Humanitext Reader

ヒポクラテス · 骨の自然性について §10-11

肝臓血管の走向と身体各組織の機能

4 / 7 箇所 · ギリシア語

要旨

肝臓血管および神経・腱(索)の体内における詳細な走行経路を説明し、骨・腱・肉・皮膚・血管が身体で果たすそれぞれの役割と、血管ネットワークの円環的構造について述べる。

§1010. Ἡ δὲ ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν ἐς καρδίην.
10. また、肝臓血管は、下の方では腰の中で大きな脊椎にまで達し、脊椎に分枝を分け与え、そこから上昇して、肝臓と横隔膜を通って心臓へと至る。
Καὶ ᾔει μὲν εὐθεῖα ἐς κληβδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν.
そして鎖骨へとまっすぐに進み、そこから、ある分枝は首へ、ある分枝は肩甲骨へ、またある分枝は下方へと曲がって、脊椎と肋骨に沿って分かれて下る。
Ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι αὐτὴ χωρίον.
左側からは一つが鎖骨の近くを通り、右側からはその血管自体がある場所まで伸びる。
Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ’ ἂν τῇ ἐπ’ αὐτέης τῆς καρδίης προστύχῃ ἐπικαμπτομένη ἐς τὰ ἀριστερά·
また、別の枝が両側から曲がり、さらに別の枝は少し下方で曲がり、あの血管が離れたところから肋骨へと分枝を与え、心臓そのものの上にある血管に左へと曲がりながら出会うまで進む。
ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σφονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποις ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη.
そして、下方へと曲がって脊椎へと下行し、それが上昇し始めたところに達するまで下り、残りのすべての肋骨に分枝を分け与え、両側からそれぞれの肋骨に沿って分枝を出しながら、一本のままで進む。 それは心臓からはある場所まで、より左側に位置し、次いで大動脈の下を、それが使い尽くされ、肝臓血管が上昇した場所に到達するまで進む。
Πρότερον δὲ πρὶν ἐνταῦθ’ ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δ’ ἔνθα τῶν σφονδύλων ἐλθοῦσα κατηναλώθη·
しかし、そこへ至る前に、最後の二つの肋骨の傍らで二股に分かれ、一方はこちら側の脊椎へ、他方はあちら側の脊椎へと行って終わる。
ἡ δὲ εὐθεῖα ἀπὸ καρδίης πρὸς κληβδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶν, ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, καὶ ἀπὸ ταύτης ἀΐσσει ἐς τὸ ἧπαρ ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν.
また、心臓から鎖骨へと伸びるまっすぐな血管は大動脈の上側にあり、それは腰のあたりで大動脈の下側にあるのと同様である。 そして、この血管から肝臓へと枝が走り、一方は門と肝葉へと、他方はそれに続いて他の部分へと、横隔膜の少し下方から出発している。
Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥᾴδιον χωρίσαι.
横隔膜は肝臓に癒着しており、これらを切り離すことは容易ではない。
Δισσαὶ δ’ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον·
また、鎖骨からは二対が、一方はこちら側から、他方はあちら側から、胸の下を通って下腹部へと伸びている。
ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα.
そこから先どこへ行くのかは、私はまだ知らない。
Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι.
横隔膜は、肋骨の下の脊椎のところで、腎臓が大動脈から出ているその場所をまたぐように囲んでいる。
Ἀρτηρίαι δὲ ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν, ἀρτηρίης τρόπον ἔχουσαι.
そして、そこから血管が両側に生じ出ており、動脈の性質を有している。
Ταύτῃ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν.
このあたりのどこかで、心臓から逆行した肝臓血管は終わる。
Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς δὲ διὰ τῶν φρενῶν εἰσιν ἀμφὶ ταύτας, καὶ πεφύκασιν ἄνωθεν δὲ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες.
そして、肝臓血管から横隔膜を通って最も大きな二つの血管が、一方はこちら側、他方はあちら側へと上昇して進む。 これらの周囲で横隔膜を通り抜ける多くの分枝があり、それらは横隔膜の上部に生じており、これらはより一層はっきりと見える。
