← ヒポクラテス

医師について

§4-7

包帯法と手術における切開および吸角の扱い

医師としての実践的な包帯法、外科手術における迅速さと慎重さの使い分け、部位に応じたメスの選択、そして吸角(カッピング)の具体的な形状と施術法について解説されている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

​4. Ἔστι δὲ οἰκείη ἐπίδεσις τῆς ἰητρικῆς, ἀφ’ ἧς ὠφελεῖσθαι τὸν θεραπευόμενον [δεῖ]· μέγιστα δὲ ὠφελεῖ δύο ταῦτα, οἷς ἐστι χρηστέον, πιέσαι ὅκου δεῖ καὶ ἀνειμένως ἐπιδῆσαι· πρὸς δὲ τοὺς χρονοὺς τῆς ὥρης, πότε δεῖ σκεπαστικῶς καὶ μὴ, συνορῇν, ὅκως μηδὲ [τὸν] ἀσθενῆ λελήθῃ,1 ὡς ποτέρῳ τούτων ἐνιαχοῦ χρηστέον· εὐρύθμους δὲ ἐπιδεσίας καὶ θεητρικὰς μηδὲν ὠφελούσας ἀπογινώσκειν· φορτικὸν γὰρ τὸ τοιοῦτον καὶ παντελῶς ἀλαζονικὸν, πολλάκις τε βλάβην οἶσον τῷ θεραπευομένῳ· ζητεῖ δὲ ὁ νοσέων οὐ καλλωπισμὸν, ἀλλὰ τὸ συμφέρον.

​4. 包帯法は医術に適したものであり、それによって治療を受ける者は益を得ねばならない。最も大きく益するのは、用いられるべき二つのこと、すなわち必要な箇所を圧迫すること、および、緩やかに包帯を巻くことである。また、季節の時期に対して、いつ覆うべきか、あるいはそうすべきでないかを見極めるべきである。それは患者自身にも、これらのどちらをある状況で用いるべきかが知られずにあることのないようにするためである。見栄えが良く見世物のような、何の役にも立たない包帯法は退けるべきである。そのようなものは下品で完全に虚飾的であり、しばしば治療を受ける者に害をもたらすからである。病人が求めているのは飾り立てではなく、有益さだからである。

§5

​5. Ἐπὶ δὲ τῶν χειρουργιῶν, ὅσαι διὰ τομῆς εἰσιν ἢ καύσιος, τὸ ταχέως ἢ βραδέως ὁμοίως ἐπαινεῖται· χρῆσις γάρ ἐστιν ἀμφοτέρων αὐτῶν. Ἐν οἷς μὲν γάρ ἐστι διὰ μιῆς τομῆς ἡ χειρουργία, χρὴ ποιέεσθαι ταχεῖαν τὴν διαίρεσιν· ἐπεὶ γὰρ συμβαίνει τοὺς τεμνομένους πονέειν, τὸ λυπέον μὲν ὡς ἐλάχιστον χρόνον δεῖ παρεῖναι τοῦτο δὲ ἔσται ταχείης τῆς τομῆς γενομένης. Ὅπου δὲ πολλὰς ἀναγκαῖον γενέσθαι τὰς τομὰς, βραδείῃ χρηστέον τῇ χειρουργίᾳ· τὸ μὲν γὰρ ταχὺ ξυνεχῆ ποιέει τὸν πόνον καὶ πουλύν· τὸ δὲ διαλιπὸν ἀνάπαυσιν ἔχει τινὰ τοῦ πόνου τοῖς θεραπευομένοις.

​5. 切開や焼灼によるすべての外科手術において、迅速に行うことと、ゆっくり行うこととは同様に賞賛される。なぜなら、それら両方に用途があるからである。すなわち、一回の切開によって外科手術が行われる場合には、素早い切開を行うべきである。なぜなら、切開を受ける者が痛みを感じるのは避けられないので、苦痛を与えるものはできる限り短い時間だけ存在するべきであり、これは迅速な切開が行われることによって達成されるからである。一方、多くの切開を行う必要がある場合には、ゆっくりとした外科手術を用いるべきである。というのも、迅速なのは、継続的で激しい痛みを生み出すが、間隔を置くことは、治療を受ける者にとって痛みのいくらかの休息をもたらすからである。

