§1212. Περὶ μὲν γὰρ τὴν κεφαλὴν κατὰ τὸ μέσον ἐκ πλαγίου περίκειται ἡ φλὲψ, αὐτὴ πλατεῖα καὶ λεπτὴ, οὐ πολύαιμος· τῷ γὰρ ἐγκεφάλῳ κατὰ τὰς ἁρμονίας ἐνεῤῥίζωκε πολλὰ καὶ λεπτὰ φλέβια, καὶ περὶ τὴν ὅλην κεφαλὴν ἐκτετάρσωται μέχρι τοῦ μετώπου καὶ τῶν κροτάφων.
12. 至于头部,在中间附近,血管自侧面环绕,其自身宽而薄,含血不多;因为沿着脑缝,它向脑部生出许多细小的微血管,并遍布整个头部,直达额部和太阳穴。
Αὐτὴ δὲ ἀπιθύνεται ἐς τοὔπισθεν τῆς κεφαλῆς ἐκτὸς παρὰ τῆς ἀκάνθης τὸ δέρμα· ἐντεῦθεν δὲ καθίεται παρὰ τὴν ἔξωθεν καὶ τὴν εἴσωθεν φλέβα τῶν ἐν τῇσι σφαγῇσι.
而它自身则向头部后方直行,沿着脊椎外侧的皮肤下行;自该处起,它沿着喉部外侧和内侧的血管下行。
Πέρην δὲ τῆς ἀκοῆς ὑποσχισθεῖσα ἀπὸ τῆς γένυος ἔξωθεν τείνει παχείη· ἀπὸ δὲ ταύτης ἐς τὴν γλῶσσαν πολλαὶ καὶ λεπταί· πλὴν ἢ ὑπὸ τὴν γλῶσσαν ἢ ὑπὸ τοὺς γομφίους.
在耳后分叉,自颌外侧延伸,管壁较粗;自这根血管向舌头伸出许多细小的分支,除舌下或磨牙下方之外。
Αὐτὴ δὲ παχείη διὰ τῆς κληβδος καθήκει ὑπὸ τὴν ὠμοπλάτην· καὶ ταύτῃ ἀπ’ αὐτῆς βεβλάστηκε φλὲψ διὰ τοῦ νεύρου τοῦ ὑπὸ τὴν ἐπωμίδα ἡ ἐπωμιδίη ὀνομαζομένη.
它自身保持粗大,穿过锁骨下行至肩胛骨下方;在此处,一根血管自其分出,穿过肩峰下方的腱,被称为肩峰血管。
Αὐτὴ δὲ αἱμόῤῥους καὶ αἱματώδης καὶ δυσίητος, ἢν ῥαγῇ ἢ σπασθῇ· τῇ μὲν γὰρ αὐτὴν νεῦρον περιέχει πλατὺ, τῇ δὲ χόνδρος· τὸ δὲ μεταξὺ αὐτῶν αὐτή τε ξυνέχει καὶ ὑμὴν ἀφρώδης· ἀσάρκου οὖν ἐόντος τοῦ τόπου, ῥηϊδίως ῥήγνυται, οὐκ ἔχουσα περιφύεσθαι σάρκας· ἤν τε ὑποδράμῃ τὸ αἷμα ἐς τοῦτο τὸ μέρος, ἐπιτυχὸν εὐρυχωρίης, οὐκ ἔχει ἀπαλλαγὴν, ἀλλὰ σκληροῦται· σκληρυνθὲν δὲ νοῦσον παρέχει.
如果此血管破裂或被拉伤,则极易出血、多血且难以治愈;因为在一侧有宽阔的腱包围它,在另一侧则是软骨;它们之间的空间由血管本身和泡状膜连结;由于该处无肉,所以极易破裂,没有肌肉在其周围生长;如果血液流入该部位,遇到宽敞的空间,便无法排出而硬化;一旦硬化,就会引发疾病。
Καὶ αὐτὴ μὲν περαίνει ᾗ πρότερον εἶπον.
这根血管本身便在我前面说过的地方终结。
Ἡ δὲ ὑπὸ τὴν ὠμοπλάτην ἀποβεβλάστηκεν ὑπὸ τοϊσι μαζοῖσι πυκνῇσι καὶ λεπτῇσι καὶ ἐπηλλαγμένῃσι φλεψί· καὶ διὰ τῆς ἐπωμίδος παραλλάσσουσα τὸν χόνδρον, αὐτὴ νέρθεν ὑπονεμομένη ἐς τὸν βραχίονα τείνει, τὸν μῦν ἐν ἀριστερᾷ ἔχουσα.
而肩胛骨下方的血管则在乳房下方分出密集、细小且交错的血管;它穿过肩峰并绕过软骨,自身在下方延伸至上臂,将肌肉置于左侧。
Ἡ δὲ ἑξῆς σχίζεται αὐτὴ περὶ τὸν ὦμον καὶ τοῦ ἀγκῶνος τὴν ἄνω μοῖραν· τὸ δ’ ἐντεῦθεν διαπέφυκε τοῦ ἀγκῶνος ἑκατέρωθεν· ἔπειτα αὖθις παρὰ τὸν καρπὸν τῆς χειρός· ἐντεῦθεν δὲ ἤδη ἀποῤῥέουσα δι’ ὅλου ἀνὰ τὴν χεῖρα πολυπλανῶς ἐῤῥίζωται.
