← ヒポクラテス

骨の自然性について

§17-19

下肢から心臓への血管経路と心臓の拍動

第17章から第19章では、もう一方の血管が足から反転して膝、大腿、股関節を経て上昇し、肝臓、脾臓、そして肺や心臓へと至る解剖学的経路が詳細に記述される。また、心臓が全身の血管運動を司り、その収縮と弛緩によって皮膚の色が変化することが説明される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17

​17. Αὐτὴ δὲ ὑποδεδράμηκε κάτωθεν τοῦ ποδὸς ὑπὸ τὸν ταρσόν. Καὶ ἐνταῦθα διαπλέξασα καὶ ἐς τὸν μέγαν δάκτυλον ἐνερείσασα διπλῆν ἔναιμον φλέβα, ἄνωθεν ὑπὸ τὸ δέρμα ἐκ τοῦ ταρσοῦ ἀνακέκαμπται, καὶ πέφανται παχυνθεῖσα παρὰ τὸ ἐκτὸς τοῦ σφυροῦ, καὶ νέμεται ἄνω παρὰ τοῦ ἀντικνημίου τὴν ἀντιβεβλημένην κερκίδα·1 παρὰ δὲ τὴν γαστροκνημίην οἷον σφενδόνην πεποίηται·2 τὸ δ’ ἐντεῦθεν τέταται παρὰ τοῦ γούνατος τὸ ἐντός· ἐπιβέβληκε δὲ καὶ τῇ ἐπιγουνατίδι φλέβας, καὶ κατὰ τὸ ἐντὸς τῆς ἐπιγουνατίδος ἐπίκοιλον ἐμπέπλεχε φλέβα· ἥν τις εἰ πονήσῃ, τάχιστα ξυνάγει χολώδεα ἰχῶρα. Διώρμηκε δὲ αὐτὴ κατὰ τὸ ἐντὸς καὶ κοῖλον τοῦ γούνατος· ἀποκεκάρπωκε δὲ καὶ εἰς τὰς ἰγνύας πολυπλόκους φλέβας, αἳ ἐντεῦθεν παρατείνουσαι κατὰ τὰ ὑποκάτω νεῦρα τοῦ μηροῦ κατεῤῥίζωνται ἐς τοὺς ὄρχιας καὶ ἐς τὸν ἀρχὸν, καὶ περὶ τὸ ἱερὸν δὲ ὀστέον λελεπτυσμέναι ἡνωμέναι περιτέτανται.

​17. この血管自体は、足の下側を通って足底の下へと走っている。そしてそこで、網の目のように交差して、親指に二本の血に満ちた血管を挿入し、足底から上方の皮膚の下を通って逆方向に曲がり、外くるぶしの傍らで太くなって現れ、脛骨の向かい側にある腓骨に沿って上方へと分布している。そして、ふくらはぎの傍らで、まるで投石器の帯のような形状を作っている。そこから先は、膝の内側に沿って伸び、膝蓋骨にも複数の血管を配し、膝蓋骨の内側の凹んだところに、凹んだ血管を交差させている。もし誰かがこれを痛めると、きわめて速やかに胆汁のような漿液がそこに集まる。この血管自体は、膝の内側と凹んだ部分を通って勢いよく進む。また、膝窩にも複雑な血管を分枝させており、それらはそこから大腿の下の腱に沿って伸びて、精巣と直腸に根づき、また仙骨の周囲で、細くなって互いに結合して、周囲に張り巡らされている。