§6

​6. Τὸ δ’ αὐτὸ ἐπὶ τῶν ὀργάνων λέγοιτ’ ἄν· τοῖς δὲ μαχαιρίοις ὀξέσι τε χρῆσθαι καὶ πλατέσιν οὐκ ἐπὶ πάντων ὁμοίως παραγγέλλομεν· μέρη γάρ τινά ἐστι τοῦ σώματος, ἃ ἐν τάχει μὲν ἔχει τὴν ῥύμην τοῦ αἵματος, καὶ κατασχεῖν ἐστιν οὐ ῥηΐδιον· ταῦτα δέ ἐστιν οἵ τε κίρσοι καί τινες ἄλλαι φλέβες· τὰς μὲν τομὰς χρὴ εἶναι τῶν τοιουτέων στενάς· οὐ γὰρ οἷόν τε τὴν ῥύσιν γενέσθαι κατακορῆ· ξυμφέρει δέ ποτε ἀπὸ τῶν τοιουτέων αἵματος ἀφαίρεσιν ποιέεσθαι. Πρὸς δὲ τοὺς ἀκινδύνους τόπους καὶ περὶ οὓς μὴ λεπτόν ἐστι τὸ αἷμα, πλατυτέροις χρῆσθαι τοῖς μαχαιρίοισι· τὸ γὰρ αἷμα πορεύοιτ’ ἂν, ἄλλως δὲ οὐδαμῶς·2 πάνυ δ’ ἔστιν αἰσχρὸν μὴ ξυμβαίνειν ἀπὸ τῆς χειρουργίης ὅ τι θέλει.

​6. 器具についても同じことが言える。すなわち、鋭く幅の広いメスを用いることは、すべてのケースにおいて一様に推奨されるわけではない。なぜなら、身体のいくつかの部位は、血流の勢いが急速であり、止めるのが容易ではないからである。これらは静脈瘤や他のいくつかの静脈である。そのような部位の切開は狭くあるべきである。過度の流血が生じることはあり得ないからである。しかし、そのような部位から瀉血することが有益な場合もある。一方、危険のない部位、およびその周辺で血液が希薄でない部位に対しては、より幅の広いメスを用いるべきである。そうして初めて、血液は流れるのであり、そうでなければ決して流れないからである。外科手術から、意図する結果が得られないのは、極めて不名誉なことである。

§7

​7. Δύο δὲ τρόπους φαμὲν χρησίμους εἶναι σικυῶν· ὅτε μὲν γὰρ ῥεῦμα ξυνεστηκὸς πόῤῥω τῆς ἐπιφαινομένης σαρκός [ἐστι], τὸν μὲν κύκλον αὐτῆς εἶναι δεῖ βραχὺν, αὐτὴν δὲ γαστρώδη, μὴ προμήκη τὸ πρὸς τὴν χεῖρα μέρος, μὴ βαρεῖαν· τοιαύτην γὰρ οὖσαν ἕλκειν ἐς ἰθὺ ξυμβαίνει, καὶ τοὺς ἀφεστῶτας ἰχῶρας καλῶς ἀνεσπάσθαι πρὸς τὴν σάρκα· τοῦ δὲ πόνου [διὰ] πλείονος κατεσκεδασμένου3 τῆς σαρκὸς, τὰ μὲν ἄλλα παραπλησίην, τὸν δὲ κύκλον μέγαν· οὕτω γὰρ ἐκ πλείστων μερῶν εὑρήσεις ἄγουσαν ἐς ὃν δεῖ τὸ λυποῦν τόπον· οὐ γὰρ οἷόν τε μέγαν εἶναι τὸν κύκλον, μὴ συναγομένης τῆς σαρκὸς ἐκ πλείονος τόπου. Βαρεῖα δ’ οὖσα ῥέπει καὶ ἐς τοὺς ἄνω τόπους· κάτω δὲ μᾶλλον τὴν ἀφαίρεσιν [ποιέειν δεῖ], καὶ πολλάκις ὑπολείπεσθαι τὰς νούσους [ξυμβαίνει]. Τοῖσι μὲν οὖν ἐφεστῶσι ῥεύμασι καὶ μακρὰν ἀπέχουσιν ἀπὸ τῶν ἄνω τόπων οἱ πλατεῖς κύκλοι πολλὰ ξυνεπισπῶνται παρὰ τῆς ἄλλης σαρκός· ἐπιπροσθεῖν οὖν ξυμβαίνει τὴν ἐντεῦθεν ἑλκομένην νοτίδα τῷ ξυναγομένῳ κάτωθεν ἰχῶρι, καὶ τὰ μὲν ἐνοχλεῦντα ὑπολείπεσθαι, τὰ δ’ οὐδὲν λυπέοντα ἀφαιρεῖσθαι. Μέγεθος δὲ σικύης τί χρήσιμον στοχάζεσθαι χρὴ πρὸς τὰ μέρη τοῦ σώματος, οἷς ἂν δέῃ προσβάλλειν. Ὅταν δὲ κατακρούῃ, κάτωθεν ἕλκεσθαι· τὸ γὰρ αἷμα φανερὸν εἶναι δεῖ τῶν χειρουργουμένων τόπων· ἄλλως δὲ οὐδὲ τὸν κύκλον τὸν ἑλκυσθέντα χρὴ κατακρούειν· εὐτονωτέρη γάρ ἐστιν ἡ σὰρξ τοῦ πονήσαντος· μαχαιρίοις δὲ τοῖς καμπύλοις ἐξ ἄκρου μὴ λίην στενοῖς· ἐνίοτε γὰρ ἰχῶρες ἔρχονται γλίσχροι καὶ παχεῖς, κίνδυνος οὖν ἐστιν ὑποστῆναι τῇσι τομῇσιν, ὅταν στεναὶ τμηθέωσιν.

