§1212. Περὶ μὲν γὰρ τὴν κεφαλὴν κατὰ τὸ μέσον ἐκ πλαγίου περίκειται ἡ φλὲψ, αὐτὴ πλατεῖα καὶ λεπτὴ, οὐ πολύαιμος·
12. 頭部の周囲では、中央のあたりで、側面から血管が取り囲んでおり、それ自体は平らで薄く、血は多くない。
τῷ γὰρ ἐγκεφάλῳ κατὰ τὰς ἁρμονίας ἐνεῤῥίζωκε πολλὰ καὶ λεπτὰ φλέβια, καὶ περὶ τὴν ὅλην κεφαλὴν ἐκτετάρσωται μέχρι τοῦ μετώπου καὶ τῶν κροτάφων.
というのも、それは脳の縫合線に沿って、多くの細い小血管を根づかせており、頭部全体にわたって額やこめかみまで網の目のように広がっているからである。
Αὐτὴ δὲ ἀπιθύνεται ἐς τοὔπισθεν τῆς κεφαλῆς ἐκτὸς παρὰ τῆς ἀκάνθης τὸ δέρμα·
そして、それ自体は頭の後部へとまっすぐ進み、脊椎の外側の皮膚に沿って下る。
ἐντεῦθεν δὲ καθίεται παρὰ τὴν ἔξωθεν καὶ τὴν εἴσωθεν φλέβα τῶν ἐν τῇσι σφαγῇσι.
そこから、頸部の外側と内側の血管に沿って下行する。
Πέρην δὲ τῆς ἀκοῆς ὑποσχισθεῖσα ἀπὸ τῆς γένυος ἔξωθεν τείνει παχείη·
耳の向こう側で分岐して、顎の外側を太い血管として伸びる。
ἀπὸ δὲ ταύτης ἐς τὴν γλῶσσαν πολλαὶ καὶ λεπταί· πλὴν ἢ ὑπὸ τὴν γλῶσσαν ἢ ὑπὸ τοὺς γομφίους.
アンド、この血管から舌へと多くの細い枝が伸びるが、ただし、舌の下か、あるいは奥歯の下までである。
Αὐτὴ δὲ παχείη διὰ τῆς κληβδος καθήκει ὑπὸ τὴν ὠμοπλάτην·
それ自体は太いまま鎖骨を通って肩甲骨の下へと下行する。
καὶ ταύτῃ ἀπ’ αὐτῆς βεβλάστηκε φλὲψ διὰ τοῦ νεύρου τοῦ ὑπὸ τὴν ἐπωμίδα ἡ ἐπωμιδίη ὀνομαζομένη.
そして、この場所でそこから、肩の下の腱を通って、肩峰血管と呼ばれる血管が生じている。
Αὐτὴ δὲ αἱμόῤῥους καὶ αἱματώδης καὶ δυσίητος, ἢν ῥαγῇ ἢ σπασθῇ·
これは、もし破裂したり引き裂かれたりすると、出血しやすく、血に富み、治癒しにくい。
τῇ μὲν γὰρ αὐτὴν νεῦρον περιέχει πλατὺ, τῇ δὲ χόνδρος·
なぜなら、一方では幅広い腱がそれを取り囲み、他方では軟骨がそれを取り囲んでいるからである。
τὸ δὲ μεταξὺ αὐτῶν αὐτή τε ξυνέχει καὶ ὑμὴν ἀφρώδης·
それらの間を、血管自体と泡状の膜が結びつけている。
ἀσάρκου οὖν ἐόντος τοῦ τόπου, ῥηϊδίως ῥήγνυται, οὐκ ἔχουσα περιφύεσθαι σάρκας·
したがって、その場所は肉がないため、肉が周囲に発達することができず、容易に破裂する。
ἤν τε ὑποδράμῃ τὸ αἷμα ἐς τοῦτο τὸ μέρος, ἐπιτυχὸν εὐρυχωρίης, οὐκ ἔχει ἀπαλλαγὴν, ἀλλὰ σκληροῦται·
そして、もし血がこの部分に流れ込んで、広い空間に出会うと、抜け出ることができず、固まる。
σκληρυνθὲν δὲ νοῦσον παρέχει.
固まると、病気を引き起こす。
Καὶ αὐτὴ μὲν περαίνει ᾗ πρότερον εἶπον.
そして、これ自体は私が先に述べたところで終わる。
Ἡ δὲ ὑπὸ τὴν ὠμοπλάτην ἀποβεβλάστηκεν ὑπὸ τοϊσι μαζοῖσι πυκνῇσι καὶ λεπτῇσι καὶ ἐπηλλαγμένῃσι φλεψί·
肩甲骨の下の血管は、乳房の下へと、密集した、細く、互いに交差する血管に枝分かれしている。
καὶ διὰ τῆς ἐπωμίδος παραλλάσσουσα τὸν χόνδρον, αὐτὴ νέρθεν ὑπονεμομένη ἐς τὸν βραχίονα τείνει, τὸν μῦν ἐν ἀριστερᾷ ἔχουσα.
そして、肩を通って軟骨を通り過ぎ、それ自体は下方を潜り抜けて上腕へと伸び、筋肉を左側に置く。
Ἡ δὲ ἑξῆς σχίζεται αὐτὴ περὶ τὸν ὦμον καὶ τοῦ ἀγκῶνος τὴν ἄνω μοῖραν·
それに続く血管は、肩のあたりと肘の上部で分岐する。
τὸ δ’ ἐντεῦθεν διαπέφυκε τοῦ ἀγκῶνος ἑκατέρωθεν·
そこから先は、肘の両側に分かれて伸びている。
ἔπειτα αὖθις παρὰ τὸν καρπὸν τῆς χειρός·
その後、再び手の手首の傍らを通る。
ἐντεῦθεν δὲ ἤδη ἀποῤῥέουσα δι’ ὅλου ἀνὰ τὴν χεῖρα πολυπλανῶς ἐῤῥίζωται.
