§1## ΠΕΡΙ ΟΨΙΟΣ.
1.
\n\n论视力。
Αἱ ὄψιες αἱ διεφθαρμέναι, αὐτόματοι μὲν κυανίτιδες γιγνόμεναι, ἐξαπίνης γίνονται, καὶ ἐπειδὰν γένωνται, οὐκ ἔστιν ἴησις τοιαύτη.
\n\n1. 在受损的视力中,自然变为深蓝色的视力是突然发生的,一旦发生,便无此等疗法。
Αἱ δὲ θαλασσοειδέες γιγνόμεναι, κατὰ μικρὸν ἐν πολλῷ χρόνῳ διαφθείρονται, καὶ πολλάκις ὁ ἕτερος ὀφθαλμὸς ἐν πολλῷ χρόνῳ ὕστερον διεφθάρη.
而变为海绿色的视力,则是长时期内逐渐受损的,且另一只眼睛往往在很久以后才受损。
Τουτέου δὲ χρὴ καθαίρειν τὴν κεφαλὴν καὶ καίειν τὰς φλέβας· κἢν ἀρχόμενος θεραπευθῇ ταῦτα, ἵσταται τὸ κακὸν καὶ οὐ χωρέει ἐπὶ τὸ φαυλότερον.
对此,必须净化头部并烧灼静脉;如果在开始时就进行这些治疗,病痛就会停止,不会向更坏的方向发展。
Αἱ δὲ μεταξὺ τῆς τε κυανίτιδος καὶ τῆς θαλασσοειδοῦς, ἢν μὲν νέῳ ἐόντι γένωνται, πρεσβυτέρῳ γενομένῳ καθίστανται· ἢν δὲ πρεσβυτέρῳ ἐόντι γίγνωνται ἐτέων ἑπτὰ,. . . . βέλτιον ὁρῇ· τὰ μεγάλα δὲ πάνυ καὶ λαμπρὰ, καὶ ἀπὸ πρόσθεν, ὁρῇ μὲν, σαφῶς δὲ οὐ, καὶ ὅτι ἂν πάνυ πρὸς ἑωυτὸν τὸν ὀφθαλμὸν προσθῇ, καὶ τοῦτο, ἄλλο δὲ οὐδέν.
介于深蓝色与海蓝色之间的视力,如果是年轻时发生的,到了年长时就会恢复;但如果是年长时发生的,在七年里……[缺失]……他会看得更好;然而,极高大且明亮的事物,以及前方的事物,他虽能看见,却不清晰,并且凡是极贴近自己眼睛的东西,他也只能看见这个,而看不见其他。
Ξυμφέρει δὲ τουτέῳ κάθαρσίς τε καὶ καῦσις τῆς κεφαλῆς· αἷμα δὲ τουτέοισιν οὐ ξυμφέρει ἀφιέναι, οὔτε τῇ κυανίτιδι, οὔτε τῇ θαλασσοειδεῖ.
对此人而言,净化头部和烧灼是有益的;但对这些人来说,放血是无益的,无论是在深蓝色还是海绿色的情况下。
§22. Καὶ τὸ ὄμμα ἐν τοῖσιν ὀφθαλμοῖσι, τῆς ὄψιος ὑγιέος οὔσης τῶν νεωτέρων ἀνθρώπων, ἤν τε θήλεια ᾖ ἤν τ’ ἄρσην, οὐκ ἂν ὠφελείης ποιέων οὐθὲν, ἕως ἂν αὔξηται τὸ σῶμα ἔτι.
\n\n2. 在年轻人视力健康的情况下,眼睛里的瞳孔,无论是女性还是男性,只要身体还在发育,进行任何治疗都无济于事。
Ὅταν δὲ μηκέτι αὐξάνηται, αὐτέῳ τῷ ὀφθαλμῷ σκεψάμενος τὰ βλέφαρα λεπτύνειν, ξύων, ἢν δοκέῃ προσδέεσθαι, καὶ ἐπικαίων ἔνδοθεν μὴ διαφανέσιν.
当身体不再发育时,在检查了眼睛本身之后,应当使眼睑变薄,如果看似有必要,可通过刮除,并用不穿透的器具从内侧烧灼。
§33. . . . . Ἔπειτα ἀναδήσας, τὰ σκέλεα ἐκτείνας, δίφρον ὑποθεὶς ἀφ’ οὗ στηρίζηται τῇσι χερσί· μέσον δέ τις ἐχέτω.
