Humanitext Reader

希波克拉底 · 论医生 §4-7

包扎要则与切开及吸角法运用

第 2 段,共 3 段 · 希腊语

内容简介

本文阐述了包扎法的实用准则、外科手术中快速与缓慢切开的选择、手术刀的针对性使用,以及吸角的具体构造和操作方法。

§44. Ἔστι δὲ οἰκείη ἐπίδεσις τῆς ἰητρικῆς, ἀφ’ ἧς ὠφελεῖσθαι τὸν θεραπευόμενον [δεῖ]·
4. 包扎法是医学所特有的,被治疗者必须从中获益。
μέγιστα δὲ ὠφελεῖ δύο ταῦτα, οἷς ἐστι χρηστἔον, πιέσαι ὅκου δεῖ καὶ ἀνειμένως ἐπιδῆσαι·
最能带来益处的是应当使用的这两点:在必要的地方施加压力,以及松弛地包扎。
πρὸς δὲ τοὺς χρονοὺς τῆς ὥρης, πότε δεῖ σκεπαστικῶς καὶ μὴ, συνορῇν, ὅκως μηδὲ [τὸν] ἀσθενῆ λελήθῃ, ὡς ποτέρῳ τούτων ἐνιαχοῦ χρηστέον·
此外,还应当针对季节的时令观察何时应当覆盖、何时不应当覆盖,以便让患者本人也能清楚在某些情况下应当使用这两者中的哪一种。
εὐρύθμους δὲ ἐπιδεσίας καὶ θεητρικὰς μηδὲν ὠφελούσας ἀπογινώσκειν· φορτικὸν γὰρ τὸ τοιοῦτον καὶ παντελῶς ἀλαζονικὸν, πολλάκις τε βλάβην οἶσον τῷ θεραπευομένῳ·
应当暴弃那些美观却如戏耍般、毫无益处的包扎法;因为这种做法既粗俗又完全是炫耀,并且常常会给被治疗者带来伤害。
ζητεῖ δὲ ὁ νοσέων οὐ καλλωπισμὸν, ἀλλὰ τὸ συμφέρον.
因为病人追求的不是修饰,而是实用。
§55. Ἐπὶ δὲ τῶν χειρουργιῶν, ὅσαι διὰ τομῆς εἰσιν ἢ καύσιος, τὸ ταχέως ἢ βραδέως ὁμοίως ἐπαινεῖται· χρῆσις γάρ ἐστιν ἀμφοτέρων αὐτῶν.
5. 在所有通过切开或烧灼进行的外科手术中,快速或缓慢地进行同样受到赞誉;因为这两者都有其用途。
Ἐν οἷς μὲν γάρ ἐστι διὰ μιῆς τομῆς ἡ χειρουργία, χρὴ ποιέεσθαι ταχεῖαν τὴν διαίρεσιν· ἐπεὶ γὰρ συμβαίνει τοὺς τεμνομένους πονέειν, τὸ λυπέον μὲν ὡς ἐλάχιστον χρόνον δεῖ παρεῖναι τοῦτο δὲ ἔσται ταχείης τῆς τομῆς γενομένης.
因为在只需一次切开的手术中,应当快速进行切除;由于接受切开的人不可避免会感到疼痛,痛苦必须存在尽可能短的时间,而这在快速切开时即可实现。
Ὅπου δὲ πολλὰς ἀναγκαῖον γενέσθαι τὰς τομὰς, βραδείῃ χρηστέον τῇ χειρουργίᾳ· τὸ μὲν γὰρ ταχὺ ξυνεχῆ ποιέει τὸν πόνον καὶ πουλύν· τὸ δὲ διαλιπὸν ἀνάπαυσιν ἔχει τινὰ τοῦ πόνου τοῖς θεραπευομένοις.
但在必须进行多次切开的地方,则应当采用缓慢的手术;因为快速的操作会产生持续且剧烈的疼痛,而间歇的操作则能让被治疗者的痛苦得到某种休息。
§66. Τὸ δ’ αὐτὸ ἐπὶ τῶν ὀργάνων λέγοιτ’ ἄν· τοῖς δὲ μαχαιρίοις ὀξέσι τε χρῆσθαι καὶ πλατέσιν οὐκ ἐπὶ πάντων ὁμοίως παραγγέλλομεν· μέρη γάρ τινά ἐστι τοῦ σώματος, ἃ ἐν τάχει μὲν ἔχει τὴν ῥύμην τοῦ αἵματος, καὶ κατασχεῖν ἐστιν οὐ ῥηΐδιον· ταῦτα δέ ἐστιν οἵ τε κίρσοι καί τινες ἄλλαι φλέβες·
6. 关于仪器也可以这样说:我们并不建议在所有情况下都同样使用锋利且宽宽的手术刀;因为身体有些部位的血流速度极快,且不易控制;这些部位就是静脉曲张和其他一些静脉。
τὰς μὲν τομὰς χρὴ εἶναι τῶν τοιουτέων στενάς· οὐ γὰρ οἷόν τε τὴν ῥύσιν γενέσθαι κατακορῆ· ξυμφέρει δέ ποτε ἀπὸ τῶν τοιουτέων αἵματος ἀφαίρεσιν ποιέεσθαι.
这类部位的切口应当狭窄;因为这样才不可能发生过度的流血;然而有时从这些部位进行放血是有益的。
