§1## ΠΕΡΙ ΙΗΤΡΟΥ
1. Ἰητροῦ μέν ἐστι προστασίη, ὁρῇν εὔχρως τε καὶ εὔσαρκος πρὸς τὴν ὑπάρχουσαν αὐτῷ φύσιν· ἀξιοῦνται γὰρ ὑπὸ τῶν πολλῶν οἱ μὴ εὖ διακείμενοι τὸ σῶμα οὕτως, οὐδ’ ἂν ἑτέρων ἐπιμεληθῆναι καλῶς·
1. 医生的外表,其职责应是根据其天生体质,显得面色红润且肌肉丰满;因为那些自身身体状况不佳的人,会被大众认为无法妥善照顾他人。
ἔπειτα τὰ περὶ αὐτὸν καθαρίως ἔχειν, ἐσθῆτι χρηστῇ καὶ χρίσμασιν εὐόδμοις, ὀδμὴν ἔχουσιν ἀνυπόπτως· πρὸς ἅπαντα ταῦτα γὰρ ἡδέως ἔχειν ξυμβαίνει τοὺς νοσέοντας.
其次,他应该保持自身清洁,穿着体面的衣服,并涂抹香气芬芳且不引起怀疑的药膏;因为病人们自然乐于见到这一切。
Δεῖ δὲ σκοπέειν τάδε περὶ τὴν ψυχὴν τὸν σώφρονα, μὴ μόνον τὸ σιγᾷν, ἀλλὰ καὶ περὶ τὸν βίον [τὸ] πάνυ εὔτακτον, μέγιστα γὰρ ἔχει πρὸς δόξαν ἀγαθὰ, τὸ δὲ ἦθος εἶναι καλὸν καὶ ἀγαθὸν, τοιοῦτον δ’ ὄντα πᾶσι καὶ σεμνὸν καὶ φιλάνθρωπον· τὸ γὰρ προπετὲς καὶ τὸ πρόχειρον καταφρονεῖται, κἂν πάνυ χρήσιμον ᾖ·
明智的医生还必须在心灵方面考虑以下几点:不仅要保持沉默,还要在生活中极具条理,因为这些对于声誉有极大的好处。 他的品格应当高尚而善良,并以此态度对待所有人,既庄重又仁慈;因为轻率和随便的态度会受到鄙视,即使这些非常有益。
σκεπτέον δὲ ἐπὶ τῆς ἐξουσίης· τὰ γὰρ αὐτὰ παρὰ τοῖς αὐτέοις σπανίως ἔχοντα ἀγαπᾶται.
此外,在出入的自由方面也必须注意;因为在同样的人群中,同样的事物只有在稀有时才会受到珍惜。
Σχήμασι δὲ, ἀπὸ μὲν προσώπου σύννουν μὴ πικρῶς· αὐθάδης γὰρ δοκέει εἶναι καὶ μισάνθρωπος, ὁ δὲ εἰς γέλωτα ἀνιέμενος καὶ λίην ἱλαρὸς φορτικὸς ὑπολαμβάνεται· φυλακτέον δὲ τὸ τοιοῦτον οὐχ ἥκιστα.
在仪态方面,表情应当深思熟虑但不可显得刻薄;因为刻薄者会被认为自负且厌世,而放任大笑、过于快乐的人则会被视为粗俗;这类行为必须格外防范。
Δίκαιον δὲ πρὸς πᾶσαν ὁμιλίην εἶναι· χρὴ γὰρ πολλὰ ἐπικουρέειν δικαιοσύνην·
在所有的交往中都应当公正;因为正义必须带来极大的帮助。
πρὸς δὲ ἰητρὸν οὐ μικρὰ συναλλάγματα τοῖσι νοσοῦσίν ἐστιν·
而患者与医生的交往绝非小事。
καὶ γὰρ αὐτοὺς ὑποχειρίους ποιέουσι τοῖς ἰητροῖς, καὶ πᾶσαν ὥρην ἐντυγχάνουσι γυναιξὶν, παρθένοις, καὶ τοῖς ἀξίοις πλείστου κτήμασιν· ἐγκρατέως οὖν δεῖ πρὸς ἅπαντα ἔχειν ταῦτα.
因为他们将自己置于医生的掌控之下,医生在任何时刻都会接触到妻子们、处女们以及极具价值的财产;因此,在所有这些事情上都必须保持克制。
Τὴν μὲν οὖν ψυχὴν καὶ τὸ σῶμα οὕτω διακεῖσθαι.
因此,心灵和身体都应当这样调整。
§22. Τὰ δὲ ἐς τὴν ἰητρικὴν τέχνην παραγγέλματα, δι’ ὧν ἔστιν εἶναι τεχνικὸν, ἀπ’ ἀρχῆς συνοπτέον, ἀφ’ ὧν καὶ μανθάνειν ὤνθρωπος ἄρξαιτο· τὰ τοίνυν ἐν ἰητρείῳ θεραπευόμενα σχεδὸν μανθανόντων ἐστίν.
