Humanitext Reader

希波克拉底 · 论骨的本性 §14-16

通往肺部与生殖器的血管及射精机制

第 6 段,共 7 段 · 希腊语

内容简介

描述分布至肺部、生殖器和下半身的主要血管走形,并阐释勃起、射精以及产生快感的解剖学与生理学吸引机制。

§1414. Ἐντεῦθέν τε ἡ ψλὲψ αὕτη κατέχει τὸν πλεύμονα, καὶ διὰ τῶν λοβῶν τῶν δύο τῶν μεγάλων τῶν ἔσω τετραμμένων ὑπὸ τὰς φρένας ἐπιτέταται τῇ ἀκάνθῃ λευκὴ καὶ νευρώδης, διαπέμπουσα φλέβια διὰ τοῦ ἄλλου σώματος πεπυκνωμένου, ἔντονα δὲ, διά τε τῶν σφονδύλων πυκνοῖσι φλεβίοισιν ἐς τὸν νωτιαῖον μυελὸν ἐγκισσεύεται.
14. 从那里起,这根血管分布于肺部,并通过向内折转的两个大叶,在横膈膜下方延伸于脊椎之上,呈现白色且呈腱状,穿过其余增厚的身躯输送紧绷的微血管,并通过椎骨,以密集的微血管如常春藤般缠绕于脊髓中。
Καὶ αἱ μὲν ἄλλαι φλέβες ἐν τῷ σώματι τεταμέναι, ἐκ πάντων τῶν μερῶν συντείνουσαι ἐς τὴν ἄκανθαν, τὸ λεπτότατον καὶ εἰλικρινέστατον ἑκάστη ξυνάγουσα, ἐνταῦθ’ ἐξερεύγεται.
而在身体中延伸的其他血管,从所有部位向脊椎延伸,各自收集最细微、最纯净的部分,并在该处排出。
Αὕτη δὲ ἡ ἐπιτεταμένη διὰ τῶν καθειμένων πλεκτανέων ἐς ταὐτὸ ξυνάγει· ἐντεῦθεν δὲ καὶ ἐς τοὺς νεφροὺς ἀπεῤῥίζωται παρὰ τὴν νόθον πλευρὴν λεπτῇσι καὶ ἰνώδεσι φλεψὶ, καὶ τὸ ἐντεῦθεν συντείνουσα ξυμπεπύκνωται, ἔπειτα καὶ νενεύρωται πρὸς τὸν ἀρχὸν, πιέσασά τε τοὺς ξυναγωγέας ἐμπέφυκεν αὐτῷ· τήν τε κύστιν καὶ τοὺς ὄρχιὰς καὶ τοὺς παραστάτας ἐῤῥίζωκε πολυπλόκοισι λεπτῇσι τε καὶ στερεῇσι καὶ ἰνώδεσι φλεψίν.
而这根延伸的血管,通过下垂的网状结构,将它们收集到同一地方;自该处起,它还沿着假肋通过细小而呈纤维状的血管扎根于肾脏,并从那里延伸收缩,进而朝向直肠呈腱状,压迫括约肌并与其一体化;它还通过复杂、细小、坚硬且呈纤维状的血管,使膀胱、睾丸及副睾生根。
§1515. Ἐντεῦθεν αὐτῆς τὸ παχύτατον καὶ ἰθύτατον ἀνάπαλιν τραπὲν, προσκεκαύληκεν ὅπερ ἐστὶν αἰδοῖον· ἐν δὲ τῇ ἀνακάμψει ἐνῆρται ἐς τὰ αὐτὰ ταῦτα, καὶ διὰ τοῦ κτενὸς ἄνω ὑπὸ τὸ δέρμα τῆς γαστρὸς ἐκ τῆς φλεβὸς αὐτέης ὡρμήκασι πρὸς τὰς κάτω φερούσας, αἳ ἐς ἀλλήλας ἐποχετεύονται· διαπεφύκασι δὲ καὶ διὰ τοῦ αἰδοίου φλέβες παχεῖαι καὶ λεπταὶ καὶ πυκναὶ καὶ καμπύλαι.
