Humanitext Reader

希波克拉底 · 论骨的本性 §17-19

自下肢至心脏的血管走向与心脏搏动

第 7 段,共 7 段 · 希腊语

内容简介

在第17至19章中,详细描述了另一根血管自足部折返,经膝盖、大腿和髋部上升,连接肝脏、脾脏,并最终通往肺部和心脏的解剖学路径。文中还阐述了心脏如何控制全身血管,并通过其收缩与舒张引起皮肤颜色的变化。

§1717. Αὐτὴ δὲ ὑποδεδράμηκε κάτωθεν τοῦ ποδὸς ὑπὸ τὸν ταρσόν.
17. 它自身已从足底下方延伸至足跗下方。
Καὶ ἐνταῦθα διαπλέξασα καὶ ἐς τὸν μέγαν δάκτυλον ἐνερείσασα διπλῆν ἔναιμον φλέβα, ἄνωθεν ὑπὸ τὸ δέρμα ἐκ τοῦ ταρσοῦ ἀνακέκαμπται, καὶ πέφανται παχυνθεῖσα παρὰ τὸ ἐκτὸς τοῦ σφυροῦ, καὶ νέμεται ἄνω παρὰ τοῦ ἀντικνημίου τὴν ἀντιβεβλημένην κερκίδα· παρὰ δὲ τὴν γαστροκνημίην οἷον σφενδόνην πεποίηται· τὸ δ’ ἐντεῦθεν τέταται παρὰ τοῦ γούνατος τὸ ἐντός· ἐπιβέβληκε δὲ καὶ τῇ ἐπιγουνατίδι φλέβας, καὶ κατὰ τὸ ἐντὸς τῆς ἐπιγουνατίδος ἐπίκοιλον ἐμπέπλεχε φλέβα· ἥν τις εἰ πονήσῃ, τάχιστα ξυνάγει χολώδεα ἰχῶρα.
在涉足该处并交织之后,它向大脚趾插入了一根双重的、充满血液的血管,然后从足跗上方在皮肤下折转,并在外踝旁变粗而显现出来,沿着与胫骨相对的腓骨向上分布;在腓骨与腓肠肌旁,它形成了一个如投石带般的结构;自该处起,它沿着膝盖内侧延伸;它还向膝盖骨投送了血管,并在膝盖骨内侧凹陷处交织了一根凹陷的血管;如果有人在此处受伤,它会极快地聚积胆汁样的浆液。
Διώρμηκε δὲ αὐτὴ κατὰ τὸ ἐντὸς καὶ κοῖλον τοῦ γούνατος· ἀποκεκάρπωκε δὲ καὶ εἰς τὰς ἰγνύας πολυπλόκους φλέβας, αἳ ἐντεῦθεν παρατείνουσαι κατὰ τὰ ὑποκάτω νεῦρα τοῦ μηροῦ κατεῤῥίζωνται ἐς τοὺς ὄρχιας καὶ ἐς τὸν ἀρχὸν, καὶ περὶ τὸ ἱερὸν δὲ ὀστέον λελεπτυσμέναι ἡνωμέναι περιτέτανται.
它自身已沿着膝盖内侧和凹陷处冲过;它还向膝窝分支出复杂的血管,这些血管自该处起沿着大腿下方的腱延伸,扎根于睾丸和直肠,并在骶骨周围变细且结合在一起,环绕延伸。
§1818. Ἡ δὲ ἀφιγμένη παρὰ τοῦ γούνατος τὸ ἐντὸς ἄνω παρὰ τοῦ μηροῦ τὸ ἐντὸς ἀνίεται ἐς τὸν βουβῶνα, καὶ διὰ τοῦ ἰσχίου πέρην πρὸς τὴν ἄκανθαν καὶ τὴν ψύαν ἐκτὸς ἔχουσα, παχεῖα καὶ πλατεῖα καὶ ἔναιμος, ἄνω ὤρεκται πρὸς τὸ ἧπαρ· καὶ διακραίην ἐκφύσασα ἔναιμον, κατέχει ἐς τὸν νεφρὸν [καὶ] τὸν δεξιὸν λοβὸν τὸν ἡπατιαῖον.
18. 而从膝盖内侧到达的血管,沿着大腿内侧向上升至腹股沟,并穿过髋骨向脊椎方向延伸,将腰大肌置于外侧,粗大、扁平且多血,向上伸向肝脏;在发出一个多血的侧支后,它占据了肾脏和肝脏右叶。
Αὕτη δὲ ὑποκάτω τοῦ ἥπατος ὑπονησαμένη, ἀπέσχισται ἐς φλέβα παχέην· ἡ δ’ ἀποκαμφθεῖσα ἐσπέφυκεν ἐς τὸ παχὺ τοῦ ἥπατος· καὶ τὸ μὲν αὐτῆς ἐπιπολάζον ἐπὶ τοῦ σπλάγχνου πέφυκεν, ἐν ᾧπερ ἡ χολή ἐστι, καὶ πολύῤῥιζος καὶ διὰ τοῦ ἥπατος πεπλεκτανωμένη· τὸ δὲ διὰ τῶν ἐντὸς αὐτοῦ ὠχέτευται.
这根血管在肝脏下方形成铺垫,并分裂成一根粗大的血管;而折转的那一根则深入生长在肝脏的肥厚部分;其表浅的部分生长在含有胆汁的脏器之上,多根且在肝脏中呈网状交织;另一部分则穿过肝脏内部呈管状分布。
Δύο δὲ ἐκπεπλώκασι φλέβες μεταξὺ δύο λοβῶν τῶν πλατέων· καὶ μία μὲν διὰ τῶν κορυφῶν καὶ τοῦ δέρματος διασχοῦσα ἐκ τοῦ ὀμφαλοῦ ἀνῆκται· ἡ δὲ ἑτέρη πιέσασα ἐς τὴν ἄκανθαν καὶ ἐς τὸν νεφρὸν ἠγκυροβόληται ἐς τὴν κύστιν τε καὶ τὸ αἰδοῖον.