§18

​18. Ἡ δὲ ἀφιγμένη παρὰ τοῦ γούνατος τὸ ἐντὸς ἄνω παρὰ τοῦ μηροῦ τὸ ἐντὸς ἀνίεται ἐς τὸν βουβῶνα, καὶ διὰ τοῦ ἰσχίου πέρην πρὸς τὴν ἄκανθαν καὶ τὴν ψύαν ἐκτὸς ἔχουσα, παχεῖα καὶ πλατεῖα καὶ ἔναιμος, ἄνω ὤρεκται πρὸς τὸ ἧπαρ· καὶ διακραίην ἐκφύσασα ἔναιμον, κατέχει ἐς τὸν νεφρὸν [καὶ] τὸν δεξιὸν λοβὸν τὸν ἡπατιαῖον. Αὕτη δὲ ὑποκάτω τοῦ ἥπατος ὑπονησαμένη,3 ἀπέσχισται ἐς φλέβα παχέην· ἡ δ’ ἀποκαμφθεῖσα ἐσπέφυκεν ἐς τὸ παχὺ τοῦ ἥπατος· καὶ τὸ μὲν αὐτῆς ἐπιπολάζον ἐπὶ τοῦ σπλάγχνου πέφυκεν, ἐν ᾧπερ ἡ χολή ἐστι, καὶ πολύῤῥιζος καὶ διὰ τοῦ ἥπατος πεπλεκτανωμένη· τὸ δὲ διὰ τῶν ἐντὸς αὐτοῦ ὠχέτευται. Δύο δὲ ἐκπεπλώκασι φλέβες μεταξὺ δύο λοβῶν τῶν πλατέων· καὶ μία μὲν διὰ τῶν κορυφῶν καὶ τοῦ δέρματος διασχοῦσα ἐκ τοῦ ὀμφαλοῦ ἀνῆκται· ἡ δὲ ἑτέρη πιέσασα ἐς τὴν ἄκανθαν καὶ ἐς τὸν νεφρὸν ἠγκυροβόληται ἐς τὴν κύστιν τε καὶ τὸ αἰδοῖον. Ἐκ δὲ τοῦ ἰσχίου ἀρχομένη ἀνιέναι ἐπὶ τὸ ἦτρον, πολλὰς ἀπεπλάνησε φλέβας· καὶ τάς τε πλευρὰς καὶ τοὺς σφονδύλους ἐνεκρίκωσε πρὸς τὴν ἄκανθαν, καὶ ταύτας παραφυάδας ἐνεφλεβοτόμησε, καὶ τὰ ἔντερα καὶ τὴν νηδὺν ἐνειλίξατο. Καὶ αἱ μὲν ἀπὸ τοῦ ἤτρου ἔς τε τοὺς μαζοὺς καὶ ὑπὲρ ἀνθερεῶνα καὶ τὰς ἀκρωμίας ἐπορεξάμεναι κατεπλάκησαν· ἡ δ’ ἀφιγμένη παρὰ τὸ παχὺ τοῦ ἥπατος καὶ ἀποσυριγγώσασα τὴν χολὴν ἄνω ὑπὸ τὴν ἄκανθαν νέμεται διὰ τῶν φρενῶν ὁδὸν ποιησαμένη. Ἡ δὲ ἐκ τῶν ἀριστερῶν φλὲψ τὰ μὲν ἄλλα τὴν αὐτὴν φύσιν ἐῤῥίζωται τῇ ἐν τοῖσι δεξιοῖσιν, ἐκ τῶν ἀριστερῶν ἐς τὸ ἧπαρ ἀνιοῦσα οὐκ ἐκβάλλει, ἀλλ’ ἐς τὸν σπλῆνα ἐμπέφυκε κατὰ τὴν κεφαλὴν τὴν ἐν τῷ πάχει αὐτέου· ἐντεῦθεν δὲ κατεδύσατο ἐς τὸ ἐντὸς, καὶ ἠραχνίωκε τοῦ σπληνὸς ἐναίμοισι φλεβίοισιν· ὁ δὲ ὅλος ἐκ τοῦ ἐπιπλόου αἰωρεῖται τοῖσιν ἐξ ἑωυτέου φλεβίοισιν ἐναιματώσας αὐτό. Αἱ δὲ ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς πρὸς τὴν ἄκανθαν ἐγχρίπτουσαι διὰ τῶν φρενῶν διωρμήκασιν.

​18. 膝の内側から到達した血管は、大腿の内側に沿って上方へと鼠径部に昇り、大腰筋を外側にして、股関節を通って脊椎へと向かい、太く、平たく、血に満ちた状態で、上方へと肝臓に向かって伸びている。そして血に満ちた分枝を出して、腎臓と肝臓の右葉を占めている。これは肝臓の下にクッションのようになって、太い血管へと分岐する。そして曲がった方の血管は、肝臓の厚い部分へと進入して生えている。その表面の部分は、臓器の上に生えており、その中には胆汁があり、多くの根を持ち、肝臓を通り抜けて網の目のように編み合わされている。また、もう一方の部分は、肝臓の内部を通って管のように走っている。二本の血管が二つの平たい葉の間から伸び出している。そして、一方は頂部と皮膚を通って分かれ、臍から懸垂している。他方は、脊椎と腎臓を圧迫して、膀胱と陰茎へと錨を下ろしている。股関節から下腹部へと昇り始めると、多くの血管を分岐させる。そして、肋骨と椎骨を脊椎に向かって輪のように結合し、これらを側枝として血管を開通させ、腸と腹部を包み込んでいる。そして、下腹部からの血管は、乳房へと、また顎の上や肩峰へと伸びて、下方に交差している。一方、肝臓の厚い部分の傍らに達し、胆汁を管状に排出した方の血管は、横隔膜を通り抜ける通路を作って、脊椎の下を上方へと分布している。左側からの血管は、他の点では右側の血管と同じ性質で根づいているが、左側から肝臓へと昇る際にそこへ注ぎ込むことはなく、脾臓の厚い部分にある頭部のところで脾臓に進入して生えている。そこから内側へと潜り込み、血に満ちた細血管によって脾臓に蜘蛛の巣のように網を張っている。そして脾臓全体は、大網から懸垂しており、脾臓自体から出る細血管によって大網に血を供給している。脾臓の頭部から脊椎に向かって密着する血管は、横隔膜を通り抜けて勢いよく進んでいる。

