Humanitext Reader

希波克拉底 · 论医生 §8-14

静脉切开注意事项与溃疡及创伤外科

第 3 段,共 3 段 · 希腊语

内容简介

本章论述了手臂静脉切开的注意事项、诊所必需的仪器、肿瘤与溃疡的治疗(溃疡的四个方向)、敷剂的使用方法,以及在战中取出箭弹手术的重要性和专业性。

§88. Τὰς δὲ ἐπὶ τῶν βραχιόνων φλέβας τῇσι καταλήψεσι χρὴ φυλάσσειν·
8. 在压迫时,应当注意保护手臂上的静脉;因为在许多人中,覆盖的肌肉与静脉结合得并不紧密。
ἡ γὰρ καλύπτουσα σὰρξ πολλοῖς οὐ καλῶς συνήρμοσται τῇ φλεβί· τῆς γὰρ σαρκὸς ὀλισθηρῆς οὔσης, οὐ καθ’ ἑαυτὰς ξυμβαίνει τὰς τομὰς ἀμφοτέρων γίνεσθαι· τὴν γὰρ φλέβα ἐκφυσᾶσθαι ξυμβαίνει καλυφθεῖσαν, καὶ τὴν ῥύσιν τοῦ αἵματος κωλύεσθαι, πολλοῖσι δὲ καὶ πῦος διὰ τοῦτο ξυνίστασθαι·
因为肌肉是滑动的,所以两者的切口无法对齐一致地产生;因为静脉在被覆盖后会膨胀,血流受阻,导致许多人因此而积脓。
δοκεῖ δὴ δύο βλάβας φέρειν ἡ τοιαύτη χειρουργίη, τῷ μὲν τμηθέντι πόνον, τῷ δὲ τέμνοντι πολλὴν ἀδοξίην·
确实,这种外科手术似乎会带来双重危害:给接受切除的患者带来痛苦,给进行切除的医生带来极大的恶评。
τὸ δ’ αὐτὸ κατὰ πασῶν παρήγγελται γίνεσθαι.
同样的要求也适用于所有静脉。
§99. Τὰ μὲν οὖν κατ’ ἰητρεῖον ἀναγκαῖα ὄργανα, καὶ περὶ ἃ δεῖ τεχνικὸν εἶναι τὸν μανθάνοντα, ταῦτ’ ἐστίν·
9. 那么,诊所里必需的仪器,以及学习者必须熟练掌握的仪器,就是这些。
ὀδοντάγρῃσι γὰρ καὶ σταφυλάγρῃσι χρῆσθαι τὸν τυχόντα ἐστίν· ἁπλῆ γὰρ ἡ χρῆσις αὐτῶν εἶναι δοκεῖ.
因为使用拔牙钳和割口盖垂钳是任何人都可以做到的,其使用方法似乎很简单。
§1010. Περὶ δὲ φυμάτων καὶ ἑλκέων, ὁκόσα μειζόνων ἐστὶ νοσημάτων, τὰ μὲν φύματα τεχνικώτατον ὑπειληφέναι δεῖ δύνασθαι διαλύειν, καὶ τὰς συστάσεις αὐτῶν κωλύειν·
10. 关于属于较重病症的肿瘤和溃疡,首先必须认为,最需要技术的是能够消散肿瘤并阻止它们的形成。
ἐχόμενον δὲ τουτέων, στέλλειν εἰς τὸν ἐπιφανῆ τόπον ὡς εἰς βραχύτατον, καὶ τὴν σύστασιν ὁμαλῶς διὰ παντὸς ποιεῖσθαι τοῦ φύματος·
紧接着,应当将它们缩减到表面尽可能窄的范围内,并使整个肿瘤均匀地形成。
ἀνωμάλως γὰρ ἔχοντος αὐτοῦ, ῥαγῆναί τε καὶ δυσθεράπευτον τὸ ἕλκος κίνδυνός ἐστι γενέσθαι·
因为如果它不均匀,就有破裂并导致溃疡难以治疗的危险。
ἐξομαλίζειν τε χρὴ πέσσοντα πανομοίως, καὶ μήτε διαιρεῖν πρότερον μήτε αὐτόματον ἐῇν ῥαγῆναι·
应当在一边使其均匀成熟的同时使之平整,既不要提前切开,也不要听任其自行破裂。
τὰ δὲ ἐκπέψαι δυνάμενα ὁμαλῶς ἐν ἑτέροις εἴρηται.
能够使其均匀成熟的方法已在其他地方论述。