\n\n3. ……[缺失]……然后将他绑住,伸直双腿,在下方放一张凳子,好让他用双手支撑身体;并让人抱住他的腰部。
Ἔπειτα διασημήνασθαι τὰς νωτιαίας φλέβας, σκοπεῖν δὲ ὄπισθεν.
然后标出背部的静脉,并从后面进行观察。
Ἔπειτα καίειν παχέσι σιδηρίοισι καὶ ἡσυχίῃ διαθερμαίνειν, ὅκως ἂν μὴ ῥαγῇ αἷμα καίοντι· προαφιέναι δὲ τοῦ αἵματος, ἢν δοκέῃ καιρὸς εἶναι.
然后用粗铁器烧灼,并慢慢加热,以免在烧灼时有血液喷出;如果看似时机合适,应预先放血。
Καίειν δὲ πρὸς τὸ ὀστέον ὄπισθεν.
应当从后面烧灼至骨头。
Ἔπειτα ἐνθεὶς σπόγγον ἠλαιωμένον ἐγκατακαίειν, πλὴν τοῦ πάνυ πρὸς αὐτῷ τῷ ὀστέῳ· ἢν δὲ προσδέχηται τῷ καυστηρίῳ τὸ σπόγγιον, ἕτερον λιπαρώτερον ἐνθεὶς ἐγκατακαίειν.
然后塞入浸油的海绵在内部烧灼,除了极贴近骨头本身的部分;如果海绵被烧灼器损坏,则塞入另一个更油的海绵在内部烧灼。
Ἔπειτα τοῦ ἄρου ἐν μέλιτι δεύων, ἐντιθέναι τῇσιν ἐσχάρῃσιν.
然后将野芋浸入蜂蜜中,敷在焦痂上。
Ὅταν δὲ φλέβα παρακαύσῃς ἢ διακαύσῃς, ἐπειδὰν ἐκπέσῃ ἐσχάρη, ὁμοίως τέταται ἡ φλὲψ καὶ πεφύσηται καὶ πλήρης φαίνεται, καὶ σφύζει ὅτε κάτωθεν τὸ ἐπιῤῥέον· ἢν δὲ διακεκαυμένος ᾖ ὁ κάτωθεν, ταῦτα πάντα ἧσσον πάσχει.
当你从旁烧灼或烧断静脉时,在焦痂脱落后,静脉同样会拉伸并膨胀,并且显得充盈,并因下方流注之物而搏动;但如果下方部分已被烧断,这一切症状就会较轻。
Διακαίειν δὲ χρὴ αὖθις, ἢν μὴ τὸ πρῶτον διακαύσῃς· τά τε σπόγγια χρὴ ἰσχυρῶς ἐγκατακαίειν, πρὸς τῆς ῥεούσης φλεβὸς μᾶλλον.
如果第一次没有烧断,必须再次烧断;且必须在内部强烈烧灼海绵,更偏向流动的静脉那一侧。
Αἱ ἐσχάραι αἱ μᾶλλον ὀπτηθεῖσαι τάχει ἐκπίπτουσιν.
烧灼更充分的焦痂脱落得更快。
Αἱ καιόμεναι οὖλαι πρὸς τὸ ὀστέον καλλίονες γίνονται.
烧灼至骨头的伤疤会变得更好。
Ἐπειδὰν δὲ τὰ ἕλκεα ὑγιέα γίνονται, αὖθις ἀναφυσῶνται καὶ ἐπαίρονται, καὶ ἐρυθραί εἰσι παρὰ τὸ ἄλλο, καὶ ὥσπερ ἀναιρησόμεναι φαίνονται, ἕως ἂν χρόνος ἐπιγένηται· καὶ κεφαλῆς καυθείσης καὶ στήθεος, ὁμοίως δὲ καὶ παντὶ τῷ σώματι ὅκου ἂν καυθῇ.
当伤口愈合时,它们会再次膨胀并隆起,并且比其他地方红,看起来就像要破裂一样,直到时间过去;无论是头部烧灼还是胸部烧灼,以及在身体任何被烧灼的地方,情况都是如此。