​7. 吸角には二つの有用なタイプがあると我々は言う。すなわち、滞留している流体が、表面に見えている肉から遠く離れたところにあるときには、その円は小さく、それ自体は丸く膨らんだ形で、手で持つ部分は長くなく、重くないものでなければならない。そのような形状であれば、真っ直ぐに引っ張ることができ、離れた場所にある分泌液を肉の表面へと上手く引き上げることができるからである。一方、痛みが肉のより広い範囲に拡散しているときには、他の点では同様の形状でありながら、円が大きいものを用いるべきである。そうすれば、最も多くの部位から、苦痛を、本来行くべき場所へと導くことができるからである。なぜなら、より広い場所から肉が引き集められない限り、円が大きくなることはあり得ないからである。もし吸角が重ければ、上の方向へと傾いてしまう。しかし、吸引はより下方へと行われるべきであり、そうでなければ病が取り残されてしまうことがしばしば起こるからである。それゆえ、滞留している流体や、上の部位から遠く離れた場所にあるものに対して、広い円は、他の肉から多くのものを同時に引き寄せてしまう。したがって、そこから引き出される水分が、下から引き集められる分泌液を遮ることになり、その結果、害をなしているものが取り残され、少しも害をなしていないものが取り除かれることになってしまう。吸角のいかなる大きさが有用であるかは、それを適用すべき身体の部位に応じて推し量らねばならない。乱刺して切開を施すときには、下から吸引すべきである。外科手術を行う部位から血液が現れる必要があるからである。そうでなければ、吸引された円形の部位に切開を施してはならない。痛んでいる患者の肉はより張り詰めているからである。また、先端が曲がっており、あまり狭すぎないメスを用いるべきである。なぜなら、ときには粘り気があり濃い分泌液が出てくることがあり、もし切開口が狭く切られているなら、それらが切開口のところで滞ってしまう危険があるからである。

構文注3 件
  1. 4ὅκως μηδὲ [τὸν] ἀσθενῆ λελήθῃ

    「患者自身にも隠れていないようにする」という二重否定(μηδέ + 擬似中動相の λανθάνω)は、「患者自身も十分に自覚し、理解しているようにする」という積極的な意味を持つ。接続法 λελήθῃ は目的節 ὅκως に導かれており、直前の不定詞 συνορῇν とともに医師のなすべき考慮を表す。

  2. 6πορεύοιτ’ ἂν, ἄλλως δὲ οὐδαμῶς

    希求法+ἂν(πορεύοιτ’ ἂν)はここでは潜在・可能性、あるいは緩やかな主張を表し、「そうして初めて血液が流れるだろう」という意味になる。続く ἄλλως δὲ οὐδαμῶς(そうでなければ決して流れない)によって、幅広のメスを用いる必要性が強調されている。

  3. 7τοῦ δὲ πόνου [διὰ] πλείονος κατεσκεδασμένου

    属格独立構文(genitive absolute)であり、原因または条件を表す。κατεσκεδασμένου は κατασκεδάννυμι(散らす、拡散させる)の完了受動分詞属格単数男性形である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0627.tlg049.humanitext-grc1:4-7