Πρὸς δὲ τοὺς ἀκινδύνους τόπους καὶ περὶ οὓς μὴ λεπτόν ἐστι τὸ αἷμα, πλατυτέροις χρῆσθαι τοῖς μαχαιρίοισι· τὸ γὰρ αἷμα πορεύοιτ’ ἂν, ἄλλως δὲ οὐδαμῶς·
但对于安全的部位,以及血液不稀薄的周围区域,应当使用较宽的手术刀;因为只有这样血液才会流动,否则绝不会流出。
πάνυ δ’ ἔστιν αἰσχρὸν μὴ ξυμβαίνειν ἀπὸ τῆς χειρουργίης ὅ τι θέλει.
如果手术没有达到预期的目的,那是非常可耻的。
§77. Δύο δὲ τρόπους φαμὲν χρησίμους εἶναι σικυῶν· ὅτε μὲν γὰρ ῥεῦμα ξυνεστηκὸς πόῤῥω τῆς ἐπιφαινομένης σαρκός [ἐστι], τὸν μὲν κύκλον αὐτῆς εἶναι δεῖ βραχὺν, αὐτὴν δὲ γαστρώδη, μὴ προμήκη τὸ πρὸς τὴν χεῖρα μέρος, μὴ βαρεῖαν· τοιαύτην γὰρ οὖσαν ἕλκειν ἐς ἰθὺ ξυμβαίνει, καὶ τοὺς ἀφεστῶτας ἰχῶρας καλῶς ἀνεσπάσθαι πρὸς τὴν σάρκα·
7. 我们说吸角有两种有用的类型:当积聚的流体距离表面显现的肌肉较远时,它的圆口应当窄小,本身应当呈腹鼓状,手握的部分不要过长,也不要过重;因为如果是这种构造,它就能垂直地吸拉,并将远处的体液很好地拉向肌肉表面。
τοῦ δὲ πόνου [διὰ] πλείονος κατεσκεδασμένου τῆς σαρκὸς, τὰ μὲν ἄλλα παραπλησίην, τὸν δὲ κύκλον μέγαν· οὕτω γὰρ ἐκ πλείστων μερῶν εὑρήσεις ἄγουσαν ἐς ὃν δεῖ τὸ λυποῦν τόπον·
但当疼痛扩散到肌肉的更广范围时,在其他方面应当使用类似的构造,但圆口要大;因为这样你会发现它能从最多的部位将痛苦引导到应当去的地方。
οὐ γὰρ οἷόν τε μέγαν εἶναι τὸν κύκλον, μὴ συναγομένης τῆς σαρκὸς ἐκ πλείονος τόπου.
因为如果不从更宽的地方将肌肉聚拢,圆口就不可能很大。
Βαρεῖα δ’ οὖσα ῥέπει καὶ ἐς τοὺς ἄνω τόπους· κάτω δὲ μᾶλλον τὴν ἀφαίρεσιν [ποιέειν δεῖ], καὶ πολλάκις ὑπολείπεσθαι τὰς νούσους [ξυμβαίνει].
若吸角过重,它就会倾向于上部;但应当更向下地进行抽取,否则常常会发生疾病残留的情况。
Τοῖσι μὲν οὖν ἐφεστῶσι ῥεύμασι καὶ μακρὰν ἀπέχουσιν ἀπὸ τῶν ἄνω τόπων οἱ πλατεῖς κύκλοι πολλὰ ξυνεπισπῶνται παρὰ τῆς ἄλλης σαρκός· ἐπιπροσθεῖν οὖν ξυμβαίνει τὴν ἐντεῦθεν ἑλκομένην νοτίδα τῷ ξυναγομένῳ κάτωθεν ἰχῶρι, καὶ τὰ μὲν ἐνοχλεῦντα ὑπολείπεσθαι, τὰ δ’ οὐδὲν λυπέοντα ἀφαιρεῖσθαι.
因此,对于积聚且距离上部较远的流体,宽圆口的吸角会从其他肌肉吸取很多东西;因此,从那里吸出的水分就会阻挡从下方聚集的体液,导致困扰的事物残留下来,而毫无危害的事物却被除去了。
Μέγεθος δὲ σικύης τί χρήσιμον στοχάζεσθαι χρὴ πρὸς τὰ μέρη τοῦ σώματος, οἷς ἂν δέῃ προσβάλλειν.
必须根据应当施加吸角的手术部位,来推测何种大小的吸角是有用的。
Ὅταν δὲ κατακρούῃ, κάτωθεν ἕλκεσθαι· τὸ γὰρ αἷμα φανερὸν εἶναι δεῖ τῶν χειρουργουμένων τόπων·
在进行切划时,应当从下方吸引;因为手术部位的血液必须显而易见。
ἄλλως δὲ οὐδὲ τὸν κύκλον τὸν ἑλκυσθέντα χρὴ κατακρούειν· εὐτονωτέρη γάρ ἐστιν ἡ σὰρξ τοῦ πονήσαντος·
否则,甚至不应当在被吸起的圆圈上进行切划;因为患处的肌肉更加紧绷。
μαχαιρίοις δὲ τοῖς καμπύλοις ἐξ ἄκρου μὴ λίην στενοῖς· ἐνίοτε γὰρ ἰχῶρες ἔρχονται γλίσχροι καὶ παχεῖς, κίνδυνος οὖν ἐστιν ὑποστῆναι τῇσι τομῇσιν, ὅταν στεναὶ τμηθέωσιν.
应当使用针尖弯曲且不太窄的手术刀;因为有时排出的体液黏稠且浓厚,因此如果切口切得太窄,就有滞留在切口下的危险。

