§1717. Αὐτὴ δὲ ὑποδεδράμηκε κάτωθεν τοῦ ποδὸς ὑπὸ τὸν ταρσόν.
17. この血管自体は、足の下側を通って足底の下へと走っている。
Καὶ ἐνταῦθα διαπλέξασα καὶ ἐς τὸν μέγαν δάκτυλον ἐνερείσασα διπλῆν ἔναιμον φλέβα, ἄνωθεν ὑπὸ τὸ δέρμα ἐκ τοῦ ταρσοῦ ἀνακέκαμπται, καὶ πέφανται παχυνθεῖσα παρὰ τὸ ἐκτὸς τοῦ σφυροῦ, καὶ νέμεται ἄνω παρὰ τοῦ ἀντικνημίου τὴν ἀντιβεβλημένην κερκίδα·
そしてそこで、網の目のように交差して、親指に二本の血に満ちた血管を挿入し、足底から上方の皮膚の下を通って逆方向に曲がり、外くるぶしの傍らで太くなって現れ、脛骨の向かい側にある腓骨に沿って上方へと分布している。
παρὰ δὲ τὴν γαστροκνημίην οἷον σφενδόνην πεποίηται·
そして、ふくらはぎの傍らで、まるで投石器の帯のような形状を作っている。
τὸ δ’ ἐντεῦθεν τέταται παρὰ τοῦ γούνατος τὸ ἐντός· ἐπιβέβληκε δὲ καὶ τῇ ἐπιγουνατίδι φλέβας, καὶ κατὰ τὸ ἐντὸς τῆς ἐπιγουνατίδος ἐπίκοιλον ἐμπέπλεχε φλέβα·
そこから先は、膝の内側に沿って伸び、膝蓋骨にも複数の血管を配し、膝蓋骨の内側の凹んだところに、凹んだ血管を交差させている。
ἥν τις εἰ πονήσῃ, τάχιστα ξυνάγει χολώδεα ἰχῶρα.
もし誰かがこれを痛めると、きわめて速やかに胆汁のような漿液がそこに集まる。
Διώρμηκε δὲ αὐτὴ κατὰ τὸ ἐντὸς καὶ κοῖλον τοῦ γούνατος·
この血管自体は、膝の内側と凹んだ部分を通って勢いよく進む。
ἀποκεκάρπωκε δὲ καὶ εἰς τὰς ἰγνύας πολυπλόκους φλέβας, αἳ ἐντεῦθεν παρατείνουσαι κατὰ τὰ ὑποκάτω νεῦρα τοῦ μηροῦ κατεῤῥίζωνται ἐς τοὺς ὄρχιας καὶ ἐς τὸν ἀρχὸν, καὶ περὶ τὸ ἱερὸν δὲ ὀστέον λελεπτυσμέναι ἡνωμέναι περιτέτανται.
また、膝窩にも複雑な血管を分枝させており、それらはそこから大腿の下の腱に沿って伸びて、精巣と直腸に根づき、また仙骨の周囲で、細くなって互いに結合して、周囲に張り巡らされている。
§1818. Ἡ δὲ ἀφιγμένη παρὰ τοῦ γούνατος τὸ ἐντὸς ἄνω παρὰ τοῦ μηροῦ τὸ ἐντὸς ἀνίεται ἐς τὸν βουβῶνα, καὶ διὰ τοῦ ἰσχίου πέρην πρὸς τὴν ἄκανθαν καὶ τὴν ψύαν ἐκτὸς ἔχουσα, παχεῖα καὶ πλατεῖα καὶ ἔναιμος, ἄνω ὤρεκται πρὸς τὸ ἧπαρ·
18. 膝の内側から到達した血管は、大腿の内側に沿って上方へと鼠径部に昇り、大腰筋を外側にして、股関節を通って脊椎へと向かい、太く、平たく、血に満ちた状態で、上方へと肝臓に向かって伸びている。
καὶ διακραίην ἐκφύσασα ἔναιμον, κατέχει ἐς τὸν νεφρὸν [καὶ] τὸν δεξιὸν λοβὸν τὸν ἡπατιαῖον.