§1111. Τὰ δὲ ἕλκεα δοκεῖ πορείας ἔχειν τέσσαρας, μίαν μὲν ἐς βάθος· ταῦτα δ’ ἔστι τὰ συριγγώδη καὶ ὅσα ὕπουλά ἐστι, καὶ ἔνδοθεν κεκοιλασμένα· ἡ δ’ ἑτέρη εἰς ὕψος, τὰ ὑπερσαρκεῦντα· τρίτη δέ ἐστιν εἰς πλάτος· ταῦτα δέ ἐστι τὰ καλεόμενα ἑρπηστικά· τετάρτη ὁδός ἐστιν [ἐς ξύμφυσιν]· αὕτη δὲ μόνη κατὰ φύσιν εἶναι δοκέει κίνησις.
11. 溃疡则似乎有四个方向:其一是向深度,这些是瘘管性的、皮下化脓的和内部呈空洞状的;第二是向高度,即肌肉过度增生的;第三是向宽度,即所谓匍行性的;第四个方向是向愈合,这似乎是唯一顺应自然的运动。
Αὗται μὲν οὖν ξυμφοραὶ τοιαῦται σαρκός εἰσι· πᾶσαι δὲ κοιναὶ τοῦ ξυμφύοντος·
这些就是肌肉的此类病症,且都为愈合过程所共有。
καὶ τὰ μὲν τούτων ἐν ἑτέροις σημεῖα δεδήλωται, καὶ ᾗ χρηστέον ἐστὶν ἐπιμελείᾳ·
这些病症的特征以及应当采用何种护理,已在其他地方说明。
δι’ ὧν δὲ τὸ ξυμφυόμενον διελεύσεται, καὶ τὸ πληρεύμενον, ἢ κοῖλον γενόμενον, ἢ τὴν εἰς πλάτος πορείαν ποιούμενον, προσηκόντως περὶ τουτέων ἐν ἄλλοις εἴρηται.
而关于愈合的部分将经历什么过程,以及被填满的部分,或变为空洞的部分,或向宽度方向发展的部分,在其他著作中已有适当的论述。
§1212. Περὶ δὲ καταπλασμάτων ὧδε· τῶν ἐπιτιθεμένων ὀθονίων ὅκου ἂν ἡ χρῆσις κατὰ τοῦ νοσεύματος ἀκριβὴς εἶναι δοκέῃ, [καὶ] τῷ ἕλκει ἁρμόζου τὸ ἐπιτιθέμενον ὀθόνιον, τῷ δὲ καταπλάσματι πρὸς τὸν κύκλῳ τόπον τοῦ ἕλκεος χρῶ·
12. 关于敷剂,其情况如下:在认为敷贴的麻布对病症的使用确实合适的地方,使敷贴的麻布适合溃疡本身,而将敷剂用于溃疡周围的区域。
χρῆσις γὰρ αὕτη καταπλάσματός ἐστιν ἔντεχνός τε καὶ πλεῖστα ὠφελεῖν δυναμένη· ἐδόκει γὰρ τῷ μὲν ἕλκει βοηθεῖν ἡ τῶν περιτιθεμένων δύναμις, τὸ δ’ ὀθόνιον φυλάσσειν· τὰ δ’ ἔξω μὲν τοῦ ἕλκεος τὸ κατάπλασμα ὠφελέει.
因为这种敷剂的使用方法是合乎技术的,且能带来最大的益处;因为周围所敷之物的效力似乎能帮助溃疡,麻布能保护它,而敷剂则能益于溃疡外部的区域。
Τὴν μὲν οὖν χρῆσιν αὐτέων εἶναι δεῖ τοιαύτην.
因此,它们的使用应当如此。
§1313. Περὶ δὲ καιρῶν, ὁκότε τούτοις ἑκάστοις χρηστέον ἐστὶ, καὶ τὰς δυνάμιας ὡς χρὴ τῶν γεγραμμένων καταμανθάνειν, παραλέλειπται δὲ τὰ τοιαῦτα, ἐπεὶ πλεῖον προῆκται τῆς κατ’ ἰητρικὴν ἐπιμελείας καὶ πόῤῥω τοῦ τῆς τέχνης ἤδη προεληλυθότος ἐστίν.