在两个扁平的叶之间伸出了两根血管;其中一根穿过顶端和皮肤,悬挂于脐部;另一根则压迫脊椎和肾脏,锚定在膀胱和阴茎上。
Ἐκ δὲ τοῦ ἰσχίου ἀρχομένη ἀνιέναι ἐπὶ τὸ ἦτρον, πολλὰς ἀπεπλάνησε φλέβας· καὶ τάς τε πλευρὰς καὶ τοὺς σφονδύλους ἐνεκρίκωσε πρὸς τὴν ἄκανθαν, καὶ ταύτας παραφυάδας ἐνεφλεβοτόμησε, καὶ τὰ ἔντερα καὶ τὴν νηδὺν ἐνειλίξατο.
从髋骨开始向上腹部上升时,它分出了许多迷走血管;它将肋骨和椎骨如环般连接到脊椎上,并将这些侧支作为血管开通,包绕了肠和腹腔。
Καὶ αἱ μὲν ἀπὸ τοῦ ἤτρου ἔς τε τοὺς μαζοὺς καὶ ὑπὲρ ἀνθερεῶνα καὶ τὰς ἀκρωμίας ἐπορεξάμεναι κατεπλάκησαν· ἡ δ’ ἀφιγμένη παρὰ τὸ παχὺ τοῦ ἥπατος καὶ ἀποσυριγγώσασα τὴν χολὴν ἄνω ὑπὸ τὴν ἄκανθαν νέμεται διὰ τῶν φρενῶν ὁδὸν ποιησαμένη.
而来自下腹部的血管,向乳房、下颌上方及肩峰延伸并向下交错;而到达肝脏肥厚部分旁并管状排出胆汁的那一根,则在穿过横膈膜后,在脊椎下方向上分布。
Ἡ δὲ ἐκ τῶν ἀριστερῶν φλὲψ τὰ μὲν ἄλλα τὴν αὐτὴν φύσιν ἐῤῥίζωται τῇ ἐν τοῖσι δεξιοῖσιν, ἐκ τῶν ἀριστερῶν ἐς τὸ ἧπαρ ἀνιοῦσα οὐκ ἐκβάλλει, ἀλλ’ ἐς τὸν σπλῆνα ἐμπέφυκε κατὰ τὴν κεφαλὴν τὴν ἐν τῷ πάχει αὐτέου· ἐντεῦθεν δὲ κατεδύσατο ἐς τὸ ἐντὸς, καὶ ἠραχνίωκε τοῦ σπληνὸς ἐναίμοισι φλεβίοισιν· ὁ δὲ ὅλος ἐκ τοῦ ἐπιπλόου αἰωρεῖται τοῖσιν ἐξ ἑωυτέου φλεβίοισιν ἐναιματώσας αὐτό.
左侧的血管在其他方面的性质上与右侧相同并扎根,但从左侧向上行时不排入肝脏,而是生长在脾脏肥厚部分的头端;自该处它深入内部,并用多血的微血管在脾脏中织成蜘蛛网状;而整个脾脏则通过自身分出的微血管悬挂在大网膜上,使大网膜充血。
Αἱ δὲ ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς πρὸς τὴν ἄκανθαν ἐγχρίπτουσαι διὰ τῶν φρενῶν διωρμήκασιν.
那些从脾脏头端贴近脊椎的血管,已穿过横膈膜冲出。
§1919. Ἐντεῦθεν δὲ κάτω καὶ ἡ δεξιὴ καὶ ἡ ἀριστερὴ ὑπὸ τὸν πνεύμονα ἐλήλαται· αἱ δὲ ἐναίμονες ἐοῦσαι ὑπ’ αὐτὸν ἐξοχετεύονται ἐς αὐτόν.
19. 自该处向下,右侧和左侧的血管都被驱至肺部下方;而多血的血管则从其下方注入肺部。
Ὀλίγαιμοι δὲ καὶ λεπταὶ αἱ ἀπὸ τοῦ πνεύμονος ἔσωθεν γενόμεναι τῇ φύσει ἀραιοῦ ἐόντος, ἐς τὴν καρδίην, ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι, ἐγκεχαλίνωνται περὶ τὰ ὦτα αὐτέης, καὶ ἐς τὰ κοῖλα τὰ ἐντὸς διεῤῥυήκασιν.
由于肺在性质上是稀疏的,从肺内部产生的血管含血少且细,它们流向心脏,仿佛被心脏吸出一般,在心耳周围如被套上缰绳般结合,并流入其内部的空洞。
Ἐμβάλλουσι δὲ καὶ αἱ πρότεραι καὶ αὗται ἐς αὐτήν· ἐν γὰρ στενοχωρίῃ τῆς διόδου ἐνίδρυται ὡς ἐκ παντὸς τοῦ σώματος τὰς ἡνίας ἔχουσα· διὸ καὶ παντὸς τοῦ σώματος περὶ τὸν θώρηκα μάλιστά ἐστιν ἡ αἴσθησις.
此前的血管和这些血管都注入心脏;因为心脏处于通道的狭窄之处,仿佛掌握着来自全身的缰绳;因此,全身的知觉也主要集中在胸部周围。
Καὶ τῶν χρωμάτων αἱ μεταβολαὶ γίνονται, ταύτης ἀποσφιγγούσης τὰς φλέβας καὶ χαλώσης· χαλώσης μὲν οὖν, ἐρυθρὰ τὰ χρώματα γίνεται καὶ εὔχροα καὶ διαφανέα· συναγούσης δὲ, χλωρὰ καὶ πελιδνά· τὰ τοιαῦτα δὲ παραλλάσσει ἐκ τῶν παρεόντων ἑκάστῳ χρωμάτων.
而颜色的变化发生于心脏紧缩血管和放松血管之时;当放松时,颜色变得红润、气色好且透明;而当收缩时,则变得苍黄和发青;这些变化根据每个人原本具有的颜色而有所差异。