そして血に満ちた分枝を出して、腎臓と肝臓の右葉を占めている。
Αὕτη δὲ ὑποκάτω τοῦ ἥπατος ὑπονησαμένη, ἀπέσχισται ἐς φλέβα παχέην·
これは肝臓の下にクッションのようになって、太い血管へと分岐する。
ἡ δ’ ἀποκαμφθεῖσα ἐσπέφυκεν ἐς τὸ παχὺ τοῦ ἥπατος·
そして曲がった方の血管は、肝臓の厚い部分へと進入して生えている。
καὶ τὸ μὲν αὐτῆς ἐπιπολάζον ἐπὶ τοῦ σπλάγχνου πέφυκεν, ἐν ᾧπερ ἡ χολή ἐστι, καὶ πολύῤῥιζος καὶ διὰ τοῦ ἥπατος πεπλεκτανωμένη·
その表面の部分は、臓器の上に生えており、その中には胆汁があり、多くの根を持ち、肝臓を通り抜けて網の目のように編み合わされている。
τὸ δὲ διὰ τῶν ἐντὸς αὐτοῦ ὠχέτευται.
また、もう一方の部分は、肝臓の内部を通って管のように走っている。
Δύο δὲ ἐκπεπλώκασι φλέβες μεταξὺ δύο λοβῶν τῶν πλατέων·
二本の血管が二つの平たい葉の間から伸び出している。
καὶ μία μὲν διὰ τῶν κορυφῶν καὶ τοῦ δέρματος διασχοῦσα ἐκ τοῦ ὀμφαλοῦ ἀνῆκται·
そして、一方は頂部と皮膚を通って分かれ、臍から懸垂している。
ἡ δὲ ἑτέρη πιέσασα ἐς τὴν ἄκανθαν καὶ ἐς τὸν νεφρὸν ἠγκυροβόληται ἐς τὴν κύστιν τε καὶ τὸ αἰδοῖον.
他方は、脊椎と腎臓を圧迫して、膀胱と陰茎へと錨を下ろしている。
Ἐκ δὲ τοῦ ἰσχίου ἀρχομένη ἀνιέναι ἐπὶ τὸ ἦτρον, πολλὰς ἀπεπλάνησε φλέβας·
股関節から下腹部へと昇り始めると、多くの血管を分岐させる。
καὶ τάς τε πλευρὰς καὶ τοὺς σφονδύλους ἐνεκρίκωσε πρὸς τὴν ἄκανθαν, καὶ ταύτας παραφυάδας ἐνεφλεβοτόμησε, καὶ τὰ ἔντερα καὶ τὴν νηδὺν ἐνειλίξατο.
そして、肋骨と椎骨を脊椎に向かって輪のように結合し、これらを側枝として血管を開通させ、腸と腹部を包み込んでいる。
Καὶ αἱ μὲν ἀπὸ τοῦ ἤτρου ἔς τε τοὺς μαζοὺς καὶ ὑπὲρ ἀνθερεῶνα καὶ τὰς ἀκρωμίας ἐπορεξάμεναι κατεπλάκησαν·
そして、下腹部からの血管は、乳房へと、また顎の上や肩峰へと伸びて、下方に交差している。
ἡ δ’ ἀφιγμένη παρὰ τὸ παχὺ τοῦ ἥπατος καὶ ἀποσυριγγώσασα τὴν χολὴν ἄνω ὑπὸ τὴν ἄκανθαν νέμεται διὰ τῶν φρενῶν ὁδὸν ποιησαμένη.