そこから先は、もう流れ出して、手全体にわたって、多くの経路をさまようように根づいている。
§1313. Ἡ δ’ ἀρχαίη φλὲψ, ἡ νεμομένη παρὰ τὴν ἄκανθαν, διὰ δὲ τοῦ μεταφρένου, τῆς σφαγῆς καὶ τοῦ βρόγχου, ἐμπέφυκεν ἐς τὴν καρδίην ἀφ’ ἑωυτῆς φλέβα εὐμεγέθεα πολύστομον κατὰ τὴν καρδίην·
13. 脊椎に沿って、背、頸、気管を通って分布する元の血管は、心臓そのものから、心臓のあたりに、大きな、多くの開口部を持つ血管を自身から生じさせている。
ἐντεῦθεν δὲ ἐς τὸ στόμα ἐσυρίγγωκεν, ἥπερ ἀρτηρίη διὰ τοῦ πλεύμονος ὀνομάζεται, ὀλίγαιμός τε καὶ πνευματώδης.
そこからそれは気管へと管を形成しており、それは肺を通る「気管」と呼ばれ、血は少なく、空気に満ちている。
Ἐν γὰρ εὐρυχωρίῃ καὶ ἀραιώσει σπλάγχνου πολλαχῇ μὲν τοῦ πλεύμονος ὀχετεύεται, χονδρώδεις δὲ τοὺς ἄλλους πεποίηται.
というのも、内臓の広い空間と希薄さの中で、それは肺の多くの場所に水路のように通じており、他の通路を軟骨質にしているからである。
Διὸ δὴ καί τι ἐς ταύτας κατηνέχθη τὰς διόδους τοῦ πλεύμονος τῶν ἀήθων, ἢ ἐν τῷ ποτῷ ἢ ἐν τῇ τοῦ πνεύματός τε καὶ αἵματος διόδῳ, ἅτε τῶν φλεβῶν τοιουτέων ἐουσέων, καὶ τοῦ σπλάγχνου σπογγοειδέος πολύ τε ὑγρὸν δυναμένου δέξασθαι ἄνω τε πεφυκότος·
それゆえに、通常とは異なるものが、これら肺の通路へと流れ落ちることがある。 それは飲み物においてであれ、あるいは空気と血の通路においてであれ、血管がそのような性質であり、また内臓が海綿状で多くの水分を受け入れることができ、上方に位置しているからである。
τῶν γὰρ ἐσιόντων ὑγρῶν νόμος καθέστηκεν.
なぜなら、入ってくる液体には法則が定まっているからである。
Ἔτι τε τὸ αἷμα διὰ τῶν φλεβῶν τούτων οὐ πολὺ περισφίγγεται·
さらに、血はこれらの血管を通るとき、あまり強く締めつけられない。
καὶ οὐ ταχέως χωρέον οὐκ ἐξάγει τὰ ἐμπίπτοντα·
そして、血が素早く進まないため、中に入り込んだものを排出しきれない。
οὐχ ὑπεξαγομένων δὲ αὐτῶν, ἀλλ’ ἐμμενόντων, γίνεται πῶρος.
それらが排出されず、内部に留まると、結石が生じる。
Οὕτως δὲ ἀπολλύεται τὸ πλησιάζον τῆς τροφῆς, ταύτῃ ἐούσης τῆς προσαγωγῆς τοῦ λάρυγγος καὶ πρὸς τὰ ἔξω.
このようにして、食物の接近するものが失われる。 喉頭の導入部がここにあり、また外部に向けられているからである。
Ἐγκαταλαμβανομένων δὲ τῶν διόδων ὑπὸ τοῦ πώρου, ταχύπνοιά τε καὶ δύσπνοια ἴσχει, τῇδε μὴ δυναμένων τὴν φύσην ἐξιέναι, τῇδε οὐκ εὐπόρως· ἐχόντων κατασπᾷν.
通路が結石によって閉塞されると、呼吸促迫や呼吸困難が生じる。 こちらの方法では、自然の息を排出することができず、あちらの方法では容易でなく、引き下ろさざるをえないからである。
Ἐκ δὴ τοιουτέων αἱ τοιαῦται νοῦσοι γίνονται, οἷον ἄσθματα καὶ ξηραὶ φθινάδες.
このような原因から、喘息や乾性肺結核といったそのような病気が発生する。
Ἢν δὲ ἐν αὐτοῖσι ξυνιστάμενον πλέον τὸ ὑγρὸν κρατήσῃ, ὥστε μὴ δύνασθαι παχυνθὲν παγῆναι, καὶ σαπρὸν τὸν πλεύμονα ποιέει καὶ τὰ πλησιάζοντα, καὶ γίνονται ἔμπυοί τε καὶ φθινώδεες·
もしその中に溜まった水分がさらに多くなって打ち勝ち、濃くなって固まることができなくなると、それは肺やその近接部を腐敗させ、化膿や肺結核になる。
γίνεται δὲ τὰ νουσήματα ταῦτα καὶ δι’ ἄλλας αἰτίας.
もっとも、これらの病気は他の原因によっても発生する。