Δύο δὲ παχεῖς τόνοι ἀπ’ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σφονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος εἰς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί·
また、二本の太い索が脳から、大きな脊椎の骨の下を通って上から下り、むしろ食道の側で大動脈の両側をそれぞれが通り過ぎて、互いに合流して一本のようになる。
ἔπειτα ᾗ σφόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθ’ ἐτελεύτων·
それから、脊椎と横隔膜が生じている場所でそれらは終わる。
καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν.
そして、この結合部から、肝臓と脾臓へと伸びているように思われるいくつかの不確かな索があった。
Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληβδα σφονδύλων παρὰ ῥάχιν παρέτεινεν, ἐκ πλαγίου σφονδύλου, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν·
別の索が両側において、鎖骨のあたりの脊椎から脊椎の側面に沿って伸び、肋骨に配分していた。
ὥσπερ αἱ φλέβες, οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ’ ὅθεν φρένες ἐξεπεφύκεσαν ἀπὸ τούτου ξυνεχέες ἐόντες, κατὰ μέσον κάτωθεν ἀρτηρίης·
血管と同様に、これらは横隔膜を通って腸間膜へと伸びているように私には思われる。 そして、これらの中でそれらは消え去るが、再び、横隔膜が生じ出ている場所から、これと連続して、大動脈の下側の中央を通って現れる。
τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.
それらは血管と同様に、残りの部分を脊椎に沿って与え、仙骨をすべて通り抜けて使い尽くされるまで続く。
§1111. Τὰ ὀστέα τῷ σώματι στάσιν καὶ ὀρθότητα καὶ εἶδος παρέχονται· τὰ δὲ νεῦρα κάμψιν καὶ ξύντασιν καὶ ἔκτασιν·
11. 骨は体に支持と直立と形態を与え、腱は屈曲と緊張と伸展を与え、肉と皮膚はこれらすべての結合と配置を与える。
αἱ δὲ σάρκες καὶ τὸ δέρμα πάντων ξύνδεσιν καὶ ξύνταξιν.
体中に張り巡らされた血管は、息と流れと運動を提供し、一本の血管から多くの枝が芽を出すように分かれている。
Αἱ φλέβες διὰ τοῦ σώματος κεχυμέναι πνεῦμα καὶ ῥεῦμα καὶ κίνησιν παρέχονται, ἀπὸ μιῆς πολλαὶ διαβλαστάνουσαι, καὶ αὕτη μὲν ἡ μία ὕθεν ἦρκται καὶ ᾗ τετελεύτηκεν οὐκ οἶδα·
そして、この一本の血管がどこから始まり、どこで終わっているのかを私は知らない。
κύκλου γὰρ γεγενημένου ἀρχὴ οὐχ εὑρέθη.
なぜなら、円が形成されているため、始まりは見出されないからである。
Τὰς δ’ ἀποφυάδας αὐτῆς, ὅθεν ἤρτηνται καὶ ᾗ παύονται τοῦ σώματος, καὶ ὡς ἡ μίη ταύτῃσιν ὁμολογέει, καὶ ἐν ὁποίοις τόποις τέτανται τοῦ σώματος, ἐγὼ δηλώσω.
しかし、その分枝が体のどこから懸垂し、どこで終わるのか、また、どのようにしてその一本の血管がこれらと適合しているのか、そしてそれらが体のどのような場所に伸びているのかを、私は明らかにしよう。

語釈・文法注

  1. 10καὶ σπονδύλοισι προσδιδοῖ — 動詞 προσδίδωμι(分け与える)の直接目的語(分枝や血液など)が省略されており、ここでは自動詞的に「(枝を)配分する」という意味で用いられている。
  2. 10ἀρτηρίης — ギリシア語の ἀρτηρία は、気管 (arteria aspera) を指す場合と、大血管(特に大動脈、aorta)を指す場合がある。本コンテクストは血管と索の走行を扱っているため、「大動脈」と解釈するのが解剖学的に一貫している。
  3. 10τόνοι — τόνος(索)は、古代の解剖学において腱(tendon)や靭帯、あるいは神経(nerve, 特に迷走神経や交感神経幹の記述とされる)が未分化のまま同一視されていたことを示す用語である。
  4. 11κύκλου γὰρ γεγενημένου ἀρχὴ οὐχ εὑρέθη — 血管システムが直線的な始点と終点を持つものではなく、相互に連結したネットワーク(円環)をなしているため、絶対的な起点を見出すことはできないという初期の血管観を表している。

この箇所を引用する

ヒポクラテス, 骨の自然性について §10-11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:10-11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。