词汇与语法注释

  1. p.210ὅκως μηδὲ [τὸν] ἀσθενῆ λελήθῃ — 双重否定“使之不至于连患者也隐瞒”(μηδέ + 具有被动意味的 λανθάνω 的虚拟式)具有积极的含义,即“让患者本人也能够充分了解并明白”。虚拟式 `λελήθῃ` 由目的引导词 `ὅκως` 引入,与前文的不定式 `συνορῇν` 共同说明医生应持有的考量。
  2. p.212πορεύοιτ’ ἂν, ἄλλως δὲ οὐδαμῶς — 带有 `ἂν` 的希求式(`πορεύοιτ’ ἂν`)在此表示可能性或委婉的断言,意为“(只有这样)血液才会流动”。紧接着的 `ἄλλως δὲ οὐδαμῶς`(否则绝不会流出)进一步强调了在这些特定部位使用较宽手术刀的必要性。
  3. p.214τοῦ δὲ πόνου [διὰ] πλείονος κατεσκεδασμένου — 此处为属格独立结构(genitive absolute),表示原因或条件。`κατεσκεδασμένου` 是动词 `κατασκεδάννυμι`(散布、扩散)的完成时态被动分词(阳性属格单数)。

引用这一段

希波克拉底, 论医生 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg049.humanitext-grc1:4-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。