一方、肝臓の厚い部分の傍らに達し、胆汁を管状に排出した方の血管は、横隔膜を通り抜ける通路を作って、脊椎の下を上方へと分布している。
Ἡ δὲ ἐκ τῶν ἀριστερῶν φλὲψ τὰ μὲν ἄλλα τὴν αὐτὴν φύσιν ἐῤῥίζωται τῇ ἐν τοῖσι δεξιοῖσιν, ἐκ τῶν ἀριστερῶν ἐς τὸ ἧπαρ ἀνιοῦσα οὐκ ἐκβάλλει, ἀλλ’ ἐς τὸν σπλῆνα ἐμπέφυκε κατὰ τὴν κεφαλὴν τὴν ἐν τῷ πάχει αὐτέου·
左側からの血管は、他の点では右側の血管と同じ性質で根づいているが、左側から肝臓へと昇る際にそこへ注ぎ込むことはなく、脾臓の厚い部分にある頭部のところで脾臓に進入して生えている。
ἐντεῦθεν δὲ κατεδύσατο ἐς τὸ ἐντὸς, καὶ ἠραχνίωκε τοῦ σπληνὸς ἐναίμοισι φλεβίοισιν·
そこから内側へと潜り込み、血に満ちた細血管によって脾臓に蜘蛛の巣のように網を張っている。
ὁ δὲ ὅλος ἐκ τοῦ ἐπιπλόου αἰωρεῖται τοῖσιν ἐξ ἑωυτέου φλεβίοισιν ἐναιματώσας αὐτό.
そして脾臓全体は、大網から懸垂しており、脾臓自体から出る細血管によって大網に血を供給している。
Αἱ δὲ ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς πρὸς τὴν ἄκανθαν ἐγχρίπτουσαι διὰ τῶν φρενῶν διωρμήκασιν.
脾臓の頭部から脊椎に向かって密着する血管は、横隔膜を通り抜けて勢いよく進んでいる。
§1919. Ἐντεῦθεν δὲ κάτω καὶ ἡ δεξιὴ καὶ ἡ ἀριστερὴ ὑπὸ τὸν πνεύμονα ἐλήλαται·
19. そこから下方へ、右と左の血管はいずれも肺の下を走っている。
αἱ δὲ ἐναίμονες ἐοῦσαι ὑπ’ αὐτὸν ἐξοχετεύονται ἐς αὐτόν.
そして血に満ちた血管は、肺の下からその内部へと注ぎ込んでいる。
Ὀλίγαιμοι δὲ καὶ λεπταὶ αἱ ἀπὸ τοῦ πνεύμονος ἔσωθεν γενόμεναι τῇ φύσει ἀραιοῦ ἐόντος, ἐς τὴν καρδίην, ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι, ἐγκεχαλίνωνται περὶ τὰ ὦτα αὐτέης, καὶ ἐς τὰ κοῖλα τὰ ἐντὸς διεῤῥυήκασιν.
肺は本性上まばらであるため、肺の内側から生じる血管は、血が少なく細い。 それらは、心臓によって吸い出されるようにして心臓へと至り、その心耳の周囲で手綱のように結びつき、内部の空洞へと流れ込んでいる。
Ἐμβάλλουσι δὲ καὶ αἱ πρότεραι καὶ αὗται ἐς αὐτήν·
前の血管もこれらの血管も、心臓へと注ぎ込む。
ἐν γὰρ στενοχωρίῃ τῆς διόδου ἐνίδρυται ὡς ἐκ παντὸς τοῦ σώματος τὰς ἡνίας ἔχουσα·
というのも、心臓は通路の狭い場所に位置しており、まるで全身からの手綱を握っているかのようだからである。
διὸ καὶ παντὸς τοῦ σώματος περὶ τὸν θώρηκα μάλιστά ἐστιν ἡ αἴσθησις.
それゆえ、全身の感覚は胸部の周囲に最も強く存在する。
Καὶ τῶν χρωμάτων αἱ μεταβολαὶ γίνονται, ταύτης ἀποσφιγγούσης τὰς φλέβας καὶ χαλώσης·
そして、心臓が血管を締めつけたり緩めたりすることによって、皮膚の色の変化が生じる。
χαλώσης μὲν οὖν, ἐρυθρὰ τὰ χρώματα γίνεται καὶ εὔχροα καὶ διαφανέα·
すなわち、緩めるときには、色は赤く、血色が良く、透明になる。
συναγούσης δὲ, χλωρὰ καὶ πελιδνά·
締めつけるときには、青白く、また鉛色になる。
τὰ τοιαῦτα δὲ παραλλάσσει ἐκ τῶν παρεόντων ἑκάστῳ χρωμάτων.
このような変化は、各人に元からある肌の色に応じて変化する。