15. 从那里起,它最粗、最直的部分反向折转,如茎般延伸至阴茎这一器官;在折转处,它附着于这些相同的器官上,并穿过耻骨向上,在腹部皮肤下方,自该血管本身向那些向下延伸并互相注入的血管行进;穿过阴茎还生长着粗、细、密、弯的血管。
Τῇσι δὲ θηλείῃσιν αὐτὴ ξυντείνει ἐς τὰς μήτρας, ἐς τὴν κύστιν καὶ ἐς τὴν οὐρήθρην· ἐντεῦθεν δὲ ἰθυπόρηκε, καὶ τῇσι γυναιξὶ μὲν περὶ τὰς μήτρας ἤρτηται, τοῖσι δὲ ἄῤῥεσι περὶ τοὺς ὄρχιας ἐσπείρωται.
在女性中,它延伸至子宫、膀胱和尿道;自该处起,它直行,在妇女中悬挂于子宫周围,在男子中则螺旋状缠绕于睾丸周围。
Διὰ ταύτην τὴν φύσιν αὐτὴ ἡ φλὲψ καὶ τὰ γόνιμα πλεῖστα ξυλλαμβάνει· ἀπὸ γὰρ τῶν πλείστων καὶ εἰλικρινεστάτων μερῶν τρεφομένη, ὀλίγαιμός τε οὖσα καὶ κοίλη καὶ νευρόπαχυς καὶ πνευματώδης, ἐντεινομένη τε ὑπὸ τοῦ αἰδοίου, τὰ καθειμένα ἐς τὴν ἄκανθαν φλέβια βιάζεται, τὰ δὲ βιαζόμενα ὥσπερ σικύη ἐς ἑωυτὰ πάντα ἐκδιδοῖ ἐς τὴν ἄνω φλέβα· συλλείβεται δὲ καὶ ἐκ τῶν ἄλλων μελῶν τοῦ σώματος ἐς ταύτην· τὸ δὲ πλεῖστον, ὥσπερ εἴρηται, ἀπὸ τοῦ μυελοῦ συναλίζεται.
由于这种性质,这根血管本身也接纳了最多的生殖物质;因为它是从最丰富、最纯净的部分获得营养,且含血少、空腔、腱粗且富含气体,当因阴茎而拉紧时,它会压迫向下行至脊椎的微血管,而那些被压迫的微血管就像吸角一样,将自身中的一切排入上方的血管中;从身体的其他部位也向这里汇流;但如前所述,大部分是从脊髓中收集而来的。
Ἡ δὲ ἡδονὴ τουτέῳ παραγίνεται τῆς φλεβὸς ταύτης πληρευμένης τῆς γονῆς· εἰωθυίης οὖν τὸν ἄλλον χρόνον ὑφαίμου τε εἶναι καὶ πνευματώδεος πληρευμένης τε καὶ θερμαινομένης, καὶ ξυῤῥέοντος κάτω τοῦ σπέρματος, περισφίγγει τὰ ἐν ἑωυτῇ.
当这根血管被生殖液充满时,人便会产生快感;因此,平时含血少而富含气体的血管,在被充满并变热、且精液向下汇流时,便会紧缩自身内部之物。
Τὸ δὲ πνεῦμα τὸ ἐνεὸν καὶ ἡ παροῦσα βίη καὶ ἡ θερμότης καὶ τῶν φλεβίων πανταχόθεν ἡ ξυντονίη γαργαλισμὸν ἐμποιέει.
其中的气体、现有的力量、热量以及来自四面八方的微血管的紧张,引起了发痒(兴奋)。
§1616. Ἐκείνη δὲ ἀφ’ ἑωυτῆς διέβλαστε, διά τε τοῦ μεταφρένου καὶ τῆς σφαγῆς παρὰ τὴν ἄκανθαν νεμομένη, πολλοῖσι φλεβίοισι τὰς πλευρὰς διαπέπλοχε· καὶ τοὺς σφονδύλους διὰ τῶν σαρκῶν ἐπηλλαγμένως ξυμπεπύκνωκεν, ὥστε τρόφιμός τε καὶ ἔναιμος εἶναι.