接下来的血管自身在肩部及肘部上方分叉;此后则从肘部两侧穿出;接着再次沿着手腕延伸;自该处起,它已流散开来,在整只手上如迷路般错综复杂地生根。
§1313. Ἡ δ’ ἀρχαίη φλὲψ, ἡ νεμομένη παρὰ τὴν ἄκανθαν, διὰ δὲ τοῦ μεταφρένου, τῆς σφαγῆς καὶ τοῦ βρόγχου, ἐμπέφυκεν ἐς τὴν καρδίην ἀφ’ ἑωυτῆς φλέβα εὐμεγέθεα πολύστομον κατὰ τὴν καρδίην· ἐντεῦθεν δὲ ἐς τὸ στόμα ἐσυρίγγωκεν, ἥπερ ἀρτηρίη διὰ τοῦ πλεύμονος ὀνομάζεται, ὀλίγαιμός τε καὶ πνευματώδης.
13. 沿着脊椎分布、穿过背部、喉部和气管的原血管,自其自身在心脏处生出一根粗大、多孔的血管,直达心脏;自该处起,它向气管方向形成管腔,这被称为穿过肺部的“气管”,含血少而含气多。
Ἐν γὰρ εὐρυχωρίῃ καὶ ἀραιώσει σπλάγχνου πολλαχῇ μὲν τοῦ πλεύμονος ὀχετεύεται, χονδρώδεις δὲ τοὺς ἄλλους πεποίηται.
因为在内脏的宽敞与稀疏之中,它在肺的许多地方如水渠般通达,并使其他通道呈软骨质。
Διὸ δὴ καί τι ἐς ταύτας κατηνέχθη τὰς διόδους τοῦ πλεύμονος τῶν ἀήθων, ἢ ἐν τῷ ποτῷ ἢ ἐν τῇ τοῦ πνεύματός τε καὶ αἵματος διόδῳ, ἅτε τῶν φλεβῶν τοιουτέων ἐουσέων, καὶ τοῦ σπλάγχνου σπογγοειδέος πολύ τε ὑγρὸν δυναμένου δέξασθαι ἄνω τε πεφυκότος· τῶν γὰρ ἐσιόντων ὑγρῶν νόμος καθέστηκεν.
因此,确实有一些不寻常的异物坠入这些肺部通道中,无论是在饮水时,还是在气体与血液的通道中,因为血管具有这样的性质,且该内脏呈海绵状,能接纳大量液体,并生于上方;因为对于进入的液体而言,已形成了规律。
Ἔτι τε τὸ αἷμα διὰ τῶν φλεβῶν τούτων οὐ πολὺ περισφίγγεται· καὶ οὐ ταχέως χωρέον οὐκ ἐξάγει τὰ ἐμπίπτοντα· οὐχ ὑπεξαγομένων δὲ αὐτῶν, ἀλλ’ ἐμμενόντων, γίνεται πῶρος.
此外,血液通过这些血管时并不会受到太大的挤压;且因流动不快,无法将坠入其中的异物排出;当它们未被排出而留存在内时,便会形成结石。
Οὕτως δὲ ἀπολλύεται τὸ πλησιάζον τῆς τροφῆς, ταύτῃ ἐούσης τῆς προσαγωγῆς τοῦ λάρυγγος καὶ πρὸς τὰ ἔξω.
如此一来,邻近的营养便会丧失,因为喉头的入口就在此处,且通往外部。
Ἐγκαταλαμβανομένων δὲ τῶν διόδων ὑπὸ τοῦ πώρου, ταχύπνοιά τε καὶ δύσπνοια ἴσχει, τῇδε μὴ δυναμένων τὴν φύσην ἐξιέναι, τῇδε οὐκ εὐπόρως· ἐχόντων κατασπᾷν.
当通道被结石阻塞时,便会引起呼吸急促和呼吸困难,因为在此处无法排出自然之气,在彼处亦不易,只能用力吸入。
Ἐκ δὴ τοιουτέων αἱ τοιαῦται νοῦσοι γίνονται, οἷον ἄσθματα καὶ ξηραὶ φθινάδες.
由于这些原因,确实会产生此类疾病,如哮喘和干性肺结核。
Ἢν δὲ ἐν αὐτοῖσι ξυνιστάμενον πλέον τὸ ὑγρὸν κρατήσῃ, ὥστε μὴ δύνασθαι παχυνθὲν παγῆναι, καὶ σαπρὸν τὸν πλεύμονα ποιέει καὶ τὰ πλησιάζοντα, καὶ γίνονται ἔμπυοί τε καὶ φθινώδεες· γίνεται δὲ τὰ νουσήματα ταῦτα καὶ δι’ ἄλλας αἰτίας.
如果其中积聚的液体过多并占了上风,以致无法变稠并凝固,它还会使肺部及邻近部分腐烂,使人变为化脓者和肺结核患者;不过,这些疾病也会因其他原因而产生。