Humanitext Reader

希波克拉底 · 论骨的本性 §10-11

肝血管走向与身体各组织的机能

第 4 段,共 7 段 · 希腊语

内容简介

详细阐述肝血管与粗索(神经或肌腱)在体内的走向,并说明骨骼、肌腱、肌肉、皮肤和血管在身体中所发挥的各自作用,同时指出血管网络的圆环状结构。

§1010. Ἡ δὲ ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν ἐς καρδίην.
10. 肝血管在下方延伸于腰部,直达大脊椎,并向脊椎分拨分支;自该处上升,穿过肝脏与横膈膜而达于心脏。
Καὶ ᾔει μὲν εὐθεῖα ἐς κληβδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν.
它直行通往锁骨;自该处起,一些分支通往颈部,另一些通往肩胛骨,还有一些向下弯曲,沿着脊椎与肋骨分叉而下。
Ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι αὐτὴ χωρίον.
左侧有一根通过锁骨附近,右侧则由该血管自身延伸至某处。
Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ’ ἂν τῇ ἐπ’ αὐτέης τῆς καρδίης προστύχῃ ἐπικαμπτομένη ἐς τὰ ἀριστερά·
另一根从两侧弯曲的分支,以及另一根在稍下方弯曲的分支,自那一血管离开之处起,向肋骨分拨分支,直至向左弯曲并与心脏本身之上的血管相遇。
ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σφονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποις ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη.
它向下弯曲,沿着脊椎下行,直到抵达其开始上升的部位,向所有其余的肋骨分拨分支,在两侧沿着每根肋骨发出分叉,同时保持为一根单血管。 自心脏起,它在一定距离内较多地偏向左侧,然后位于大动脉下方,直至消耗殆尽并回到肝血管上升之处。
Πρότερον δὲ πρὶν ἐνταῦθ’ ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δ’ ἔνθα τῶν σφονδύλων ἐλθοῦσα κατηναλώθη·
但在到达该处之前,它在最后两根肋骨附近分为两支;一支出行于脊椎的这一侧,另一支出行于那一侧,最终消耗殆尽。
ἡ δὲ εὐθεῖα ἀπὸ καρδίης πρὸς κληβδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶν, ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, καὶ ἀπὸ ταύτης ἀΐσσει ἐς τὸ ἧπαρ ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν.
从心脏延伸至锁骨的直行血管位于大动脉上方,正如在腰部附近它位于大动脉下方一样,从这根血管奔向肝脏的分支,一根通往肝门与肝叶,另一根依次通往其余部分,起自横膈膜稍下方。
Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥᾴδιον χωρίσαι.
横膈膜与肝脏相连,不易将其分离。
Δισσαὶ δ’ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα.
自锁骨有两对血管,一侧一对,另一侧一对,经胸部下方通往腹部;自该处通往何方,我尚不知晓。
Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι.
横膈膜位于肋骨下方的脊椎处,即肾脏自大动脉发出之处,在此跨越包围。
Ἀρτηρίαι δὲ ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν, ἀρτηρίης τρόπον ἔχουσαι.
动脉自该处向两侧生长,具有动脉的性质。
Ταύτῃ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν.
在此处某处,自心脏逆行的肝血管宣告结束。
Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς δὲ διὰ τῶν φρενῶν εἰσιν ἀμφὶ ταύτας, καὶ πεφύκασιν ἄνωθεν δὲ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες.
自肝血管穿过横膈膜有两根最大的血管,一侧一根,另一侧一根,向上上升延伸,横膈膜中在这些血管周围有许多分叉,它们生长于横膈膜上方,这些分支更为明显。
Δύο δὲ παχεῖς τόνοι ἀπ’ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σφονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος εἰς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σφόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθ’ ἐτελεύτων· καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν.
两根粗索自脑部向下,穿过大脊椎骨的下方,较多地在食道一侧沿着大动脉的两侧通过,各自会合,如同合而为一;然后,在脊椎与横膈膜相生之处,它们便告终结;似乎有一些不确定的索自这一结合部向肝脏与脾脏延伸。
Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληβδα σφονδύλων παρὰ ῥάχιν παρέτεινεν, ἐκ πλαγίου σφονδύλου, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν· ὥσπερ αἱ φλέβες, οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ’ ὅθεν φρένες ἐξεπεφύκεσαν ἀπὸ τούτου ξυνεχέες ἐόντες, κατὰ μέσον κάτωθεν ἀρτηρίης· τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.
另一根索在两侧自锁骨附近的脊椎沿着脊柱延伸,起自脊椎侧面,并分拨给肋骨;如同血管一样,在我看来,这些索穿过横膈膜延伸至肠间膜,并在这些部分消失,但再次地,自横膈膜生长出之处起,与此相连续,沿着大动脉下方中部出现;它们如同血管一样沿着脊椎分拨其余部分,直至穿过整个仙骨而消耗殆尽。
§1111. Τὰ ὀστέα τῷ σώματι στάσιν καὶ ὀρθότητα καὶ εἶδος παρέχονται· τὰ δὲ νεῦρα κάμψιν καὶ ξύντασιν καὶ ἔκτασιν· αἱ δὲ σάρκες καὶ τὸ δέρμα πάντων ξύνδεσιν καὶ ξύνταξιν.
11. 骨骼为身体提供支持、直立与形态;肌腱提供弯曲、紧张与伸展;肌肉与皮肤提供一切的结合与配置。
Αἱ φλέβες διὰ τοῦ σώματος κεχυμέναι πνεῦμα καὶ ῥεῦμα καὶ κίνησιν παρέχονται, ἀπὸ μιῆς πολλαὶ διαβλαστάνουσαι, καὶ αὕτη μὲν ἡ μία ὕθεν ἦρκται καὶ ᾗ τετελεύτηκεν οὐκ οἶδα· κύκλου γὰρ γεγενημένου ἀρχὴ οὐχ εὑρέθη.
分布于全身的血管提供精气、流动与运动,许多分支自一根血管萌发而出;至于这根单一的血管,我不知其起于何处、止于何方;因为当圆环形成时,起点便无法寻得。
Τὰς δ’ ἀποφυάδας αὐτῆς, ὅθεν ἤρτηνται καὶ ᾗ παύονται τοῦ σώματος, καὶ ὡς ἡ μίη ταύτῃσιν ὁμολογέει, καὶ ἐν ὁποίοις τόποις τέτανται τοῦ σώματος, ἐγὼ δηλώσω.
然而,它的分支悬挂于何处、在身体的何处终止,以及这根单一血管如何与它们相契合,以及它们延伸于身体的哪些部位,我将予以阐明。

词汇与语法注释

  1. 10καὶ σπονδύλοισι προσδιδοῖ — 动词 προσδίδωμι(分拨、分给)的直接宾语(如分支或血液)被省略,在此作不及物动词用,意为“分拨分支”。
  2. 10ἀρτηρίης — 希腊语词汇 ἀρτηρία 既可指气管(arteria aspera),也可指大血管(特别是大动脉,aorta)。在本上下文中涉及血管与索的走向,因此在解剖学上将其解释为“大动脉”更为一致。
  3. 10τόνοι — 术语 τόνος(索、带)表明在古代解剖学中,肌腱、韧带或神经(在此处被特指为迷走神经或交感神经干的描述)在未经明确区分的情况下被等同视之。
  4. 11κύκλου γὰρ γεγενημένου ἀρχὴ οὐχ εὑρέθη — 表达了早期的血管观念,即血管系统并非具有线性起点和终点的系统,而是呈现出相互连接的网络(圆环),因此无法找到绝对的起点。

引用这一段

希波克拉底, 论骨的本性 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。