词汇与语法注释

  1. §17τὴν ἀντιβεβλημένην κερκίδα — 与动词 `νέμεται`(分布)连用的方向或基准宾格。在解剖学中,`κερκίς` 通常指上肢的桡骨,但在下肢语境中,它指代与胫骨(`ἀντικνήμιον`)相对的骨头,即腓骨(fibula)。
  2. §17οἷον σφενδόνην πεποίηται — 动词 `πεποίηται` 是中动语态,意为“(作为主语的血管为自身)形成了”。`σφενδόνη`(投石带)是一个比喻,用来描述血管像吊带或环一样环绕腓肠肌运行的独特解剖学形态。
  3. §18ὑπονησαμένη — 动词 `ὑπονήχομαι`(在下方游动、漂浮)的不定过去时分词。它描述了血管沿着肝脏底面水平铺展,仿佛在下方漂浮,或像垫子、床一样紧密贴合的解剖学状态。
  4. §19ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι — 表示客观原因的连接词 `ἅτε` 结合被动分词 `ἐξαθελγόμεναι`(源自 `ἐξαθέλγω`:挤出、吸出)。这解释了当时的生理学模型,即心脏发挥着像泵一样的吸引作用,主动将血液从肺部吸出。

引用这一段

希波克拉底, 论骨的本性 §17-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:17-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。