16. 另一根血管自自身分出,穿过背部和喉部沿着脊椎分布,以许多微血管交织于肋骨间;它通过肌肉使椎骨交错紧密结合,从而富含营养且多血。
Αὐτὴ δὲ παρὰ τὸν γλουτὸν ἴεται, διὰ τοῦ μυὸς; ὑπὸ τῷ μηρῷ ὑποβρυχίη· πρὸς δὲ τοῦ γλουτοῦ τῇ κοτυλίδι τοῦ μηροῦ παρὰ τὴν κεφαλὴν ἐστετρύπηκε φλεβὶ, ἥπερ ἀναπνοὴν τῷ μηρῷ παρέχει· καὶ περᾷ τὸν μηρὸν παρὰ τὴν πρὸς τὸ γόνυ καμπήν· ἑτέρην δὲ παρὰ τὸν βουβῶνα καθῆκε πυκινόῤῥιζον καὶ δυστράπελον.
它自身沿着臀部行进,在大腿下方的肌肉中深藏运行;在臀部附近大腿骨头旁的关节窝处,它有一根血管穿透其中,为大腿提供呼吸;它通过大腿,到达靠近膝盖的弯曲处;另一根血管它沿着腹股沟下行,根部密集且难以转动。
Ἡ δὲ διὰ τοῦ μυὸς τείνουσα περί τε τὸ γόνυ ἐσπείρωται, καὶ διὰ τοῦ ὀστέου τοῦ κνημιαίου ἄκρου σεσυρίγγωκε φλέβα, ἣ τρέφει τὸν μυελὸν, καὶ ἐξοχετεύεται διὰ τοῦ νερτάτου τοῦ κνημιαίου, παρὰ τὴν ἔνδεσιν τοῦ ποδός.
而穿过肌肉延伸的那根血管则在膝盖周围螺旋缠绕,并穿过胫骨末端的骨头形成管腔,拥有一根滋养骨髓的血管,并穿过胫骨最下部、沿着足部连接处排出。
Αὐτὴ δὲ διὰ τῆς ἐπιγουνίδος ἐς τὸ ἐντὸς διὰ τῆς κνήμης τοῦ μυὸς βρυχίη τέταται, καὶ ἐμπέπλοχε διὰ τοῦ σφυροῦ ἐντὸς παχέη καὶ ἔναιμος, καὶ ἐνταῦθα περὶ τὸ σφυρὸν καὶ τὸν τένοντα δυσκρίτους φλέβας μεμήρυκεν.
它自身穿过膝盖骨向内延伸,深藏于下腿的肌肉中,并在内踝处交错,粗大且多血,在该处,它在踝部和腱周围缠绕着难以辨认的血管。

词汇与语法注释

  1. 14ἐγκισσεύεται — 动词意为“如常春藤般缠绕”(源自 κισσός),主语是前文的中性复数名词 φλέβια(微血管),符合古典希腊语中中性复数主语接单数动词的语法规则。
  2. 14ἑκάστη ξυνάγουσα, ἐνταῦθ’ ἐξερεύγεται — 分词 ξυνάγουσα 与动词 ἐξερεύγεται 的主语是 ἑκάστη(每一个,阴性单数),它将前文的复数名词 αἱ μὲν ἄλλαι φλέβες(其他血管)中的各个成员作为个体单独受词,并呈单数一致。
  3. 15ὥσπερ σικύη — “如同吸角(拔罐)”这一比喻解释了一种生理机制,即在勃起时,血管因紧绷而在内部产生负压(吸引力),从而将脊椎周围微血管中的生殖物质吸入大血管中。
  4. 16ἐστετρύπηκε φλεβὶ — 不及物动词完成时 ἐστετρύπηκε 意为“被穿透”或“有孔”,伴随表示手段或原因的与格 φλεβὶ(通过血管),描述了在髋关节窝处存在供血管通过之孔洞的解剖学结构。

引用这一段

希波克拉底, 论骨的本性 §14-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:14-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。