§1## ΠΕΡΙ ΟΨΙΟΣ.
1. Αἱ ὄψιες αἱ διεφθαρμέναι, αὐτόματοι μὲν κυανίτιδες γιγνόμεναι, ἐξαπίνης γίνονται, καὶ ἐπειδὰν γένωνται, οὐκ ἔστιν ἴησις τοιαύτη.
\n\nΠΕΡΙ ΟΨΙΟΣ.\n\n1. 損なわれた視力のうち、自然に暗青色になるものは突発的に生じ、それが生じてしまうと、それに対する効果的な治療法は存在しない。
Αἱ δὲ θαλασσοειδέες γιγνόμεναι, κατὰ μικρὸν ἐν πολλῷ χρόνῳ διαφθείρονται, καὶ πολλάκις ὁ ἕτερος ὀφθαλμὸς ἐν πολλῷ χρόνῳ ὕστερον διεφθάρη.
一方、海緑色になるものは、長い時間をかけて少しずつ損なわれ、しばしばもう一方の目もずっと後になってから損なわれる。
Τουτέου δὲ χρὴ καθαίρειν τὴν κεφαλὴν καὶ καίειν τὰς φλέβας·
この場合には、頭部を浄化し、脈管を焼灼する必要がある。
κἢν ἀρχόμενος θεραπευθῇ ταῦτα, ἵσταται τὸ κακὸν καὶ οὐ χωρέει ἐπὶ τὸ φαυλότερον.
初期の段階でこれらの治療が行われるなら、病害はとどまり、それ以上悪化することはない。
Αἱ δὲ μεταξὺ τῆς τε κυανίτιδος καὶ τῆς θαλασσοειδοῦς, ἢν μὲν νέῳ ἐόντι γένωνται, πρεσβυτέρῳ γενομένῳ καθίστανται·
暗青色と海緑色の間にあるものは、若いときに生じるならば、年を重ねたときに回復する。
ἢν δὲ πρεσβυτέρῳ ἐόντι γίγνωνται ἐτέων ἑπτὰ,. . . . βέλτιον ὁρῇ·
しかし、年長になってから生じるならば、七年の間、.... より良く見えるようになる。
τὰ μεγάλα δὲ πάνυ καὶ λαμπρὰ, καὶ ἀπὸ πρόσθεν, ὁρῇ μὲν, σαφῶς δὲ οὐ, καὶ ὅτι ἂν πάνυ πρὸς ἑωυτὸν τὸν ὀφθαλμὸν προσθῇ, καὶ τοῦτο, ἄλλο δὲ οὐδέν.
もっとも、非常に大きくて輝かしいものや、前方にあるものは見えるが、はっきりとは見えない。 また、自らの目にきわめて近づけるものは何であれ、それも見えるが、他には何も見えない。
Ξυμφέρει δὲ τουτέῳ κάθαρσίς τε καὶ καῦσις τῆς κεφαλῆς·
この患者には頭部の浄化と焼灼が有益である。
αἷμα δὲ τουτέοισιν οὐ ξυμφέρει ἀφιέναι, οὔτε τῇ κυανίτιδι, οὔτε τῇ θαλασσοειδεῖ.
しかし、これらの患者に対して瀉血を行うことは、暗青色の場合にも海緑色の場合にも有益ではない。
§22. Καὶ τὸ ὄμμα ἐν τοῖσιν ὀφθαλμοῖσι, τῆς ὄψιος ὑγιέος οὔσης τῶν νεωτέρων ἀνθρώπων, ἤν τε θήλεια ᾖ ἤν τ’ ἄρσην, οὐκ ἂν ὠφελείης ποιέων οὐθὲν, ἕως ἂν αὔξηται τὸ σῶμα ἔτι.
\n\n2. 若い人々の視力が健全である場合、その目のなかの瞳孔については、女性であれ男性であれ、身体がまだ成長している間は、治療を施しても何の益にもならないだろう。
Ὅταν δὲ μηκέτι αὐξάνηται, αὐτέῳ τῷ ὀφθαλμῷ σκεψάμενος τὰ βλέφαρα λεπτύνειν, ξύων, ἢν δοκέῃ προσδέεσθαι, καὶ ἐπικαίων ἔνδοθεν μὴ διαφανέσιν.
身体の成長が止まったとき、目そのものを検査したうえで、瞼を薄くすべきであり、もし必要と思われるなら削り、裏まで貫通しない器具によって内側から焼灼すべきである。
§33. . . . . Ἔπειτα ἀναδήσας, τὰ σκέλεα ἐκτείνας, δίφρον ὑποθεὶς ἀφ’ οὗ στηρίζηται τῇσι χερσί·
\n\n3..... その後、患者を縛り、脚を伸ばし、両手で体を支えられるように腰掛けを下に置きなさい。
μέσον δέ τις ἐχέτω.