13. 关于何时应当使用这些疗法的时机,以及应当如何理解所写之物的功效,此类事情已被省略,因为这已经超越了常规医学护理的范围,并且已经走在了专业技术的前沿。
§1414. Ἐχόμενον δὲ τούτων ἐστὶ καὶ κατὰ στρατιὴν γινομένων τρωμάτων χειρουργίη περὶ τὴν ἐξαίρεσιν τῶν βελέων.
14. 紧接在这些之后的是关于战争中发生的创伤中取出箭弹的外科手术。
Ἐν τῇσι κατὰ πτόλιν διατριβῇσι βραχεῖά τίς ἐστι τουτέων ἡ χρῆσις· ὀλιγάκις γὰρ ἐν παντὶ τῷ χρόνῳ γίνονται πολιτικαὶ στρατιαὶ καὶ πολεμικαί· ξυμβαίνει δὲ τὰ τοιαῦτα πλειστάκις καὶ ξυνεχέστατα περὶ τὰς ξενικὰς στρατιὰς γίνεσθαι.
在城市生活(行医)中,这些技术的使用微乎其微;因为在任何时期,市民军队和战争都极少发生;但此类情况在雇佣兵中发生得最频繁、最持续。
Τὸν μὲν οὖν μελλοντα χειρουργεῖν στρατεύεσθαι δεῖ καὶ παρηκολουθηκέναι στρατεύμασι ξενικοῖς· οὕτω γὰρ ἂν εἴη γεγυμνασμένος πρὸς ταύτην τὴν χρείαν.
因此,未来要从事此项外科手术的人,必须参军并随同雇佣军活动;因为只有这样,他才能针对这种需要得到锻炼。
Ὃ δὲ εἶναι δοκεῖ περὶ ταῦτα τεχνικώτερον, εἰρήσεται· τῶν γὰρ ὅπλων ἐνόντων καὶ σημεῖα πεπορίσθαι τέχνης ἐστὶ πλεῖστον μέρος καὶ τῆς πρὸς ταῦτα χειρουργίης· τούτου γὰρ ὑπάρξαντος, οὐκ ἂν παραλίποιτο τρωματίας ἀγνοηθεὶς ὅταν χειρουργῆται μὴ προσηκόντως· μόνος δ’ ἂν ὁ τῶν σημείων ἔμπειρος εἰκότως ἐπιχειροίη.
关于这些事情中似乎更具专业性的部分,将会予以说明:因为当武器留在体内时,掌握其兆候是该艺术及针对此类情况的手术的最大部分;因为有了这一点,伤员在接受手术时就不会因为未被发现或处理不当而被遗漏;只有对这些兆候有经验的人才理所当然地着手进行。
Περὶ δὲ τουτέων ἁπάντων ἐν ἑτέροις γεγραμμένον ἐστίν.
关于所有这些,在其他地方均有记载。

词汇与语法注释

  1. §8οὐ καθ’ ἑαυτὰς ξυμβαίνει τὰς τομὰς ἀμφοτέρων γίνεσθαι — 解释为“两者的切口无法对齐一致地产生”。因为肌肉易滑动,导致皮肤表面切口和静脉切口发生错位,无法重合。
  2. §10τὰ μὲν φύματα τεχνικώτατον ὑπειληφέναι δεῖ δύνασθαι διαλύειν — 中性形容词 `τεχνικώτατον` 用作表语,修饰不定式短语 `δύνασθαι διαλύειν`(能够消散),意思是“必须认为,能够消散肿瘤是最需要技术的事”。
  3. §12τῶν ἐπιτιθεμένων ὀθονίων — 句首的属格可解释为引出主题的属格(关于敷贴的麻布),或者是包含其后 `ὅκου ἂν...` 从句的属格绝对结构。
  4. §14τῶν γὰρ ὅπλων ἐνόντων — 属格绝对结构,表示时间或情况的条件:“因为当武器留在(体内)时”。

引用这一段

希波克拉底, 论医生 §8-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg049.humanitext-grc1:8-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。