§99. Αἱ παχύταται τῶν φλεβῶν πεφύκασι· τέσσαρα ζεύγεά εἰσιν ἐν τῷ σώματι.
9. 最粗的血管之结构如下:身体中共有四对。
Καὶ αἱ μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν παρὰ τὴν ῥάχιν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα· ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας ἀφήκει.
其中第一对从头部后方穿过颈部,在脊柱外侧沿两侧通往髋部和腿部;然后穿过小腿,经过外踝上方,达于足部。
Δεῖ οὖν τὰς φλεβοτομίας ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν.
因此,对于背部和髋部的疼痛,应当在膝窝和外踝处进行放血。
Αἱ δὲ δεύτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ ὦτα διὰ τοῦ αὐχένος, σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ [διὰ] ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος· ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ τοὺς πόδας.
第二对血管自头部经耳旁穿过颈部,被称为颈静脉,沿脊柱内侧在两侧延伸,经腰肌通往睾丸和大腿,并穿过膝窝内侧;然后穿过小腿至内踝和足部。
Δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν.
因此,对于源自腰肌和睾丸的疼痛,应当在膝窝和内踝处进行放血。
Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ἐπὶ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα, καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν· τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἀμφότεραι.
第三对血管自太阳穴穿过颈部通往肩胛骨,然后会合于肺部,右侧的一根通往左侧,经乳房下方至脾脏和肾脏,左侧的一根自肺部通往右侧,经乳房下方至肝脏和肾脏;这两根最终都止于直肠。
Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ ὑπὸ τὰς κληβδας· ἔπειτα ἀπὸ τῶν βραχιόνων ἄνωθεν ὑπὸ τὰς ξυγκαμπάς· ἔπειτα διὰ τῶν πήχεων ἐς τοὺς καρποὺς καὶ τοὺς δακτύλους· ἔπειτα πάλιν ἀπὸ τῶν δακτύλων διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἐς τὰς ξυγκαμπάς· διὰ δὲ τῶν βραχιόνων καὶ τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας· καὶ ἐκ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ· ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι.
第四对血管从头部前部和眼部出发,经颈部下方和锁骨下方,然后从上臂上方通往关节弯曲处下方,再穿过前臂至腕部和手指;然后又从手指出发,穿过手掌和前臂通往关节弯曲处,再经上臂下方通往腋窝;从肋骨上方,一根通往脾脏,另一根通往肝脏;最后,两根都在胃上方止于阴部。
Καὶ αἱ μὲν παχεῖαι τῶν φλεβῶν οὕτω πεφύκασιν.
粗血管的自然结构即是如此。
Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πολλαί τε καὶ παντοῖαι, δι’ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται.
从腹腔也延伸出许多各式各样的血管遍布全身,食物的营养通过它们输送到身体。
Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχειῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἐξωτάτω καὶ ἀπὸ τῶν ἐσωτάτω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε ἔσωθεν ἔξω καὶ αἱ ἔξωθεν ἔσω.
它们还从粗血管,以及最外层和最内层的血管,输送到腹腔和身体的其他部分,并且相互分配,即从内向外、从外向内。
Τὰς οὖν φλεβοτομίας ποιέεσθαι χρὴ κατὰ τούσδε τοὺς τρόπους·
因此,应当按照下列方法进行放血。
ἐπιτηδεύειν δὲ δεῖ τὰς τομὰς, ὡς προσωτάτω ταμεῖν ἀπὸ χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα ξυλλέγεσθαι·
应当精心安排切口,以便在尽可能远离疼痛惯常发生和血液聚集的部位进行切开。
οὕτω γὰρ ἂν ἥκιστα ἥ τε μεταβολὴ γίνοιτο μεγάλη ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσειας ἂν, ὥστε μηκέτι ἐς τωὐτὸ χωρίον ξυλλέγεσθαι.
因为这样一来,最不容易发生突然的剧烈变化,而且你可以改变这种积聚的习惯,使血液不再聚集在同一部位。