そして、誰かが胴体の中央を支えるようにせよ。
Ἔπειτα διασημήνασθαι τὰς νωτιαίας φλέβας, σκοπεῖν δὲ ὄπισθεν.
次に、背中の脈管に印をつけ、後ろから観察しなさい。
Ἔπειτα καίειν παχέσι σιδηρίοισι καὶ ἡσυχίῃ διαθερμαίνειν, ὅκως ἂν μὴ ῥαγῇ αἷμα καίοντι·
次に、太い鉄器具で焼灼し、静かに加熱しなさい。 それは、焼灼している最中に血が噴き出さないようにするためである。
προαφιέναι δὲ τοῦ αἵματος, ἢν δοκέῃ καιρὸς εἶναι.
もし適切な時期であると思われるなら、あらかじめ瀉血しておきなさい。
Καίειν δὲ πρὸς τὸ ὀστέον ὄπισθεν.
後ろから骨に至るまで焼灼しなさい。
Ἔπειτα ἐνθεὶς σπόγγον ἠλαιωμένον ἐγκατακαίειν, πλὴν τοῦ πάνυ πρὸς αὐτῷ τῷ ὀστέῳ·
次に、油を浸した海綿を挿入して、その中で焼灼しなさい、骨そのものに極めて近い部分を除いて。
ἢν δὲ προσδέχηται τῷ καυστηρίῳ τὸ σπόγγιον, ἕτερον λιπαρώτερον ἐνθεὶς ἐγκατακαίειν.
もし海綿が焼灼器によって損なわれるなら、別の、より油を多く含んだものを挿入して中で焼きなさい。
Ἔπειτα τοῦ ἄρου ἐν μέλιτι δεύων, ἐντιθέναι τῇσιν ἐσχάρῃσιν.
次に、アルムを蜂蜜に浸し、痂皮に適用しなさい。
Ὅταν δὲ φλέβα παρακαύσῃς ἢ διακαύσῃς, ἐπειδὰν ἐκπέσῃ ἐσχάρη, ὁμοίως τέταται ἡ φλὲψ καὶ πεφύσηται καὶ πλήρης φαίνεται, καὶ σφύζει ὅτε κάτωθεν τὸ ἐπιῤῥέον·
脈管の傍らを焼くか、あるいは完全に焼き切るとき、痂皮が剥がれ落ちたのち、同様に脈管は引き伸ばされ、膨らみ、そして満ちているように見え、下から流れ込む血液によって拍動する。
ἢν δὲ διακεκαυμένος ᾖ ὁ κάτωθεν, ταῦτα πάντα ἧσσον πάσχει.
しかし、もし下側の部分が完全に焼き切られているなら、これらすべての現象はより少なくて済む。
Διακαίειν δὲ χρὴ αὖθις, ἢν μὴ τὸ πρῶτον διακαύσῃς·
最初の一回で完全に焼き切らなかったなら、再び焼きなさい。
τά τε σπόγγια χρὴ ἰσχυρῶς ἐγκατακαίειν, πρὸς τῆς ῥεούσης φλεβὸς μᾶλλον.
海綿を用いて内部を強く焼くべきであり、血液が流れている側の脈管に向けてより強く焼きなさい。
Αἱ ἐσχάραι αἱ μᾶλλον ὀπτηθεῖσαι τάχει ἐκπίπτουσιν.
十分に焼かれた痂皮は早く剥がれ落ちる。
Αἱ καιόμεναι οὖλαι πρὸς τὸ ὀστέον καλλίονες γίνονται.
骨に至るまで焼かれた傷痕は、よりきれいになる。
Ἐπειδὰν δὲ τὰ ἕλκεα ὑγιέα γίνονται, αὖθις ἀναφυσῶνται καὶ ἐπαίρονται, καὶ ἐρυθραί εἰσι παρὰ τὸ ἄλλο, καὶ ὥσπερ ἀναιρησόμεναι φαίνονται, ἕως ἂν χρόνος ἐπιγένηται·
傷口が治癒するとき、それらは再び膨らんで隆起し、他の部分に比べて赤くなり、時間が経過するまでは、あたかも破裂しそうに見える。
καὶ κεφαλῆς καυθείσης καὶ στήθεος, ὁμοίως δὲ καὶ παντὶ τῷ σώματι ὅκου ἂν καυθῇ.
これは頭部が焼灼された場合も胸部の場合も、同様に身体全体の焼灼されたあらゆる場所で同じである。