοὺς ἐν λόγοισι πείσαντες οἰηθῶσιν εἰδέναι ἔργον τὸ ἐκ μαθήσιος, καθάπερ χρυσὸς φαῦλος ἐν πυρὶ κριθεὶς τοιούτους αὐτοὺς ἀπέδειξεν.
事实上,如果他们用言辞说服了自己,并自以为懂得来自学习的实践,就像劣质的金子在火中被检验时,火显示出他们就是这样的人一样。
Καίτοι γε τοιαύτη ἡ πρόῤῥησις ἀπαρηγόρητος.
然而,这样的预言是无法宽慰的。
ᾟ σύνεσις ὁμογενής ἐστιν, εὐθὺ τὸ πέρας ἐδήλωσε γνῶσις· τῶν δ’ ὁ χρόνος τὴν τέχνην εὐοδέα κατέστησεν, ἢ τοῖσιν ἐς τὴν παραπλησίην οἶμον ἐμπίπτουσι τὰς ἀφορμὰς δήλους ἐποίησε.
对于那些天生具有理解力的人,知识立刻显示了终点;而对于其他人,时间使他们的技术变得顺畅,或者为那些陷入类似道路的人指明了方法。