§19

​19. Ἐντεῦθεν δὲ κάτω καὶ ἡ δεξιὴ καὶ ἡ ἀριστερὴ ὑπὸ τὸν πνεύμονα ἐλήλαται· αἱ δὲ ἐναίμονες ἐοῦσαι ὑπ’ αὐτὸν ἐξοχετεύονται ἐς αὐτόν. Ὀλίγαιμοι δὲ καὶ λεπταὶ αἱ ἀπὸ τοῦ πνεύμονος ἔσωθεν γενόμεναι τῇ φύσει ἀραιοῦ ἐόντος, ἐς τὴν καρδίην, ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι,4 ἐγκεχαλίνωνται περὶ τὰ ὦτα αὐτέης, καὶ ἐς τὰ κοῖλα τὰ ἐντὸς διεῤῥυήκασιν. Ἐμβάλλουσι δὲ καὶ αἱ πρότεραι καὶ αὗται ἐς αὐτήν· ἐν γὰρ στενοχωρίῃ τῆς διόδου ἐνίδρυται ὡς ἐκ παντὸς τοῦ σώματος τὰς ἡνίας ἔχουσα· διὸ καὶ παντὸς τοῦ σώματος περὶ τὸν θώρηκα μάλιστά ἐστιν ἡ αἴσθησις. Καὶ τῶν χρωμάτων αἱ μεταβολαὶ γίνονται, ταύτης ἀποσφιγγούσης τὰς φλέβας καὶ χαλώσης· χαλώσης μὲν οὖν, ἐρυθρὰ τὰ χρώματα γίνεται καὶ εὔχροα καὶ διαφανέα· συναγούσης δὲ, χλωρὰ καὶ πελιδνά· τὰ τοιαῦτα δὲ παραλλάσσει ἐκ τῶν παρεόντων ἑκάστῳ χρωμάτων.

​19. そこから下方へ、右と左の血管はいずれも肺の下を走っている。そして血に満ちた血管は、肺の下からその内部へと注ぎ込んでいる。肺は本性上まばらであるため、肺の内側から生じる血管は、血が少なく細い。それらは、心臓によって吸い出されるようにして心臓へと至り、その心耳の周囲で手綱のように結びつき、内部の空洞へと流れ込んでいる。前の血管もこれらの血管も、心臓へと注ぎ込む。というのも、心臓は通路の狭い場所に位置しており、まるで全身からの手綱を握っているかのようだからである。それゆえ、全身の感覚は胸部の周囲に最も強く存在する。そして、心臓が血管を締めつけたり緩めたりすることによって、皮膚の色の変化が生じる。すなわち、緩めるときには、色は赤く、血色が良く、透明になる。締めつけるときには、青白く、また鉛色になる。このような変化は、各人に元からある肌の色に応じて変化する。

構文注4 件
  1. 17τὴν ἀντιβεβλημένην κερκίδα

    動詞 νέμεται(分布する)の方向または基準を示す対格。上肢の解剖における κερκίς は通常「橈骨(radius)」を指すが、この下肢の文脈では、脛骨(ἀντικνήμιον)の向かい側に位置する骨、すなわち「腓骨(fibula)」を指している。

  2. 17οἷον σφενδόνην πεποίηται

    動詞 πεποίηται は「(主語である血管が自分自身のために)作り出している」という意味の中動態。σφενδόνη(投石器の帯)は、血管がふくらはぎを吊り帯や輪のように取り囲んで走る特徴的な解剖学的形態を例えた比喩表現。

  3. 18ὑπονησαμένη

    動詞 ὑπονήχομαι(下を泳ぐ、下を漂う)のアオリスト分詞。血管が肝臓の底面に沿って水平に広がり、あたかもその下を漂うように、あるいはクッションやベッドのように密着して横たわっている解剖学的状態を表す。

  4. 19ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι

    客観的な原因・理由を示す接続詞 ἅτε + 受動態分詞 ἐξαθελγόμεναι(ἐξαθέλγω: 搾り出す、吸い出す)。心臓が肺から血液を能動的に引き出す(搾り出す)ポンプのような吸引作用を行っているという、当時の生理学的モデルを説明している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:17-19