2. 关于医学艺术的诫命,通过这些诫命人们可以成为专业者,应当从人们开始学习的起点起,进行整体的审视;因此,在诊所中治疗的事情,几乎完全是学习者应该掌握的。
Δεῖ δὲ πρῶτον μὲν τόπον ἔχειν οἰκεῖον, ἔσται δὲ τοῦτο ἐὰν μήτε πνεῦμα ἐς αὐτὸν παραγινόμενον ἐνοχλῇ μήθ’ ἥλιος ἢ αὐγὴ λυπέῃ.
首先,必须有一个合适的场所,如果没有吹入的风打扰,也没有太阳或强光折磨,这里就会成为合适的场所。
Φῶς δὲ τηλαυγὲς τοῖς μὲν θεραπεύουσιν ἄλυπον, οὐχ ὁμοίως δὲ τοῖς θεραπευομένοις ὑπάρχει·
明亮的远光对于治疗者来说是无害的,但对于被治疗者来说却并非如此。
πάντως μὲν οὖν τοιαύτην τὴν αὐτὴν μάλιστα φευκτέον, δι’ ἣν ξυμβαίνει τοὺς ὀφθαλμοὺς νοσέειν·
因此,无论如何都要特别避免那种会导致眼睛生病的强光。
τὸ μὲν οὖν φῶς τοιοῦτον εἶναι παρήγγελται·
关于光线,已有如此规定。
τοῦτο δὲ, ὅπως μηδαμῶς ἐναντίως ἔξει τῷ προσώπῳ τὰς αὐγάς· προσενοχλεῖ γὰρ τὴν ὄψιν ἀσθενέως ἔχουσαν· πᾶσα δ’ ἱκανὴ πρόφασις ἀσθενέοντας ὀφθαλμοὺς ἐπιταράξαι·
此外,必须注意绝不要让光线直射面部;因为这会打扰虚弱的视力,而任何微小的起因都足以打扰衰弱的眼睛。
τῷ μὲν οὖν φωτὶ τοῦτον τὸν τρόπον χρηστέον ἐστίν.
因此,光线应当以这种方式使用。
Τοὺς δὲ δίφρους ὁμαλοὺς εἶναι τοῖς ὕψεσιν ὅτι μάλιστα, ὅπως κατ’ αὐτοὺς ὦσιν.
椅子的高度应尽可能相等,以便他们彼此处于同一水平。
Χαλκώματι δὲ πλὴν τῶν ὀργάνων μηδενὶ χρήσθω· καλλωπισμὸς γάρ τις εἶναί μοι δοκεῖ φορτικὸς σκεύεσι τοιουτέοισι χρῆσθαι.
除了仪器之外,不要使用任何青铜器皿;因为在我看来,使用这类器具似乎是一种粗俗的装饰。
Τὸ δ’ ὕδωρ παρέχειν δεῖ πότιμον τοῖς θεραπευομένοις καὶ καθαρόν.
必须为被治疗者提供清洁且可饮用的水。
Τοῖς δὲ ἀπομάγμασιν καθαροῖς καὶ μαλθακοῖς χρῆσθαι, πρὸς μὲν τοὺς ὀφθαλμοὺς ὀθονίοις, πρὸς δὲ τὰ τραύματα σπόγγοις· αὐτόματα γὰρ ταῦτα βοηθεῖν δοκεῖ καλῶς.
对于擦拭物,应使用清洁且柔软的材料,眼睛用细麻布,伤口用海绵;因为这些物品本身似乎能很好地起到辅助治疗的作用。
Τὰ δ’ ὄργανα πάντα εὐήρη πρὸς τὴν χρείαν ὑπάρχειν δεῖ τῷ μεγέθει καὶ βάρει καὶ λεπτότητι.
所有的仪器在大小、重量和薄度上,都必须易于使用。
§33. Τὰ δὲ προσφερόμενα ἅπαντα μὲν χρὴ συνορῇν ὅπως συνοίσει· μάλιστα δὲ πλεῖστον, εἰ ὁμιλεῖν μέλλει τῷ νοσοῦντι μέρει·
3. 对于所有敷设的物品,必须全部查明它们将如何产生益处;尤其是如果它们要长期与患病部位接触的话。
ταῦτα δέ ἐστιν ἐπιδέσματα καὶ φάρμακα καὶ τὰ περὶ τὸ ἕλκος ὀθόνια καὶ τὰ καταπλάσματα· πλεῖστον γὰρ χρόνον ταῦτα περὶ τοὺς νοσέοντάς ἐστι τόπους.
这些物品包括绷带、药物、伤口周围的细麻布和湿敷料;因为这些在患病部位停留的时间最长。
Ἡ δὲ μετὰ ταῦτα ἀφαίρεσις τούτων, ἀνάψυξίς τε καὶ περικάθαρσις, καὶ τῶν ὑδάτων κατάντλησις, ὀλίγου τινός ἐστι χρόνου· καὶ ὅπου χρὴ μᾶλλόν τε καὶ ἧσσον ἐσκέφθαι δεῖ· τούτων γὰρ ἀμφοτέρων ἡ χρῆσις εὔκαιρός τε καὶ μὴ γενομένων μεγάλην ἔχει διαφορήν.
而随后将这些物品取下、冷却、清洁以及浇水的操作,则是极短时间的事情;并且必须考虑在何处应当多做或少做,因为这两者的使用若得其时,或者不予使用,都会产生巨大的差异。